- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2535-2537
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒渡过卢比孔河袭取阿里米努姆并向意大利挺进,罗马城内元老院与民众陷入恐慌,庞培与执政官遂弃城出走以集结军队。
τοὺς οὖν λοχαγοὺς αὐτῶν σὺν ὀλίγοις τοῖς μάλιστα εὐτολμοτάτοις, εἰρηνικῶς ἐσταλμένοις, προύπεμπεν ἐσελθεῖν ἐς Ἀρίμινον καὶ τὴν πόλιν ἄφνω καταλαβεῖν· ἡ δʼ ἐστὶν Ἰταλίας πρώτη μετὰ τὴν Γαλατίαν. αὐτὸς δὲ περὶ ἑσπέραν, ὡς δὴ τὸ σῶμα ἐνοχλούμενος, ὑπεχώρησε τοῦ συμποσίου, τοὺς φίλους ἀπολιπὼν ἔτι ἑστιᾶσθαι καὶ ζεύγους ἐπιβὰς ἤλαυνεν ἐς τὸ Ἀρίμινον, ἑπομένων οἱ τῶν ἱππέων ἐκ διαστήματος. δρόμῳ δʼ ἐλθὼν ἐπὶ τὸν Ῥουβίκωνα ποταμόν, ὃς ὁρίζει τὴν Ἰταλίαν, ἔστη τοῦ δρόμου καὶ ἐς τὸ ῥεῦμα ἀφορῶν περιεφέρετο τῇ γνώμῃ, λογιζόμενος ἕκαστα τῶν ἐσομένων κακῶν, εἰ τόνδε τὸν ποταμὸν σὺν ὅπλοις περάσειε. καὶ πρὸς τοὺς παρόντας εἶπεν ἀνενεγκών· “ἡ μὲν ἐπίσχεσις, ὦ φίλοι, τῆσδε τῆς διαβάσεως ἐμοὶ κακῶν ἄρξει, ἡ δὲ διάβασις πᾶσιν ἀνθρώποις.” καὶ εἰπὼν οἷά τις ἔνθους ἐπέρα σὺν ὁρμῇ, τὸ κοινὸν τόδε ἐπειπών· “ὁ κύβος ἀνερρίφθω.”1 δρόμῳ δʼ ἐντεῦθεν ἐπιὼν Ἀρίμινόν τε αἱρεῖ περὶ ἕω καὶ ἐς τὸ πρόσθεν ἐχώρει, φρούρια τοῖς ἐπικαίροις ἐφιστὰς καὶ τὰ ἐν ποσὶν ἢ βίᾳ χειρούμενος ἢ φιλανθρωπίᾳ. φυγαί τε καὶ μεταναστάσεις ἦσαν ἐκ πάντων χωρίων ὡς ἐν ἐκπλήξει καὶ δρόμος ἀσύντακτος μετʼ οἰμωγῆς, τό τε ἀκριβὲς οὐκ εἰδότες καὶ τὸν Καίσαρα νομίζοντες2 μετʼ ἀπείρου στρατοῦ κατὰ κράτος ἐλαύνειν.
于是恺撒派遣麾下的百夫长们率领少数极勇敢之人,着便装先行出发,潜入阿里米努姆并猝然占领该城;此城是自高卢进入意大利后的第一座城镇。他本人则在傍晚时分托病佯称身体不适,自宴席引退,任由友人继续饮宴,自己乘坐一辆双马战车驰往阿里米努姆,骑兵队在身后隔着一段距离相随。他疾行抵达作为意大利界河的卢比孔河时,停下了脚步,凝视着河水,心神反复不定,推算着一旦携兵刃渡过此河将引发的种种祸患。他平复心绪,对身旁之人说道:“朋友们,若止步不渡此河,将是我灾祸的开端;而若渡过此河,则将是全人类灾祸的开端。”说罢,宛如神附其体般奋力冲过河去,并喊出了那句流传的名言:“骰子已经掷下。”自此他疾行推进,黎明时分攻克阿里米努姆,随即继续向前挺进,在要害之地派驻要塞守军,对沿途所遇之处或以武力制服,或以宽厚安抚。各地民众陷入恐慌,纷起逃窜迁徙,哭号着溃乱奔逃,因为他们不知虚实,以为恺撒正统率无穷无尽的大军全力压境。
ὧν οἱ ὕπατοι πυνθανόμενοι τὸν Πομπήιον οὐκ εἴων ἐπὶ τῆς ἑαυτοῦ γνώμης ἐμπειροπολέμως εὐσταθεῖν, ἀλλʼ ἐξώτρυνον ἐκπηδᾶν ἐς τὴν Ἰταλίαν καὶ στρατολογεῖν ὡς τῆς πόλεως καταληφθησομένης αὐτίκα. ἥ τε ἄλλη βουλή, παρὰ δόξαν αὐτοῖς ὀξείας τῆς ἐσβολῆς τοῦ Καίσαρος γενομένης, ἐδεδοίκεσαν3 ἔτι ὄντες ἀπαράσκευοι καὶ σὺν ἐκπλήξει μετενόουν οὐ δεξάμενοι τὰς Καίσαρος προκλήσεις, τότε νομίζοντες εἶναι δικαίας, ὅτε σφᾶς ὁ φόβος ἐς τὸ εὔβουλον ἀπὸ τοῦ φιλονίκου μετέφερε. τέρατά τε αὐτοῖς ἐπέπιπτε πολλὰ καὶ σημεῖα οὐράνια· αἷμά τε γὰρ ἔδοξεν ὁ θεὸς ὗσαι καὶ ξόανα ἱδρῶσαι καὶ κεραυνοὶ πεσεῖν ἐπὶ νεὼς πολλοὺς καὶ ἡμίονος τεκεῖν· ἄλλα τε πολλὰ δυσχερῆ προεσήμαινε τὴν ἐς ἀεὶ τῆς πολειτείας ἀναίρεσίν τε καὶ μεταβολήν. εὐχαὶ δὲ ὡς ἐπὶ φοβεροῖς προυγράφοντο, καὶ ὁ δῆμος ἐν μνήμῃ τῶν Μαρίου καὶ Σύλλα κακῶν γιγνόμενος ἐκεκράγει Καίσαρα καὶ Πομπήιον ἀποθέσθαι τὰς δυναστείας ὡς ἐν τῷδε μόνῳ τοῦ πολέμου λυθησομένου, Κικέρων δὲ καὶ πέμπειν ἐς Καίσαρα διαλλακτάς.
执政官们获悉此事后,不容庞培依凭其宿将的见识保持沉着从容,反而催促他火速奔赴意大利各地征兵,仿佛罗马城立刻就会失陷一般。元老院其余议员见恺撒的进犯出奇迅疾,由于尚无准备而陷入惊恐,惊惶之下悔恨当初未接受恺撒的提议;正当恐惧将他们从好勇斗狠引向审慎之时,他们方才认为那些要求合情合理。其时许多异象与天兆亦降临于他们:仿佛天降血雨,木雕神像出汗,雷电击中多处神殿,骡子产仔;还有许多其他险恶之兆预示着国家体制将遭受永久的颠覆与剧变。如同面临危难一般,城中颁布祈祷令;民众回想起马略与苏拉引发的惨祸,大声呼吁恺撒与庞培放下权位,认为唯有如此战争方能消解;西塞罗甚至主张遣使前往恺撒处调停。
ἀντιπραττόντων δʼ ἐς ἅπαντα τῶν ὑπάτων, Φαώνιος μὲν Πομπήιον ἐπισκώπτων τοῦ ποτὲ λεχθέντος ὑπʼ αὐτοῦ, παρεκάλει τὴν γῆν πατάξαι τῷ ποδὶ καὶ τὰ στρατόπεδα ἐξ αὐτῆς ἀναγαγεῖν· ὁ δὲ “ἕξετε,” εἶπεν, “ἂν ἐπακολουθῆτέ μοι καὶ μὴ δεινὸν ἡγῆσθε τὴν Ῥώμην ἀπολιπεῖν, καὶ εἰ τὴν Ἰταλίαν ἐπὶ τῇ Ῥώμῃ δεήσειεν.” οὐ γὰρ τὰ χωρία καὶ τὰ οἰκήματα4 τὴν δύναμιν ἢ τὴν ἐλευθερίαν εἶναι τοῖς ἀνδράσιν, ἀλλὰ τοὺς ἄνδρας, ὅπῃ ποτʼ ἂν ὦσιν, ἔχειν ταῦτα σὺν ἑαυτοῖς· ἀμυνομένους δʼ ἀναλήψεσθαι καὶ τὰ οἰκήματα. ὁ μὲν δὴ τοσάδε εἰπὼν καὶ ἀπειλήσας τοῖς ἐπιμένουσιν, εἰ φειδοῖ χωρίων ἢ κατασκευῆς ἀπολελείψονται τῶν ὑπὲρ τῆς πατρίδος ἀγώνων, ἐξῄει τῆς τε βουλῆς καὶ τῆς πόλεως αὐτίκα ἐς τὴν ἐν Καπύῃ στρατιάν, καὶ οἱ ὕπατοι συνείποντο αὐτῷ· τοὺς ἄλλους δʼ ἀπορία τε ἐς πολὺ κατεῖχε, καὶ διενυκτέρευον ἐν τῷ βουλευτηρίῳ μετʼ ἀλλήλων. ἅμα δʼ ἡμέρᾳ τὸ πλέον ὅμως ἐξῄει καὶ ἐδίωκε τὸν Πομπήιον.
但在执政官全面反对的情况下,法沃尼乌斯借庞培昔日口出的大言加以讥刺,催促他用脚跺地,将大军从地底唤将出来。庞培则答道:“只要你们跟随我,不把放弃罗马视为可怖之事,你们就会拥有军队,哪怕继罗马之后必须放弃整个意大利亦然。因为对于男子而言,力量与自由并非在于城池与房舍,而是无论身在何处,男子自身皆携带着这些品质;只要奋起抗争,房舍亦将得以收复。”他说完这番话,并威吓那些滞留不去者,若因吝惜地产或资财而逃避为祖国而战的斗争必受惩处,随即便径直离开元老院与罗马城,前往卡普亚的军队中去;执政官们亦随他同行。其余的人则久久陷入茫然困顿,一同在议事堂内通宵达旦。然而天明之时,大多数人依然出城追随庞培而去。
- 2535ὁ κύβος ἀνερρίφθω
ἀνερρίφθω 为动词 ἀναρρίπτω 的完成时被动态第三人称单数命令语气,意为“让骰子被掷下吧”(相当于拉丁语“alea iacta esto”)。此处并非叙述既成事实,而是表示做出不可逆的决断并将结果交由命运的意志。
- 2535τό τε ἀκριβὲς οὐκ εἰδότες καὶ τὸν Καίσαρα νομίζοντες
前文的主语为抽象名词与动作名词(φυγαί“逃窜”、μεταναστάσεις“迁徙”、δρόμος“奔逃”),而分词 εἰδότες 与 νομίζοντες 却为阳性复数主格。此属意义一致(constructio ad sensum),分词在性与数上与这些动作所暗示的逃难民众保持一致。
- 2536ἥ τε ἄλλη βουλή ... ἐδεδοίκεσαν
单数集合名词 ἥ τε ἄλλη βουλή(其余元老院)与复数谓语动词 ἐδεδοίκεσαν(过去完成时主动第三人称复数)搭配。此为意义一致(constructio ad sensum / synesis)的用例,动词的数取决于集合名词所指的议员个体。
- 2537οὐ γὰρ τὰ χωρία καὶ τὰ οἰκήματα τὴν δύναμιν ἢ τὴν ἐλευθερίαν εἶναι τοῖς ἀνδράσιν, ἀλλὰ τοὺς ἄνδρας, ὅπῃ ποτʼ ἂν ὦσιν, ἔχειν ταῦτα σὺν ἑαυτοῖς· ἀμυνομένους δʼ ἀναλήψεσθαι καὶ τὰ οἰκήματα
此句承接前文庞培的直接引语,在没有明引言语动词的情况下转入间接引语。不定式 εἶναι、ἔχειν 与 ἀναλήψεσθαι 分别统领宾格主语(τὰ χωρία καὶ τὰ οἰκήματα / τοὺς ἄνδρας / 隐含的复数主语),构成宾格加不定式结构,展开阐述庞培的主张与论据。
