← 阿庇安

内战记

§2641-2643

恺撒夺取国库与征服西班牙

加图不战而撤离西西里,恺撒进入罗马控制国库并部署执政人选后进军伊比利亚,在伊莱尔达附近围困阿夫拉尼乌斯与佩特雷乌斯,最终迫使其投降并施以宽仁遣散其军队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2641

καὶ Κάτων μὲν τοσόνδε ἀποκρινάμενος, ὅτι φειδοῖ τῶν ὑπηκόων1 οὐκ ἐνταῦθα αὐτὸν ἀμυνεῖται, διέπλευσεν ἐς Κέρκυραν καὶ ἐκ Κερκύρας ἐς Πομπήιον· ὁ δὲ Καῖσαρ ἐς Ῥώμην ἐπειχθεὶς τόν τε δῆμον, ἐκ μνήμης τῶν ἐπὶ Σύλλα καὶ Μαρίου κακῶν πεφρικότα, ἐλπίσι καὶ ὑποσχέσεσι πολλαῖς ἀνελάμβανε καὶ τοῖς ἐχθροῖς ἐνσημαινόμενος φιλανθρωπίαν εἶπεν, ὅτι καὶ Λεύκιον Δομίτιον ἑλὼν ἀπαθῆ μεθείη μετὰ τῶν χρημάτων· τὰ δὲ κλεῖθρα τῶν δημοσίων ταμιείων ἐξέκοπτε καὶ τῶν δημάρχων ἑνὶ Μετέλλῳ κωλύοντι θάνατον ἠπείλει. τῶν τε ἀψαύστων ἐκίνει χρημάτων,2 ἅ φασιν ἐπὶ Κελτοῖς πάλαι σὺν ἀρᾷ δημοσίᾳ τεθῆναι, μὴ σαλεύειν ἐς μηδέν, εἰ μὴ Κελτικὸς πόλεμος ἐπίοι. ὁ δὲ ἔφη Κελτοὺς αὐτὸς ἐς τὸ ἀσφαλέστατον ἑλὼν λελυκέναι τῇ πόλει τὴν ἀράν. Λέπιδον δὲ Αἰμίλιον ἐφίστη τῇ πόλει καὶ τὸν δήμαρχον Μᾶρκον Ἀντώνιον τῇ Ἰταλίᾳ καὶ τῷ περὶ αὐτὴν στρατῷ. ἔς τε τὰ ἔξω Κουρίωνα μὲν ἀντὶ Κάτωνος ἡρεῖτο ἡγεῖσθαι Σικελίας, Κόιντον δὲ Σαρδοῦς, καὶ ἐς τὴν Ἰλλυρίδα Γάιον Ἀντώνιον ἔπεμπε καὶ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἐπέτρεπε Λικινίῳ Κράσσῳ. ἐκέλευσε δὲ καὶ νεῶν στόλους δύο γίγνεσθαι κατὰ σπουδήν, ἀμφί τε τὸν Ἰόνιον καὶ περὶ τὴν Τυρρηνίαν· καὶ ναυάρχους αὐτοῖς ἔτι γιγνομένοις ἐπέστησεν Ὁρτήσιόν τε καὶ Δολοβέλλαν.

加图仅以此回答:出于对臣民的体恤,他不会在此地抵抗他;随后便乘船前往科尔库拉,又从科尔库拉前往庞培处。恺撒则急赴罗马,民众因忆及苏拉与马略时期的惨祸而战栗不已,恺撒便以诸多希望与许诺予以安抚;为向敌人昭示宽仁,他声明自己即便俘获了卢基乌斯·多米提乌斯,亦连同其财物毫发无损地予以释放。然而,他却砸开了国库的锁,并向出面阻拦的保民官之一梅特卢斯发出死亡威胁。他还动用了那笔不可触动的资金——相传这笔钱很久以前是为防备凯尔特人而设立的,并附有公共诅咒,规定除非凯尔特人发起战争,否则绝不可挪作他用;但恺撒宣称,自己已将凯尔特人彻底降服并置于最稳固的安宁之中,因而为城邦解除了这一诅咒。他任命埃米利乌斯·雷必达主管城邦,任命保民官马可·安东尼掌管意大利及其周边的军队。对于境外事务,他挑选库里奥取代加图统治西西里,任命昆图斯管辖撒丁,派遣盖乌斯·安东尼前往伊利里亚,并将阿尔卑斯山南高卢委付给利基尼乌斯·克拉苏。他还下令紧急建造两支舰队,分别巡弋于伊奥尼亚海与第勒尼安海周围;舰队尚在建造之中,他便任命霍尔滕西乌斯与多拉贝拉为海军指挥官。

§2642

οὕτω κρατυνάμενος ὁ Καῖσαρ ἄβατον Πομπηίῳ γενέσθαι τὴν Ἰταλίαν ἐς Ἰβηρίαν ᾔει, ἔνθα Πετρηίῳ καὶ Ἀφρανίῳ τοῖς Πομπηίου στρατηγοῖς συμβαλὼν ἧττον αὐτῶν ἐφέρετο τά γε πρῶτα, μετὰ δὲ ἀγχωμάλως ἀλλήλοις ἐπολέμουν ἀμφὶ πόλιν Ἰλέρτην. καὶ στρατοπεδεύων ὁ Καῖσαρ ἐπὶ κρημνῶν ἐσιτολόγει διὰ γεφύρας τοῦ Σικόριος ποταμοῦ. χειμάρρου δʼ ἄφνω τὴν γέφυραν καταβαλόντος, ἀνδρῶν τε πλῆθος ἀποληφθὲν ἐν τῇ περαίᾳ διέφθειραν οἱ περὶ τὸν Πετρήιον, καὶ ὁ Καῖσαρ αὐτὸς ἐμόχθει μετὰ τοῦ ἄλλου στρατοῦ πάνυ καρτερῶς ὑπό τε δυσχωρίας καὶ ὑπὸ λιμοῦ καὶ χειμῶνος ἤδη καὶ πολεμίων· οὐδέν τε ἀλλʼ ἢ πολιορκίας ἔργον ἦν,3 μέχρι θέρους ἐπελθόντος ὁ μὲν Ἀφράνιος καὶ ὁ Πετρήιος ἐς τὴν ἐντὸς Ἰβηρίαν ἐχώρουν ἕτερον στρατὸν ἀθροίσοντες. καὶ ὁ Καῖσαρ ἀεὶ προλαμβάνων διετάφρευε τὰς παρόδους καὶ ἐκώλυεν ἐς τὸ πρόσθεν ἰέναι καί τι καὶ μέρος αὐτῶν, προπεμπόμενον ἐς στρατοπέδου κατάληψιν, ἐκυκλώσατο. οἱ δὲ ἐπέθεσαν ταῖς κεφαλαῖς τὰς ἀσπίδας, ὅπερ ἐστὶ σύμβολον ἑαυτοὺς παραδιδόντων. καὶ ὁ Καῖσαρ οὔτε συνέλαβεν οὔτε κατηκόντισεν, ἀλλὰ μεθῆκεν ἀπαθεῖς ἐς τοὺς περὶ τὸν Ἀφράνιον ἀπιέναι, δημοκοπῶν ἐς τοὺς πολεμίους πανταχοῦ. ὅθεν ἐν ταῖς στρατοπεδείαις ἐπιμιξίαι τε εἰς ἀλλήλους ἐγίγνοντο συνεχεῖς καὶ λόγοι περὶ συμβάσεων κατὰ τὸ πλῆθος.

恺撒如此巩固了防务,使庞培无法涉足意大利,随后便进军伊比利亚。在那里,他与庞培的将领佩特雷乌斯和阿夫拉尼乌斯交锋,起初处于下风,但随后在伊莱尔达城周围互有胜负、难分高下。恺撒在峭壁上扎营,通过西科里斯河上的一座桥梁运送补给。然而山洪暴发,突然冲垮了桥梁,留在对岸的大批士兵被佩特雷乌斯部下歼灭,恺撒本人与其余军队亦因地势险恶、饥荒、寒冬来临以及敌人的威胁而陷入极端艰辛的困境。当时的情势无异于一场围攻,直到入夏,阿夫拉尼乌斯与佩特雷乌斯开始撤往伊比利亚内陆以召集另一支军队。恺撒总是抢先一步,在隘道上挖掘壕沟,阻断其前行之路,并包围了对方派遣去抢占营地的一支分队。那些人把盾牌顶在头上,这是投降者的标志。恺撒既未逮捕也未投枪击杀他们,而是放他们毫发无损地返回阿夫拉尼乌斯处,以此在各处笼络敌军民心。因此,在两军营地之间开始频繁往来,大众之中也流传起言和的议论。

§2643

ἤδη δὲ καὶ τῶν ἡγεμόνων Ἀφρανίῳ μὲν καὶ ἑτέροις ἐδόκει τῆς Ἰβηρίας ἐκστῆναι Καίσαρι καὶ ἀπαθεῖς ἐς Πομπήιον ἀπιέναι, Πετρήιος δὲ ἀντέλεγε καὶ περιθέων ἀνὰ τὸ στρατόπεδον ἔκτεινεν, ὅσους εὑρίσκοι κατὰ τὴν ἐπιμιξίαν τῶν Καίσαρος, τῶν τε ἰδίων ἡγεμόνων ἐνιστάμενόν τινα αὐτοχειρὶ διεχρήσατο· ἐξ ὧν ἔτι μᾶλλον ἀχθόμενοι τῷ σκυθρωπῷ τοῦ Πετρηίου, ἐς τὸ φιλάνθρωπον τοῦ Καίσαρος ἐτρέποντο ταῖς γνώμαις. ἐπεὶ δέ που καὶ τὴν ὑδρείαν αὐτῶν προύλαβεν ὁ Καῖσαρ, ἐν ἀμηχάνῳ γενόμενος ὁ Πετρήιος ἐς λόγους τῷ Καίσαρι συνῄει μετὰ Ἀφρανίου, ἐφορώντων αὐτοὺς τῶν στρατῶν ἑκατέρωθεν. καὶ συνέβησαν ὁ μὲν ἐκστῆναι τῆς Ἰβηρίας τῷ Καίσαρι, ὁ δὲ Καῖσαρ αὐτοὺς ἀπαθεῖς ἐπὶ τὸν Οὐᾶρον ποταμὸν διαγαγεῖν4 καὶ ἀπὸ τοῦδε χωροῦντας ἐς Πομπήιον ἐᾶν. γενόμενος δʼ ὁ Καῖσαρ ἐπὶ τοῦδε τοῦ ποταμοῦ συνήγαγεν αὐτῶν ἐς ἐπήκοον, ὅσοι ἦσαν ἔκ τε Ῥώμης καὶ Ἰταλίας, καὶ ἐδημηγόρησεν ὧδε· “ὑμῶν, ὦ πολέμιοι (τῷδε γὰρ ἔτι τῷ ῥήματι χρώμενος ἐναργεστέραν ὑμῖν τὴν ἐμαυτοῦ γνώμην ποιήσω), οὔτε τοὺς προπεμφθέντας ἐς τὴν κατάληψιν τοῦ στρατοπέδου, οἳ σφᾶς ἐμοὶ παρέδοσαν, διέφθειρα οὔτε τὸν ἄλλον ὑμῶν στρατόν, λαβὼν τὰ ὑδρεύματα, Πετρηίου ἐκ τῶν ἐμῶν τοὺς ὑπὲρ τὸν Σίκοριν ποταμὸν ἀποληφθέντας προανελόντος. εἰ δή τις ἔστι μοι παρʼ ὑμῶν ὑπὲρ τούτων χάρις, φράζετε αὐτὰ τοῖς Πομπηίου στρατιώταις ἅπασι.” τοσάδε εἰπὼν τοὺς μὲν ἀπέλυεν ἀπαθεῖς, αὐτὸς δὲ τῆς Ἰβηρίας ἀπέφαινεν ἡγεῖσθαι Κάσσιον Κόιντον.

不久,将领之中阿夫拉尼乌斯等人亦主张将伊比利亚让给恺撒,自身平安前往投奔庞培,但佩特雷乌斯坚决反对;他在营地中四处巡视,凡在往来中发现的恺撒士兵一律诛杀,甚至亲手处决了一名出面阻拦的本方军官。士兵们由此对佩特雷乌斯的冷酷愈发反感,心意转而倾向于恺撒的宽厚。当恺撒又抢占了他们的取水处后,陷入绝境的佩特雷乌斯遂同阿夫拉尼乌斯一道与恺撒会谈,两军将士在两侧瞩目观看。双方达成协议:由对方将伊比利亚让给恺撒,而恺撒则护送他们毫发无损地抵达瓦鲁斯河,并准许他们从那里前往庞培处。恺撒抵达该河后,将他们当中凡来自罗马及意大利的人召集到听力所及之处,并如此发表演说:“敌人们——因为我仍使用这一称呼,方能向你们更加鲜明地展示我的本心——你们被派去抢占营地并向我投降的先遣队,我并未杀戮;当夺取了取水点后,我也未曾加害你们其余的军队,尽管佩特雷乌斯此前曾斩杀了那些被阻隔在西科里斯河对岸的我军士兵。如果你们对此对我怀有任何感激之情,便请将这些话转告给庞培的所有士兵吧。”说完这些,他便放他们毫发无损地离去,自己则任命昆图斯·卡西乌斯掌管伊比利亚。

语法注4 条
  1. 2641φειδοῖ τῶν ὑπηκόων

    φειδοῖ 是第三变格名词 φειδώ(体恤、怜惜)的单数与格收缩形式,在此作原因或动机与格(“出于对臣民的体恤”)。其后的属格 τῶν ὑπηκόων 作 φειδοῖ 的宾格性属格。

  2. 2641τῶν τε ἀψαύστων ἐκίνει χρημάτων

    动词 κινέω 通常接直接宾格,但此处与属格 τῶν ἀψαύστων χρημάτων 搭配,构成部分属格用法(“动用了不可触动的资金的一部分”)。

  3. 2642οὐδέν τε ἀλλʼ ἢ πολιορκίας ἔργον ἦν

    惯用短语 οὐδὲν ἄλλο ἤ(“无非是……”、“正是……”)省略 ἄλλο 的形式。与表语属格 πολιορκίας 及 ἔργον 连用,表示“局势完全无异于围攻战”。

  4. 2643καὶ συνέβησαν ὁ μὲν ἐκστῆναι τῆς Ἰβηρίας τῷ Καίσαρι, ὁ δὲ Καῖσαρ αὐτοὺς ἀπαθεῖς ἐπὶ τὸν Οὐᾶρον ποταμὸν διαγαγεῖν

    由限定动词 συνέβησαν(“他们达成协议”)统辖的两个不定式从属结构,主语形成了对比性转换。前半句以主格 ὁ μέν(代表敌方将领一方)作不定式 ἐκστῆναι 的主语,后半句则以主格 ὁ δὲ Καῖσαρ 作为不定式 διαγαγεῖν 与 ἐᾶν 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2641-2643