← 阿庇安

内战记

§2638-2640

庞培撤至伊庇鲁斯与恺撒出兵西班牙

恺撒在科尔菲尼乌姆俘获并释放了多米提乌斯,而庞培则率执政官及余部从布伦特西乌姆撤退至都拉基乌姆。恺撒在布置意大利要冲防务的同时,为免后顾之忧决定先进军伊比利亚消灭庞培驻军,并派兵占领撒丁和西西里。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2638

ὁ δὲ Καῖσαρ ἐν Κορφινίῳ Λεύκιον Δομίτιον τὸν ἐπιπεμφθέντα οἱ τῆς ἀρχῆς εἶναι διάδοχον καταλαβών, οὐ πάντας ἀμφʼ αὑτὸν ἔχοντα τοὺς τετρακισχιλίους, ἐπολιόρκει· καὶ οἱ τὸ Κορφίνιον οἰκοῦντες φεύγοντα τὸν Δομίτιον ἀμφὶ τὰς πύλας καταλαβόντες τῷ Καίσαρι προσήγαγον. ὁ δὲ τὴν μὲν στρατιὰν αὐτοῦ προστιθεμένην οἱ προθύμως ἐδέχετο ἐς ἐρέθισμα τῶν ἄλλων, Δομίτιον δʼ αὐτὸν ἀπαθῆ μετὰ τῶν ἑαυτοῦ χρημάτων μεθῆκεν ὅποι βούλοιτο ἀπιέναι, ἐλπίσας μὲν ἴσως διὰ τὴν εὐποιίαν παραμενεῖν, οὐ κωλύσας δʼ ἐς Πομπήιον ἰόντα.1 γιγνομένων δὲ τούτων οὕτως ὀξέως, ὁ Πομπήιος ἐς Νουκερίαν ἐκ Καπύης καὶ ἐκ Νουκερίας ἐς Βρεντέσιον ἠπείγετο, ὡς τὸν Ἰόνιον διαβαλῶν ἐς Ἤπειρον καὶ τοῦ πολέμου τὴν παρασκευὴν συστήσων ἐν αὐτῇ. ἔθνεσί τε πᾶσι καὶ βασιλεῦσι καὶ πόλεσι καὶ στρατηγοῖς καὶ δυνάσταις ἔγραφε κατὰ σπουδήν, ὅ τι δύναιτο ἕκαστος, ἐς τὸν πόλεμον συμφέρειν. καὶ τάδε μὲν ἀθρόως ἐγίνετο, ὁ δʼ ἴδιος αὐτοῦ Πομπηίου στρατὸς ἦν ἐν Ἰβηρίᾳ καὶ παρασκευῆς εἶχεν ὡς ὁρμήσων, ὅπῃ ποτʼ ἂν αἱ χρεῖαι καλῶσιν.

恺撒在科尔菲尼乌姆追上了被派来接替其职务的卢基乌斯·多米提乌斯,当时多米提乌斯身边并未集结齐全部四千名士兵,恺撒遂将其包围;科尔菲尼乌姆的居民在城门附近捕获了正欲逃跑的多米提乌斯,并押送到恺撒面前。恺撒欣然接纳了主动归顺的多米提乌斯的军队,以激励其他人,而对多米提乌斯本人则未加伤害,允许其携带自身资财前往任何想去的地方;他或许希望借此恩惠使其留下,但当他前去投奔庞培时亦未加阻拦。这些事情发生得如此神速,庞培则急忙从卡普亚赶赴努凯里亚,又从努凯里亚赶赴布伦特西乌姆,打算渡过伊奥尼亚海前往伊庇鲁斯,并在那里部署战备。他火速写信给所有部族、诸王、城邦、将领和统治者,要求各自竭尽所能为战争运送物资。这些事正大规模展开,而庞培自己的军队则在伊比利亚,整装待发,随时准备奔赴需要召唤的地方。

§2639

αὐτὸς δʼ ὁ Πομπήιος τῶν ἀμφʼ αὑτὸν ἤδη τελῶν τὰ μὲν ἔδωκε τοῖς ὑπάτοις προαπάγειν ἐς Ἤπειρον ἐκ Βρεντεσίου, καὶ διέπλευσαν οἵδε αὐτίκα ἀσφαλῶς ἐς Δυρράχιον· ἣν Ἐπίδαμνόν τινες εἶναι νομίζουσι διὰ τοιάνδε ἄγνοιαν. βασιλεὺς τῶν τῇδε βαρβάρων, Ἐπίδαμνος, πόλιν ᾤκισεν ἐπὶ θαλάσσης καὶ ἀφʼ ἑαυτοῦ προσεῖπεν Ἐπίδαμνον. τούτου θυγατριδοῦς Δύρραχος, νομιζόμενος εἶναι Ποσειδῶνος, ἐπίνειον ᾤκισε τῇ πόλει καὶ Δυρράχιον ὠνόμασε. πολεμουμένῳ δʼ ὑπὸ τῶν ἀδελφῶν τῷδε τῷ Δυρράχῳ συνεμάχησεν ὁ Ἡρακλῆς ἐπὶ μέρει τῆς γῆς, ἐξ Ἐρυθείας ἐπανιών· ὅθεν οἱ Δυρράχιοι τὸν Ἡρακλέα, ὡς μερίτην τῆς γῆς, οἰκιστὴν σφῶν τίθενται, οὐκ ἀρνούμενοι μὲν οὐδὲ τὸν Δύρραχον, φιλοτιμούμενοι δʼ ὑπὲρ σφῶν ἐς τὸν Ἡρακλέα μᾶλλον ὡς ἐς θεόν. φασὶ δʼ ἐν τῇ μάχῃ τῇδε Δυρράχου παῖδα Ἰόνιον ὑφʼ Ἡρακλέους ἐξ ἀγνοίας ἀποθανεῖν καὶ τὸν Ἡρακλέα τὸ σῶμα θάψαντα ἐμβαλεῖν ἐς τὸ πέλαγος, ἵνα ἐπώνυμον αὐτοῦ γένοιτο. χρόνῳ δὲ τῆς τε χώρας καὶ πόλεως κατασχεῖν Βρίγας ἐκ Φρυγῶν ἐπανελθόντας καὶ Ταυλαντίους ἐπʼ ἐκείνοις, Ἰλλυρικὸν ἔθνος, ἐπὶ δὲ τοῖς Ταυλαντίοις ἕτερον γένος Ἰλλυριῶν Λιβυρνούς, οἳ τὰ περίοικα νηυσὶ ταχείαις ἐληίζοντο· καὶ Λιβυρνίδας ἐντεῦθεν ἡγοῦνται Ῥωμαῖοι τὰς ναῦς τὰς ταχείας, ὧν ἄρα πρώτων ἐς πεῖραν ἦλθον. οἱ δʼ ἐκ τῶν Λιβυρνῶν ἐξελαθέντες ἀπὸ τοῦ Δυρραχίου Κερκυραίους ἐπαγόμενοι θαλασσοκρατοῦντας ἐξέβαλον τοὺς Λιβυρνούς· καὶ αὐτοῖς οἱ Κερκυραῖοι σφετέρους ἐγκατέμιξαν οἰκήτορας, ὅθεν Ἑλληνικὸν εἶναι δοκεῖ τὸ ἐπίνειον. τὴν δʼ ἐπίκλησιν ὡς οὐκ αἴσιον ἐναλλάξαντες οἱ Κερκυραῖοι καὶ τήνδε ἀπὸ τῆς ἄνω πόλεως Ἐπίδαμνον ἐκάλουν,2 καὶ Θουκυδίδης οὕτως ὠνόμαζεν· ἐκνικᾷ δʼ ὅμως τὸ ὄνομα, καὶ Δυρράχιον κληίζεται.

庞培本人将当时随身军团的一部分交给两位执政官,令他们先行从布伦特西乌姆运往伊庇鲁斯,这些人随即平安渡海抵达都拉基乌姆;由于如下的无知,有些人认为此地便是埃庇达姆诺斯。当地蛮族的一位国王埃庇达姆诺斯在海滨建城,并以自己的名字命名为埃庇达姆诺斯。他的外孙都拉科斯被认为是波塞冬之子,为该城修建了一处港口,命名为都拉基乌姆。当这位都拉科斯受到其兄弟们的围攻时,从厄律忒亚返回的赫拉克勒斯为了换取一部分土地而与他结盟作战;因此都拉基乌姆人将赫拉克勒斯视为土地的共享者并奉为奠基始祖,他们固然不否认都拉科斯,但出于自豪,更倾向于推崇作为神祇的赫拉克勒斯。相传在这场战斗中,都拉科斯之子伊奥尼乌斯因赫拉克勒斯的误判而丧命,赫拉克勒斯为其尸体举行葬礼后将其抛入大海,使那片海域以他命名。后来,从弗里吉亚返回的布里格斯人占领了这片土地和城市,继他们之后是伊利里亚部族的陶兰提人,再后则是伊利里亚的另一支族群利布尔尼人,他们以快速船只在近海劫掠;罗马人由此将快速战船称为利布尔那,因为这是他们最初接触到的船型。但那些被利布尔尼人驱逐出都拉基乌姆的人引来了掌握制海权的科尔库拉人,将利布尔尼人逐出;科尔库拉人在他们中间掺入了本族移民,因此该海港被视为希腊城镇。科尔库拉人认为原名不吉利而加以更改,参照上城的名字亦将其称为埃庇达姆诺斯,修昔底德也是这样称呼它的;然而原名最终占了上风,如今仍被称为都拉基乌姆。

§2640

οἱ μὲν δὴ μετὰ τῶν ὑπάτων διεπεπλεύκεσαν ἐς τὸ Δυρράχιον, ὁ δὲ Πομπήιος τὸν ὑπόλοιπον στρατὸν ἐς τὸ Βρεντέσιον ἀγαγὼν τάς τε ναῦς ἀνέμενεν ἐπανελθεῖν, αἳ τοὺς ὑπάτους διέφερον, καὶ τὸν Καίσαρα ἐπελθόντα ἀπὸ τῶν τειχῶν ἠμύνετο τήν τε πόλιν διετάφρευε, μέχρι καταπλεύσαντος αὐτῷ τοῦ στόλου περὶ δείλην ἑσπέραν ἀπέπλευσε, τοὺς εὐτολμοτάτους ἐπὶ τῶν τειχῶν ὑπολιπών· οἳ καὶ αὐτοὶ νυκτὸς ἐρχομένης ἐξέπλεον οὐρίῳ πνεύματι. καὶ Πομπήιος μὲν ὧδε μετὰ τοῦ στρατοῦ παντὸς ἐς Ἤπειρον ἐκλιπὼν τὴν Ἰταλίαν διεπέρα· ὁ δὲ Καῖσαρ ἠπόρει μέν, ὅπῃ τραπείη καὶ ὅθεν ἄρξαιτο τοῦ πολέμου, τὴν ὁρμὴν πανταχόθεν οὖσαν ἐς τὸν Πομπήιον ὁρῶν, δείσας δὲ τοῦ Πομπηίου τὸν ἐν Ἰβηρίᾳ στρατόν, πολύν τε ὄντα καὶ χρόνῳ γεγυμνασμένον, μή οἱ διώκοντι τὸν Πομπήιον κατόπιν ἐπιγένοιτο,3 τόνδε μὲν αὐτὸς ἔγνω προκαθελεῖν ἐς Ἰβηρίαν ἐλάσας, τὴν δὲ δύναμιν ἐς πέντʼ ἐπιδιῄρει. καὶ τοὺς μὲν ἐν τῷ Βρεντεσίῳ, τοὺς δʼ ἐν Ὑδροῦντι κατέλιπε, τοὺς δʼ ἐν Τάραντι, φύλακας εἶναι τῆς Ἰταλίας. ἑτέρους δʼ ἔπεμπεν ἅμα Κοΐντῳ Οὐαλερίῳ, Σαρδὼ τὴν νῆσον καταλαβεῖν πυροφοροῦσαν· καὶ κατέλαβον. Ἀσίνιός τε Πολλίων ἐς Σικελίαν πεμφθείς, ἧς ἡγεῖτο Κάτων, πυνθανομένῳ τῷ Κάτωνι, πότερα τῆς βουλῆς ἢ τοῦ δήμου δόγμα φέρων ἐς ἀλλοτρίαν ἀρχὴν ἐμβάλλοι, ὧδε ἀπεκρίνατο· “ὁ τῆς Ἰταλίας κρατῶν ἐπὶ ταῦτά με ἔπεμψε.”

跟随执政官的人已渡海到达都拉基乌姆,庞培则率领其余军队退驻布伦特西乌姆,一面等待运送执政官的船只返回,一面依托城墙抵御逼近的恺撒,并挖掘壕沟隔断城区;直到舰队在傍晚时分返抵,庞培留下最勇敢的士兵留守城墙,自己扬帆启航;那些留守者也在黑夜降临时乘顺风驶离。 庞培就这样率领全军弃守意大利,渡海前往伊庇鲁斯。恺撒则眼见各方声势皆倒向庞培,一时不知该转向何方、从何处着手开战;但他畏惧庞培在伊比利亚的那支庞大且久经训练的军队,担心在追击庞培时这支部队会从后方突袭,于是决定亲自进军伊比利亚,先消灭这支敌军,并将自己的兵力一分为五。他将一部分兵力留在布伦特西乌姆,一部分留在许德鲁斯,一部分留在塔兰托,以作为意大利的守卫。他又派昆图斯·瓦勒里乌斯率另一支部队去占领盛产粮食的撒丁岛,他们遂占领了该岛。被派往加图所治理的西西里的阿西尼乌斯·波利奥,在加图质问他是奉元老院法令还是民众法令侵入他人管区时,如此答道:“统治意大利的人派遣我来执行此项使命。”

语法注3 条
  1. 2638ἐλπίσας μὲν ἴσως διὰ τὴν εὐποιίαν παραμενεῖν, οὐ κωλύσας δʼ ἐς Πομπήιον ἰόντα

    不定式 παραμενεῖν 在句意上的逻辑主语依上下文为多米提乌斯。随后的分词 ἰόντα 为阳性单数宾格,与主谓动词 κωλύσας 的隐含宾语(多米提乌斯)一致,构成“未阻拦他前去投奔庞培”之结构。

  2. 2639τὴν δʼ ἐπίκλησιν ὡς οὐκ αἴσιον ἐναλλάξαντες οἱ Κερκυραῖοι καὶ τήνδε ἀπὸ τῆς ἄνω πόλεως Ἐπίδαμνον ἐκάλουν

    名词短语 τὴν ἐπίκλησιν 是分词 ἐναλλάξαντες 的直接宾语,被前置于句首作为话题化成分。此外,καὶ τήνδε(“该港口亦……”)为阴性单数宾格指示代名词,指代外港,与上方的内陆城(τῆς ἄνω πόλεως)相对照,在与 Ἐπίδαμνον 构成的双重宾格结构中担任宾语。

  3. 2640δείσας δὲ τοῦ Πομπηίου τὸν ἐν Ἰβηρίᾳ στρατόν, πολύν τε ὄντα καὶ χρόνῳ γεγυμνασμένον, μή οἱ διώκοντι τὸν Πομπήιον κατόπιν ἐπιγένοιτο

    紧随表恐惧的动词之后的 τοῦ Πομπηίου τὸν ἐν Ἰβηρίᾳ στρατόν 属于预取结构(prolepsis):从语义上看,它是从属分句 μή... ἐπιγένοιτο 的逻辑主语,但被提前置于主句直接宾语的位置。此外,代词 οἱ 为第三人称单数与格(指恺撒),与分词 διώκοντι 一致,作动词 ἐπιγένοιτο 的不利与格(“在追击庞培时突袭于他”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2638-2640