- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2746-2748
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
库里奥在乌提卡的残留军队全军覆没;恺撒在普拉肯提亚迅速镇压了第九军团的兵变。随后恺撒进抵罗马,短任独裁官后自任执政官,整饬行省并推行还债等政措,旋即在隆冬时节奔赴布伦迪西乌姆。
τοιοῦτο μὲν δὴ τὸ τέλος τῆς ἀμφὶ τὸν Βαγράδαν ποταμὸν μάχης ἐγένετο, καὶ ἡ κεφαλὴ τοῦ Κουρίωνος ἀποτμηθεῖσα ἐς Ἰόβαν ἐφέρετο· ἐν δὲ τῷ περὶ τὴν Ἰτύκην στρατοπέδῳ τοῦ κακοῦ φανεροῦ γενομένου, Φλάμμας μὲν ὁ ναύαρχος αὐτίκα ἔφευγεν αὐτῷ στόλῳ,1 πρίν τινα τῶν ἐπὶ τῆς γῆς ἀναλαβεῖν, Ἀσίνιος δʼ ἐς τοὺς παρορμοῦντας ἐμπόρους ἀκατίῳ διαπλεύσας ἐδεῖτο αὐτῶν ἐπιπλεῦσαί τε καὶ τὸν στρατὸν ἀναλαβεῖν. καί τινες ἐς τοῦτο νυκτὸς ἐπέπλευσαν, ἀθρόων δʼ ἐσβαινόντων ἐκείνων τά τε σκάφη κατεδύετο, καὶ τῶν ἀναχθέντων οἱ ἔμποροι τοὺς πολλοὺς χρήματα φέροντας ἕνεκα τῶν χρημάτων ἐς τὴν θάλασσαν ἐρρίπτουν. καὶ τάδε μὲν ἦν ἀμφὶ τοὺς ἀναχθέντας, ἕτερα δʼ ἐν τῇ γῇ, νυκτὸς ἔτι, περὶ τοὺς ὑπολειφθέντας ἐγίγνετο ὅμοια. καὶ μεθʼ ἡμέραν οἱ μὲν τῷ Οὐάρῳ σφᾶς παρέδοσαν, ὁ δὲ Ἰόβας ἐπελθὼν περιέστησεν αὐτοὺς περὶ τὸ τεῖχος καὶ ὡς λείψανα τῆς ἑαυτοῦ νίκης κατηκόντισεν, οὐδέν τι φροντίσας οὐδὲ Οὐάρου παρακαλοῦντος. οὕτω μὲν δὴ τὰ σὺν Κουρίωνι ἐς Λιβύην ἐπιπλεύσαντα Ῥωμαίων δύο τέλη διώλετο ἅπαντα καὶ ὅσοι μετʼ αὐτῶν ἦσαν ἱππέες τε καὶ ψιλοὶ καὶ ὑπηρέται τοῦ στρατοῦ· Ἰόβας δʼ ἐς τὰ οἰκεῖα ἀνέστρεφε, μέγιστον ἔργον τόδε Πομπηίῳ καταλογιζόμενος.
巴格拉达斯河畔之战的结局便是如此,库里奥被斩下的首级被送交尤巴。而在乌提卡周围的营地中,灾祸的消息传开后,舰队统领弗拉马立即率整支舰队逃窜,未曾自陆上接引一人。阿西尼乌斯则乘坐小艇划向停泊在附近的商船,恳求他们驶近以接运军队。部分船只确于夜间驶来营救,但由于士兵拥挤登船,小舟纷纷沉没;而在启航出海者中,商人们图谋士兵随身携带的钱财,将许多人抛入海中。扬帆出海者的境遇如此,而在尚未破晓之时,留在陆地上的人亦遭受了同样可怖的厄运。及至黎明,他们向瓦鲁斯投降;但尤巴赶来,命人将他们围在城墙边,视作自己胜利的残余以标枪尽数掷杀,即使瓦鲁斯从旁劝请,尤巴也全然不予理会。随同库里奥渡海前往利比亚的罗马两个军团,连同随军的所有骑兵、轻装步兵和后勤随员,就这样全军覆没。尤巴随即返回本国,自以为为庞培立下了不世之功。
καὶ τῶν αὐτῶν ἡμερῶν Ἀντώνιός τε περὶ τὴν Ἰλλυρίδα ἡττᾶτο ὑπὸ Ὀκταουίου κατὰ Δολοβέλλα Πομπηίῳ στρατηγοῦντος, καὶ στρατιὰ Καίσαρος ἄλλη περὶ Πλακεντίαν στασιάσασα τῶν ἀρχόντων κατεβόησεν, ὡς ἔν τε τῇ στρατείᾳ βραδύνοντες καὶ τὰς πέντε μνᾶς οὐ λαβόντες,2 ἥν τινα δωρεὰν αὐτοῖς ὁ Καῖσαρ ἔτι περὶ Βρεντέσιον ὑπέσχητο. ὧν ὁ Καῖσαρ πυθόμενος ἐκ Μασσαλίας ἐς Πλακεντίαν ἠπείγετο συντόμως καὶ ἐς ἔτι στασιάζοντας ἐπελθὼν ἔλεγεν ὧδε· “τάχει μὲν ὅσῳ περὶ ἕκαστα χρῶμαι, σύνιστέ μοι· βραδύνει δʼ ὁ πόλεμος οὐ διʼ ἡμᾶς, ἀλλὰ διὰ τοὺς πολεμίους ὑποφεύγοντας ἡμᾶς. ὑμεῖς δʼ ἔν τε Γαλατίᾳ πολλὰ τῆς ἐμῆς ἀρχῆς ὀνάμενοι καὶ ἐς τόνδε τὸν πόλεμον ὅλον, οὐκ ἐς μέρος αὐτοῦ μοι συνομόσαντες ἐν μέσοις ἔργοις ἡμᾶς ἀπολείπετε καὶ τοῖς ἄρχουσιν ἐπανίστασθε καὶ προστάττειν ἀξιοῦτε, παρʼ ὧν χρὴ προστάγματα λαμβάνειν. μαρτυράμενος οὖν ἐμαυτὸν τῆς ἐς ὑμᾶς μέχρι δεῦρο φιλοτιμίας3 χρήσομαι τῷ πατρίῳ νόμῳ καὶ τοῦ ἐνάτου τέλους, ἐπειδὴ μάλιστα τῆς στάσεως κατῆρξε, τὸ δέκατον διακληρώσω θανεῖν.” θρήνου δὲ ἀθρόως ἐξ ἅπαντος τοῦ τέλους γενομένου, οἱ μὲν ἄρχοντες αὐτοῦ προσπεσόντες ἱκέτευον, ὁ δὲ Καῖσαρ μόλις τε καὶ κατʼ ὀλίγον ἐνδιδοὺς ἐς τοσοῦτον ὅμως ὑφῆκεν, ὡς ἑκατὸν καὶ εἴκοσι μόνους, οἳ κατάρξαι μάλιστα ἐδόκουν, διακληρῶσαι καὶ δυώδεκα αὐτῶν τοὺς λαχόντας ἀνελεῖν. τῶν δὲ δυώδεκα τῶνδε ἐφάνη τις οὐδʼ ἐπιδημῶν, ὅτε ἡ στάσις ἐγίγνετο· καὶ ὁ Καῖσαρ τὸν ἐμφήναντα λοχαγὸν ἔκτεινεν ἀντʼ αὐτοῦ.
差不多在同一时期,安东尼在伊利里亚一带被为庞培统率对抗多拉贝拉的奥克塔维乌斯所击败;而恺撒驻扎在普拉肯提亚的另一支军队发生兵变,士兵们向军官大声抗议,声称他们在军务中受到迁延拖累,且未拿到恺撒早先在布伦迪西乌姆周围所许诺的五明纳赏金。恺撒闻讯后从马萨利亚星夜兼程赶往普拉肯提亚,来到仍在哗变的士兵面前发表如下演说:“我在处理诸事时行事如何迅捷,尔等心中自明;战事之延宕非因我等之过,实因敌军望风而逃。尔等在高卢多蒙我统帅之恩泽,且曾向我起誓效忠于整场战争而非仅其一部,如今却在半途背弃我等,反抗长官,妄图向应受其命者发号施令。故此,我既自白至今为止对尔等之一片热忱,便将施行祖制之法:既然第九军团带头谋乱,我将按抽什一杀之律决其生死。”全军团闻言顿时放声号哭,长官们纷纷伏地哀求;恺撒虽勉强且少许让步,终究宽宥至仅由带头谋乱嫌疑最大的百二十人抽签,并将中签的十二人处死。在这十二人中,有一人被查明在兵变发生时甚至不在营中,恺撒遂将诬告此人的百夫长代其处决。
ἡ μὲν δὴ περὶ Πλακεντίαν στάσις οὕτως ἐλέλυτο, ὁ δὲ Καῖσαρ ἐς Ῥώμην παρῆλθε, καὶ αὐτὸν ὁ δῆμος πεφρικὼς ᾑρεῖτο δικτάτορα, οὔτε τι τῆς βουλῆς ψηφιζομένης οὔτε προχειροτονοῦντος ἄρχοντος. ὁ δέ, εἴτε παραιτησάμενος τὴν ἀρχὴν ὡς ἐπίφθονον εἴτε οὐ χρῄζων, ἄρξας ἐπὶ ἕνδεκα μόνας ἡμέρας ʽὧδε γάρ τισι δοκεἶ ὑπάτους ἐς τὸ μέλλον ἀπέφηνεν ἑαυτόν τε καὶ Πούπλιον Ἰσαυρικόν. ἡγεμόνας τε ἐς τὰ ἔθνη περιέπεμπεν ἢ ἐνήλλαττεν, ἐφʼ ἑαυτοῦ καταλέγων. ἐς μὲν Ἰβηρίαν Μᾶρκον Λέπιδον, ἐς δὲ Σικελίαν Αὖλον Ἀλβῖνον, ἐς δὲ Σαρδὼ Σέξστον Πεδουκαῖον, ἐς δὲ τὴν νεόληπτον Γαλατίαν Δέκμον Βροῦτον. τῷ δὲ δήμῳ λιμώττοντι σῖτον ἐπέδωκε καὶ τοὺς φυγάδας δεομένῳ καταγαγεῖν συνεχώρησε, χωρὶς Μίλωνος. αἰτοῦσι δʼ αὐτοῖς καὶ χρεῶν ἀποκοπὰς διά τε πολέμους καὶ στάσεις καὶ τὴν ἐκ τῶνδε τοῖς πιπρασκομένοις ἐποῦσαν εὐωνίαν, τὰς μὲν ἀποκοπὰς οὐκ ἔδωκε, τιμητὰς δὲ τῶν ὠνίων ἀπέφηνεν, ὧν ἔδει τοὺς χρήστας τοῖς δανείσασιν ἀντὶ τῶν χρημάτων διδόναι.4 καὶ τάδε πράξας περὶ χειμερίους τροπὰς περιέπεμπε τὸν στρατὸν ἀπαντᾶν ἐς τὸ Βρεντέσιον αὐτός τε ἐξῄει Δεκεμβρίου μηνὸς Ῥωμαίοις ὄντος, οὐκ ἀναμείνας οὐδὲ τῆς ἀρχῆς ἕνεκα τὴν νουμηνίαν τοῦ ἔτους πλησιάζουσαν. ὁ δὲ δῆμος εἵπετο παρακαλῶν συμβῆναι Πομπηίῳ· οὐ γὰρ ἄδηλον ἦν ἐς μοναρχίαν τὸν νικῶντα τρέψεσθαι.
普拉肯提亚的兵变至此平息,恺撒随即进抵罗马。惊恐万状的民众在既无元老院表决亦无行政长官预先提名的情形下推举他为独裁官。然而,恺撒或许是因该职招人怨恨而加以推辞,抑或根本无需此职,仅在位十一天——据某些人所载——便宣布自己与普布利乌斯·伊绍里库斯为来年执政官。他又向各行省派遣或调换总督,皆由其自行指定:任命马尔库斯·雷必达往伊比利亚,奥卢斯·阿尔比努斯往西西里,塞克斯图斯·佩杜凯乌斯往撒丁,德基穆斯·布鲁图斯往新征服的高卢。对于饥馑的民众,他赈济粮食;应其请求,他准许除米洛之外的流亡者重返家园。当民众因战事、内讧及由此造成的抛售财产贬值而请求废除债务时,他并未准予一笔勾销,而是指定财产评估人,责令债务人以此类资产折抵现金偿付债权人。在冬至前后办竣这些事务后,他命令军队在布伦迪西乌姆集结,自己亦在罗马历的十二月启程出发,甚至未曾为了就任长官之便而稍待临近的新年首日。民众随行左右,恳求他与庞培媾和,因为人人皆已看清,不论何人获胜,终将走向君主专制。
- 2746αὐτῷ στόλῳ
与代词 αὐτός 连用的无介词与格,表示伴随(“连同……一起”或“将整支舰队一并带走”),说明海军统领弃陆上士兵于不顾,率全舰队迳自遁走。
- 2747ὡς ἔν τε τῇ στρατείᾳ βραδύνοντες καὶ τὰς πέντε μνᾶς οὐ λαβόντες
接在动词 κατεβόησεν(喧呼斥责)之后的 ὡς 加分词结构,表叛兵所持的主观借口或抗议理由(“在从军中迁延拖累”与“未曾领到五明纳”)。分词否定采用 οὐ,强调未能领受赏金的既成事实。
- 2747μαρτυράμενος οὖν ἐμαυτὸν τῆς ἐς ὑμᾶς μέχρι δεῦρο φιλοτιμίας
中动相分词 μαρτυράμενος(呼唤作证/声明)支配自身反身代词宾格 ἐμαυτόν 及表示事项/原因的属格 τῆς... φιλοτιμίας,字面意义为“就我迄今对尔等之一片忠忱而呼唤我自己作证”。
- 2748ὧν ἔδει τοὺς χρήστας τοῖς δανείσασιν ἀντὶ τῶν χρημάτων διδόναι
关系代词 ὧν 受先行词 τῶν ὠνίων(待售资产)影响而发生格吸引(case attraction),变为属格;其在定语从句内部的原初语法功能是不定式 διδόναι 的直接宾语(宾格 ἅ)。
