- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2851-2853
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培在全军欢呼中结束演说,但因轻信恺撒不会在冬季进军而将兵力分散就地冬营;与此同时,恺撒于隆冬时节赶至布伦特西翁,号召已集结的士兵轻装登船渡海,通过出其不意的闪击战克敌制胜。
ἐγὼ δʼ οὐκ ἐξέλιπον οὐδʼ ἂν ἐκλίποιμι τὸν μεθʼ ὑμῶν καὶ ὑπὲρ ὑμῶν ἀγῶνα, ἀλλὰ καὶ στρατιώτην ἐμαυτὸν ὑμῖν καὶ στρατηγὸν ἐπιδίδωμι καί, εἴ τις ἔστι μοι πολέμων ἐμπειρία καὶ τύχη ἀηττήτῳ μέχρι νῦν γενομένῳ, καὶ τάδε μοι πάντα τοὺς θεοὺς ἐς τὰ παρόντα συνενεγκεῖν εὔχομαι καὶ γενέσθαι τῇ πατρίδι κινδυνευούσῃ καθὰ καὶ περικτωμένῃ τὴν ἡγεμονίαν αἴσιος.1 θαρρεῖν δὲ χρὴ τοῖς τε θεοῖς καὶ αὐτῷ τῷ λογισμῷ τοῦ πολέμου, καλὴν καὶ δικαίαν ἔχοντι φιλοτιμίαν ὑπὲρ πατρίου πολιτείας, ἐπὶ δὲ τούτῳ, τῷ πλήθει τῆς παρασκευῆς τῷ τε νῦν ὄντι ἡμῖν κατὰ γῆν καὶ κατὰ θάλασσαν καὶ τῷ γιγνομένῳ τε ἀεὶ καὶ προσεσομένῳ μᾶλλον, ἐπειδὰν τῶν ἔργων ἁψώμεθα. ὅσα γὰρ εἰπεῖν2 ἐπὶ τὴν ἕω καὶ τὸν Εὔξεινον πόντον ἔθνη, πάντα, ἑλληνικά τε καὶ βάρβαρα, ἡμῖν σύνεστι· καὶ βασιλέες, ὅσοι Ῥωμαίοις ἢ ἐμοὶ φίλοι, στρατιὰν καὶ βέλη καὶ ἀγορὰν καὶ τὴν ἄλλην παρασκευὴν χορηγοῦσιν. ἴτε οὖν ἐπὶ τὸ ἔργον ἀξίως τῆς τε πατρίδος καὶ ὑμῶν αὐτῶν καὶ ἐμοῦ, καὶ τῆς Καίσαρος ὕβρεως μνημονεύοντες καὶ ὀξέως ἐς τὰ παραγγελλόμενα χωροῦντες.”
“我本人从未放弃、也决不会放弃同诸位并肩且为了诸位而战的斗争,而是将自己既作为一名士兵、又作为统帅奉献给诸位。若我还有些许战争经验,且迄今为止身为常胜者的运气尚在,我便祈求诸神使这一切在当下都能发挥效用,并使我在祖国危难之际,正如当年祖国赢得霸业时一样,成为祖国的祥瑞。我们应当信赖诸神,信赖这场战争本身的理据——它是为了祖传体制而怀抱崇高而正义的大志,更应信赖我们如今在海陆两路所拥有的浩大备战规模,以及一旦我们投入行动便将不断增多并进一步壮大的军备。因为可以说,东起直至欧克辛海(黑海)的所有希腊与蛮族部族,皆与我们站在一起;凡与罗马人或与我交好的国王们,都在提供军力、投射武器、粮饷及其他一切装备。因此,诸位当以无愧于祖国、无愧于诸位自身、亦无愧于我的气概奔赴战场,牢记恺撒的狂妄僭越,迅速执行所下达的各项命令!”
ὁ μὲν ὧδε εἶπεν, ὁ δὲ στρατὸς ἅπας καὶ ὅσοι ἦσαν ἀμφʼ αὐτὸν ἀπὸ τῆς βουλῆς, πολὺ καὶ γνωριμώτατον πλῆθος, εὐφήμουν ὁμοῦ καὶ ἐκέλευον ἄγειν, ἐφʼ ὅ τι χρῄζοι. ὁ δέ (ἡγεῖτο γάρ, δυσχεροῦς ἔτι τῆς ὥρας οὔσης καὶ τῆς θαλάσσης ἀλιμένου, μετὰ χειμῶνα ἐπιπλευσεῖσθαι τὸν Καίσαρα ὕπατόν τε ὄντα τὴν ἀρχὴν ἐν τοσῷδε διαθήσεσθαι)3 τοῖς μὲν ναυάρχοις προσέταττεν ἐπιτηρεῖν τὴν θάλασσαν, τὸν δὲ στρατὸν ἐς χειμασίαν ἐπιδιῄρει καὶ περιέπεμπεν ἔς τε Θεσσαλίαν καὶ Μακεδονίαν. καὶ Πομπήιος μὲν οὕτω τοῦ μέλλοντος ἀμελῶς ἐτεκμαίρετο, ὁ δὲ Καῖσαρ, ὥς μοι προείρητο, περὶ χειμερίους τροπὰς ἐς τὸ Βρεντέσιον ἠπείγετο, νομίζων τῷ ἀδοκήτῳ μάλιστα ἐκπλήξειν τοὺς πολεμίους. οὔτε δὲ ἀγορὰν οὔτε παρασκευὴν οὔτε τὸν στρατὸν τὸν ἑαυτοῦ πάντα ἠθροισμένον ἐν τῷ Βρεντεσίῳ καταλαβών, τοὺς παρόντας ὅμως ἐς ἐκκλησίαν συναγαγὼν ἔλεγεν·
庞培如此陈词,全军以及随侍在他身旁的元老院诸君——一支极为庞大且显赫的群体——齐声欢呼,敦请他无论意欲进军何处皆可统兵前往。然而他本人——因认为时令尚属恶劣且海上缺乏泊位,恺撒定会待冬季过后再行渡海进犯,且恺撒贵为执政官,此间必当差配政务——遂命令舰队统领们监视海面,而将自己的陆军分散安排冬营,派往色萨利和马其顿各地。 庞培对未来的推测如此疏忽大意,而正如我前文所述,恺撒正于冬至前后星夜赶往布伦特西翁,深信出其不意最能令敌人惊骇震慑。尽管在布伦特西翁发现既无粮饷、亦无充足装备,甚至自己的全部军队亦未集结完毕,恺撒仍将已在场的人员召集为军人大会,发表讲话说:
“οὔτε τῆς ὥρας τὸ χειμέριον, ὦ ἄνδρες, οἳ περὶ τῶν μεγίστων ἐμοὶ συναίρεσθε, οὔθʼ ἡ τῶν ἄλλων βραδυτὴς ἢ ἔνδεια τῆς πρεπούσης παρασκευῆς ἐφέξει με τῆς ὁρμῆς· ἀντὶ γὰρ πάντων ἡγοῦμαί μοι συνοίσειν τὴν ταχυεργίαν. καὶ πρώτους ἡμᾶς, οἳ πρῶτοι συνεδράμομεν ἀλλήλοις, ἀξιῶ θεράποντας μὲν ἐνταῦθα καὶ ὑποζύγια καὶ παρασκευὴν καὶ πάνθʼ ὑπολιπέσθαι, ἵνα ἡμᾶς αἱ παροῦσαι νῆες ὑποδέξωνται, μόνους δʼ εὐθὺς ἐμβάντας περᾶν, ἵνα τοὺς ἐχθροὺς διαλάθοιμεν, τῷ μὲν χειμῶνι τύχην ἀγαθὴν ἀντιθέντες, τῇ δʼ ὀλιγότητι τόλμαν, τῇ δʼ ἀπορίᾳ τὴν τῶν ἐχθρῶν εὐπορίαν, ἧς ἔστιν ἡμῖν εὐθὺς ἐπιβαίνουσιν ἐπὶ τὴν γῆν κρατεῖν, ἢν εἰδῶμεν, ὅτι μὴ κρατήσασιν οὐδέν ἐστιν ἴδιον.4 ἴωμεν οὖν ἐπὶ θεράποντάς τε καὶ σκεύη καὶ ἀγορὰν τὴν ἐκείνων, ἕως χειμάζουσιν ἐν ὑποστέγοις. ἴωμεν, ἕως Πομπήιος ἡγεῖται κἀμὲ χειμάζειν ἢ περὶ πομπὰς καὶ θυσίας ὑπατικὰς εἶναι. εἰδόσι δʼ ὑμῖν ἐκφέρω δυνατώτατον ἐν πολέμοις ἔργον εἶναι τὸ ἀδόκητον· φιλότιμον δὲ καὶ πρώτιστον δόξαν ἀπενέγκασθαι τῶν ἐσομένων καὶ τοῖς αὐτίκα διωξομένοις ἡμᾶς ἀσφαλῆ τὰ ἐκεῖ προετοιμάσαι. ἐγὼ μὲν δὴ καὶ τόνδε τὸν καιρὸν πλεῖν ἂν ἢ λέγειν μᾶλλον ἐβουλόμην, ἵνα με Πομπήιος ἴδῃ, νομίζων ἔτι τὴν ἀρχὴν ἐν Ῥώμῃ διατίθεσθαι· τὸ δὲ ὑμέτερον εὐπειθὲς εἰδὼς ὅμως ἀναμένω τὴν ἀπόκρισιν.”
“与我同舟共济担负最重大使命的将士们,凛冬的时令、余众的迟缓或相应装备的匮乏,皆不能阻遏我前进的势头;因为我认为,神速行动所带来的益处胜过一切。我要求我们这些最早相互汇聚之人,率先将仆役、驮兽、行装及一切辎重尽皆留在此地,好让现有的战船能容纳我们,唯由我们自身立即登船渡海,以便瞒过敌人的耳目。我们要以好运对抗凛冬,以胆识对抗寡弱,以敌人的丰足对抗我们的匮乏——只要我们深知若不能克敌制胜便一无所有,那么踏上陆地之刻,敌人的丰足便任由我们夺取!趁他们还在屋檐下避冬,让我们去夺取他们的仆从、器械和粮草吧!趁庞培还以为我也在度过严冬、或正忙于执政官的仪仗与献祭,让我们出击吧!诸位皆知,出其不意乃战事中威力至巨之举,我在此向诸位直陈:赢得未来战功的首要光荣,并为随即追随我们而来的同袍在彼处预先铺就安全坦途,乃是值得全力争取的大志。就我而言,值此关头我宁可乘风破浪而非在此长篇大论,好叫庞培在以为我仍在罗马料理政务时便亲眼看见我杀到面前;但深知诸位服从号令之美德,我仍在此等待诸位的答复。”
- 2851γενέσθαι τῇ πατρίδι κινδυνευούσῃ καθὰ καὶ περικτωμένῃ τὴν ἡγεμονίαν αἴσιος
主格补足语 αἴσιος 与主句动词 εὔχομαι 的主语(省略的 ἐγώ)保持一致(主格带不定词结构 nominativus cum infinitivo)。与之相连的与格 τῇ πατρίδι κινδυνευούσῃ 及分词 περικτωμένῃ 是 γενέσθαι 所关涉的利害与格,意为“正如当年祖国赢得霸业时一样,如今在祖国危难之际,我亦能成为其吉祥/庇佑之所在”。
- 2851ὅσα γὰρ εἰπεῖν
不定词 εἰπεῖν 此处作限制性/绝对性用法(相当于 ὡς εἰπεῖν 或 ὡς ἔπος εἰπεῖν),意为“可以说”“所谓”,用于修饰随后的东起至黑海之诸民族,缓和这一具有夸张修辞色彩的全称表述。
- 2852ὕπατόν τε ὄντα τὴν ἀρχὴν ἐν τοσῷδε διαθήσεσθαι
插叙句(ἡγεῖτο γάρ...)中并列的带不定词宾格从句。不定词的逻辑主语为 τὸν Καίσαρα,分词 ὕπατόν τε ὄντα 表示原因或身份(“鉴于他身为执政官”)。διαθήσεσθαι 为中动态将来时不定词,意为“安排、处理、差配”,其宾语为 τὴν ἀρχήν(官职/政务),指庞培误以为恺撒在此期间必然忙于在罗马料理政务。
- 2853ἧς ἔστιν ἡμῖν εὐθὺς ἐπιβαίνουσιν ἐπὶ τὴν γῆν κρατεῖν, ἢν εἰδῶμεν, ὅτι μὴ κρατήσασιν οὐδέν ἐστιν ἴδιον
关系代词属格 ἧς 以先行词 τὴν τῶν ἐχθρῶν εὐπορίαν 为指代对象,作 κρατεῖν 的支配属格宾语。后半句的 μὴ κρατήσασιν 为条件分词的与格形式(“若不克敌制胜”),配合所有与格句 οὐδέν ἐστιν ἴδιον(“便无一物归其所有”)。
