← 阿庇安

内战记

§2744-2745

库里奥远征非洲与全军覆没

库里奥远征非洲并在乌提卡附近初战告捷,但在水源中毒导致疾疫后误信国王尤巴退兵的假情报,冒暑穿过荒漠轻进,陷入包围而全军覆没阵亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2744

καὶ τάδε μὲν ἦν ἀμφὶ τὸν Καίσαρα· Λιβύης δὲ Οὐᾶρος Ἄττιος ἐστρατήγει τῷ Πομπηίῳ, καὶ Ἰόβας ὁ τῶν Μαυρουσίων Νομάδων βασιλεὺς τῷ Οὐάρῳ συνεμάχει, Κουρίων δʼ ὑπὲρ Καίσαρος αὐτοῖς ἐκ Σικελίας ἐπέπλει δύο τέλεσι στρατοῦ καὶ ναυσὶ δυώδεκα μακραῖς καὶ ὁλκάσι πολλαῖς. Ἰτύκῃ δὲ προσσχὼν ἐν μέν τινι βραχείᾳ περὶ αὐτὴν ἱππομαχίᾳ τρέπεταί τινας τῶν Νομάδων ἱππέας καὶ ὑπὸ τῆς στρατιᾶς ἐν τοῖς ὅπλοις ἔτι οὔσης αὐτοκράτωρ ὑπέστη προσαγορευθῆναι.1 ἔστι δὲ τιμὴ τοῖς στρατηγοῖς τόδε τὸ προσαγόρευμα παρὰ τῶν στρατῶν, καθάπερ αὐτοῖς ἐπιμαρτυρούντων ἀξίως σφῶν αὐτοκράτορας εἶναι·2 καὶ τήνδε τὴν τιμὴν οἱ στρατηγοὶ πάλαι μὲν ἐπὶ πᾶσι τοῖς μεγίστοις ἔργοις προσίεντο, νῦν δʼ ὅρον εἶναι τῇδε τῇ εὐφημίᾳ πυνθάνομαι τὸ μυρίους πεσεῖν. ἔτι δὲ τοῦ Κουρίωνος ἐπιπλέοντος ἐκ Σικελίας, οἱ ἐν τῇ Λιβύῃ νομίσαντες αὐτὸν διὰ δοξοκοπίαν ἀμφὶ τὸν χάρακα τὸν Σκιπίωνος κατὰ δόξαν τῆς ἐκείνου μεγαλουργίας στρατοπεδεύσειν, τὸ ὕδωρ ἐφάρμαξαν. καὶ ἐλπίδος οὐ διήμαρτον· ὅ τε γὰρ Κουρίων ἐστάθμευσεν ἐνταῦθα, καὶ ὁ στρατὸς εὐθὺς ἐνόσει, πιοῦσί τε τὸ βλέμμα ἀμαυρὸν ἦν ὥσπερ ἐν ὁμίχλῃ, καὶ ὕπνος ἐπεγίγνετο σὺν κάρῳ, μετὰ δʼ αὐτὸν ἔμετοι τροφῆς ποικίλοι καὶ σπασμὸς ὅλου τοῦ σώματος. ὧν δὴ χάριν ὁ Κουρίων παρʼ αὐτὴν Ἰτύκην μετεστρατοπέδευε, διʼ ἕλους ἰσχυροῦ τε καὶ μακροῦ τὸν στρατόν, ἀσθενῆ διὰ τὴν ἀρρωστίαν γεγονότα, ἄγων. ὡς δέ σφισιν ἡ νίκη Καίσαρος ἡ περὶ τὴν Ἰβηρίαν ἀπηγγέλθη, ἀνεθάρρησάν τε καὶ παρετάξαντο παρὰ τὴν θάλασσαν ἐν βραχεῖ χωρίῳ. μάχης δὲ καρτερᾶς γενομένης Κουρίωνος μὲν εἷς ἀνὴρ ἔπεσεν, Οὐάρου δὲ ἑξακόσιοι, καὶ κατετρώθησαν ἔτι πλείονες.

恺撒方面的局势大抵如此。在利比亚,阿提乌斯·瓦鲁斯为庞培统兵,毛鲁西亚游牧民的国王尤巴与瓦鲁斯结盟;库里奥则代表恺撒,率领两个军团的兵力、十二艘战舰和许多运输船从西西里渡海攻打他们。他在乌提卡靠岸,在周围发生的一场短暂骑兵交锋中击溃了游牧民的部分骑兵,并在军队仍披甲执戈之际,接受了被欢呼为统帅的荣誉。这种尊号是军队献给将军们的殊荣,仿佛士兵们以此证明将军配得上成为他们的统帅;昔日将军们在立下一切最重大的功勋时都接受这一殊荣,而今我听闻获得此种称颂的标准是斩敌万人。在库里奥尚自西西里航渡途中,利比亚的守敌料想他出于博取虚名,必会因那人伟业的声名而在“西庇阿营垒”周围扎营,遂在水源中投毒。他们的预料并未落空;因为库里奥确实在那里驻扎,军队随即染病:饮水者目眩昏暗如坠雾中,沉睡昏聩相继而至,继之以吐出各种食物残渣并全身抽搐。库里奥正因此故将营寨迁至乌提卡近旁,率领因患病而孱弱的军队穿过一片险恶而漫长的沼泽。然而,当恺撒在伊比利亚获胜的捷报传达给他们时,他们重振士气,在海滨一处狭窄地域列阵。激战之下,库里奥麾下仅阵亡一人,而瓦鲁斯一方则战死六百人,负伤者更多。

§2745

Ἰόβα δʼ ἐπιόντος δόξα ψευδὴς προεπήδησεν, ἀμφὶ τὸν Βαγράδαν ποταμὸν οὐ πολὺ διεστῶτα ὑπεστροφέναι τὸν Ἰόβαν, πορθουμένης αὐτῷ τῆς ἀρχῆς ὑπὸ τῶν γειτόνων, Σαβούρραν στρατηγὸν σὺν ὀλίγοις ἐπὶ τοῦ ποταμοῦ καταλιπόντα. καὶ τῷδε τῷ λόγῳ πίσυνος ὁ Κουρίων θέρους θερμοῦ περὶ τρίτην ὥραν ἡμέρας ἦγε τὸ κράτιστον τῆς στρατιᾶς ἐπὶ τὸν Σαβούρραν, ὁδὸν ψαμμώδη καὶ ἄνυδρον· εἰ γάρ τι καὶ νᾶμα χειμέριον ἦν, ἐξήραντο ὑπὸ τῆς φλογὸς τοῦ ἡλίου, καὶ ὁ ποταμὸς ὑπό τε Σαβούρρα καὶ ὑπʼ αὐτοῦ παρόντος κατείχετο τοῦ βασιλέως. σφαλεὶς οὖν τῆς ἐλπίδος ὁ Κουρίων ἐς λόφους ἀνέδραμεν ὑπό τε καμάτου καὶ πνίγους καὶ δίψης ἐνοχλούμενος. ὡς δὲ αὐτὸν κατεῖδον οὕτως ἔχοντα οἱ πολέμιοι, τὸν ποταμὸν ἐπέρων ἐς μάχην ἐσκευασμένοι· καὶ ὁ Κουρίων κατέβαινεν ἀφρόνως μάλα καὶ καταφρονητικῶς, ἀσθενῆ τὸν στρατὸν ἄγων. κυκλωσαμένων δʼ αὐτὸν τῶν Νομάδων ἱππέων ἐπὶ μέν τινα χρόνον ὑπεχώρει καὶ ἐς βραχὺ συνεστέλλετο, ἐνοχλούμενος δὲ ἀνέφευγεν αὖθις ἐς τοὺς λόφους. Ἀσίνιος μὲν δὴ Πολλίων ἀρχομένου τοῦ κακοῦ διέφυγεν ἐπὶ τὸ ἐν Ἰτύκῃ στρατόπεδον σὺν ὀλίγοις, μή τις ἐξ Οὐάρου γένοιτο πρὸς τὴν δόξαν τῆς ἐνταῦθα κακοπραγίας ἐπίθεσις· Κουρίων δὲ φιλοκινδύνως μαχόμενος σὺν ἅπασι τοῖς παροῦσιν ἔπεσεν, ὡς ἐπὶ τῷ Πολλίωνι μηδένα ἄλλον ἐπανελθεῖν ἐς Ἰτύκην.3

当尤巴迫近时,先自传出一条虚假的消息,称因领土遭邻邦蹂躏,尤巴已在相距不远的巴格拉达斯河一带折返,仅在河畔留下了将领萨布拉与少量部众。库里奥笃信此言,于炎炎盛夏的白昼第三时前后,率领军中精锐沿一条沙多无水的道路去击萨布拉;因为冬日的流水即使曾有,也已被烈日炙干,而河流不仅为萨布拉、更为亲临此地的国王本人所控制。库里奥由此大失所望,在疲惫、窒息般的酷热与干渴的折磨下奔上山丘。敌人见他处于这般境地,便整饬军容渡河进攻;库里奥则领着疲弱之师,极为轻率且藐视敌情地迎下山来。游牧骑兵将他合围,他在一段时期内且战且退,收缩结阵于狭小之地,但在困厄之下又复逃向山丘。当灾祸初起时,阿西尼乌斯·波利奥率少数人逃往乌提卡的营地,以防瓦鲁斯在获悉此处惨败的消息后发起袭击;而库里奥则甘冒奇险奋战,与在场所有人一同战死,以致继波利奥之后再无一人返回乌提卡。

语法注3 条
  1. 2744αὐτοκράτωρ ὑπέστη προσαγορευθῆναι

    动词 ὑφίσταμαι 后接不定式 προσαγορευθῆναι,意为“承受/甘愿被欢呼为”。此构词带有批评色彩,表明尽管只是一场小规模骑兵交锋的胜利,库里奥却仍不加推辞地欣然接受了士兵过誉的“统帅”(imperator)欢呼。

  2. 2744καθάπερ αὐτοῖς ἐπιμαρτυρούντων ἀξίως σφῶν αὐτοκράτορας εἶναι

    由 καθάπερ 引导的独立属格结构,分词 ἐπιμαρτυρούντων 的逻辑主语是上下文中的军队(τῶν στρατῶν)。间接反身代词 σφῶν 指向作证的士兵自身,意为证明将军们是“配得上士兵自身”的统帅。

  3. 2745ὡς ἐπὶ τῷ Πολλίωνι μηδένα ἄλλον ἐπανελθεῖν ἐς Ἰτύκην

    由 ὡς 引导后接不定式(ἐπανελθεῖν)的结果从句。介词短语 ἐπὶ τῷ Πολλίωνι 中 ἐπί 搭配与格表示追加或顺接(“在波利奥之外/继波利奥之后”),表明除波利奥及其随从外,其余人众无一生还乌提卡的全军覆没结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2744-2745