← 阿庇安

内战记

§2849-2850

庞培整备大军与誓师演说

庞培大举扩建舰队,征集意大利各军团与东方诸族联军,不顾年事已高亲自带队操练;在整军完毕后,他向全军发表严厉谴责恺撒专制暴政的誓师演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2849

καὶ ὁ μὲν ὥδευεν οὐδὲν ἐλλείπων δυνατῆς ἐπείξεως, ὁ δὲ Πομπήιος πάντα τὸν χρόνον τόνδε ναῦς ἐποιεῖτο καὶ στρατὸν αἰεὶ πλείονα καὶ χρήματα συνῆγε καὶ τὰς ἐν τῷ Ἰονίῳ Καίσαρος τεσσαράκοντα ναῦς ἑλὼν ἐφύλασσεν αὐτοῦ τὸν διάπλουν τόν τε στρατὸν ἐγύμναζε, συντρέχων καὶ συνιππεύων καὶ παντὸς ἐξάρχων πόνου παρʼ ἡλικίαν·1 ὅθεν αὐτῷ ῥᾳδίως εὔνοιά τε ἦν, καὶ συνέθεον ἐπὶ τὰ γυμνάσια Πομπηίου πάντες ὡς ἐπὶ θέαν. ἦν δʼ ἐς τότε Καίσαρι μὲν δέκα τέλη πεζῶν καὶ Κελτῶν ἱππέες μύριοι, Πομπηίῳ δὲ πέντε μὲν ἐξ Ἰταλίας, μεθʼ ὧν τὸν Ἰόνιον διεπεπλεύκει, καὶ τούτοις ὅσοι συνετάσσοντο ἱππέες, ἐκ δὲ Παρθυαίων δύο, τῶν σὺν Κράσσῳ πεπολεμηκότων τὰ ὑπόλοιπα, καί τι μέρος ἄλλο τῶν ἐς Αἴγυπτον ἐσβαλόντων μετὰ Γαβινίου, σύμπαντα ἀνδρῶν Ἰταλῶν ἕνδεκα τέλη καὶ ἱππέες ἀμφὶ τοὺς ἑπτακισχιλίους. σύμμαχοι δʼ ἐξ Ἰωνίας τε καὶ Μακεδονίας καὶ Πελοποννήσου καὶ Βοιωτίας τοξόται τε Κρῆτες καὶ σφενδονῆται Θρᾷκες καὶ ὅσοι περὶ τὸν Πόντον βέλεσι χρῶνται, ἱππέες τέ τινες Κελτῶν καὶ ἐκ Γαλατίας ἕτεροι τῆς ἑῴας Κομμαγηνοί τε ὑπʼ Ἀντιόχου πεμφθέντες καὶ Κίλικες καὶ Καππαδόκαι καὶ ἐκ τῆς βραχυτέρας Ἀρμενίας τινὲς καὶ Παμφύλιοι καὶ Πισίδαι. ὧν οὐχ ἅπασιν ἐς μάχας, ἀλλʼ ἐς φρούρια καὶ ταφρείας καὶ τὴν ἄλλην τοῦ Ἰταλικοῦ στρατοῦ χρῆσθαι2 διενοεῖτο, ἵνα μηδένα τῶν Ἰταλῶν τοῦ πολέμου περισπῴη. καὶ τάδε μὲν ἦν αὐτῷ τὰ πεζά, νῆες δὲ μακραὶ μὲν ἐντελεῖς τοῖς πληρώμασιν ἑξακόσιαι, καὶ τούτων ἐς ἑκατὸν Ῥωμαίων ἐπιβατῶν, αἳ καὶ μάλιστα προύχειν ἐδόκουν, πολὺ δὲ ὁλκάδων καὶ σκευοφόρων ἄλλο πλῆθος. ναύαρχοί τε πολλοὶ κατὰ μέρη, καὶ ἐπʼ αὐτοῖς Μᾶρκος Βύβλος.

恺撒竭尽全力急行军;而庞培在整个这一时期都在建造战船,不断招募更多军队、筹集资金,并在伊奥尼亚海缴获恺撒的四十艘船只,严密监视其渡海航道。他又亲自操练军队,同兵士并肩奔跑、并辔驰骋,不顾年事已高,在一切劳苦中皆身先士卒。因此他极易赢得众人的爱戴,人人都涌向庞培的演习场,仿佛观赏盛大的景观。彼时恺撒拥有十个步兵军团与一万名凯尔特骑兵;而庞培则有自意大利带出的五个军团——即随同他渡过伊奥尼亚海的部队——以及编入其中的骑兵,另有两个来自帕提亚方向的军团——即随克拉苏征战者的残部——再加上随加比尼乌斯进军埃及时的一部分部队,总计十一个意大利人军团和约七千名骑兵。同盟军则来自伊奥尼亚、马其顿、伯罗奔尼撒和维奥蒂亚,更有克里特弓箭手、色雷斯投石兵以及本都周边善使投掷兵器之人,还有部分凯尔特骑兵,来自东部加拉太的另一批骑兵,安条克派遣的科马吉尼人、基利家人、卡帕多细亚人,部分小亚美尼亚人,以及庞非利亚人和皮西迪亚人。庞培并不打算将这些盟军全数投入正面交战,而是派往守卫要塞、挖掘壕沟以及为意大利正规军服其他杂役,以免任何意大利官兵被分心移出战斗序列。其步兵力量便如上述;战船方面,满员装备者达六百艘,其中约一百艘载有罗马陆战队员,被公认为最为精锐,此外更有大批商船与运输船。各分队设有多位舰队统领,其最高指挥为马尔库斯·比布鲁斯。

§2850

ὡς δέ οἱ πάντα ἦν ἕτοιμα, συναγαγὼν ὅσοι τε ἦσαν ἀπὸ τῆς βουλῆς καὶ ἀπὸ τῶν καλουμένων ἱππέων καὶ τὸν στρατὸν ἅπαντα ἐς ἐπήκοον, ἔλεξεν ὧδε· “καὶ Ἀθηναῖοι τὴν πόλιν ἐξέλιπον, ὦ ἄνδρες, ὑπὲρ ἐλευθερίας τοῖς ἐπιοῦσι πολεμοῦντες, οὐ τὰ οἰκήματα πόλιν, ἀλλὰ τοὺς ἄνδρας εἶναι νομίζοντες· καὶ τόδε πράξαντες ὀξέως αὐτὴν ἀνέλαβόν τε καὶ εὐκλεεστέραν ἀπέφηναν· καὶ ἡμῶν αὐτῶν οἱ πρόγονοι Κελτῶν ἐπιόντων ἐξέλιπον τὸ ἄστυ, καὶ αὐτὸ ἀνεσώσατο ἐξ Ἀρδεατῶν Κάμιλλος ὁρμώμενος. πάντες τε οἱ εὖ φρονοῦντες τὴν ἐλευθερίαν, ὅπῃ ποτʼ ἂν ὦσιν, ἡγοῦνται πατρίδα. ὃ καὶ ἡμεῖς ἐνθυμούμενοι δεῦρο διεπλεύσαμεν, οὐ τὴν πατρίδα ἐκλιπόντες, ἀλλʼ ὑπὲρ αὐτῆς παρασκευασόμενοί τε καλῶς ἐνθάδε καὶ ἀμυνούμενοι τὸν ἐκ πολλοῦ μὲν ἐπιβουλεύοντα αὐτῇ, διὰ δὲ τοὺς δωροδοκοῦντας τὴν Ἰταλίαν ἄφνω καταλαβόντα. ὃν ὑμεῖς μὲν ἐψηφίσασθε εἶναι πολέμιον, ὁ δὲ καὶ νῦν ἡγεμόνας ἐς τὰ ἔθνη τὰ ὑμέτερα περιπέμπει καὶ τῇ πόλει τινὰς ἐφίστησι καὶ ἑτέρους ἀνὰ τὴν Ἰταλίαν· τοσῇδε τόλμῃ τὸν δῆμον ἀφαιρεῖται τὴν ἡγεμονίαν. καὶ εἰ τάδε πολεμῶν ἔτι καὶ δεδιὼς καὶ δίκην σὺν θεῷ δώσων ἐξεργάζεται, τί χρὴ νικήσαντα προσδοκᾶν ἐκλείψειν ὠμότητος ἢ βίας;3 καὶ τάδε πράττοντι κατὰ τῆς πατρίδος σύνεισίν τινες ἐωνημένοι χρημάτων ὧν ἐκεῖνος ἀπὸ τῆς ὑμετέρας Γαλατίας πεπόρισται, δουλεύειν ἀντὶ τῆς πρὸς αὐτὸν ἐκεῖνον ἰσονομίας αἱρούμενοι.

待一切就绪,庞培将属于元老院与所谓骑士阶层的全员,连同全军召集至可听清其声音之处,发表如下演说: “诸位同胞,雅典人当年为了自由抵抗入侵者时,亦曾弃城而去,他们深知并非房屋建筑,而唯有人才是城邦所在;他们如此作为之后,迅速收复了城池并使其更加辉煌。我们自己的祖先在凯尔特人入侵时亦曾弃城,而卡米卢斯自阿尔代亚出征将其拯救。凡有识之士,无论身处何地,皆视自由为祖国。我们亦正是怀着这般信念渡海来到此地,非为背弃祖国,而是为了在本地为祖国做充分周详之整备,以击退那个蓄谋已久、凭借受贿之徒突然霸占意大利的人。诸位虽已决议宣布他为公敌,他至今却仍在向诸位的各行省派遣总督,并在罗马城委任要员,在意大利各地遍设亲信;他竟以如此之猖狂剥夺民众的统治权力!若他在尚处于交战之中、尚怀恐惧且必蒙神助伏诛之际尚且犯下此等罪行,一旦获胜,又有何种残暴或暴力是他会手下留情的?在犯下这些对抗祖国之罪行时,追随他身旁的竟是一群被他用从诸位的高卢搜刮而来的金钱所收买之徒,他们甘愿选择奴役,而非与他平起平坐的法律平等地位。”

语法注3 条
  1. 2849παρʼ ἡλικίαν

    介词 παρά 接宾格表示越过常度或偏离常轨(“违背”、“超出”)。此处意为“超出其年龄常态”或“尽管年事已高”,用以强调年迈的庞培身先士卒、与年轻士兵一同承受剧烈军事操练之劳苦。

  2. 2849τὴν ἄλλην τοῦ Ἰταλικοῦ στρατοῦ χρῆσθαι

    动词 χράομαι 通常支配与格,但此处带有一个内面宾格(或省略了 χρείαν / ὑπηρεσίαν 等阴性宾格名词)τὴν ἄλλην,属格 τοῦ Ἰταλικοῦ στρατοῦ 则充当目的或关联属格(“为意大利正规军所用”)。整句表达“将他们用于辅助意大利军队的其他杂役”。

  3. 2850τί χρὴ νικήσαντα προσδοκᾶν ἐκλείψειν ὠμότητος ἢ βίας;

    非人称动词 χρή 统辖双重不定式结构:χρή + προσδοκᾶν + ἐκλείψειν。分词 νικήσαντα 充当后一不定式 ἐκλείψειν 的宾格主语,指代恺撒。动词 ἐκλείπω 接部分属格(ὠμότητος ἢ βίας)意为“省去/免于……之残酷或暴力”;全句以修辞性反问构筑强烈的肯定判断,意指“恺撒一旦取胜,绝不会放过任何残暴或暴力的手段”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2849-2850