- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2532-2534
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒抵达拉文纳后向元老院致信提出妥协方案却遭断然拒绝,元老院任命多米提乌斯为其继任者。新任保民官安东尼等人亦遭驱逐并潜逃投奔恺撒,双方随之彻底决裂宣战,恺撒遂决意率本部精锐轻兵先发制人进军意大利。
ὁ δʼ ἄρτι τὸν ὠκεανὸν ἐκ Βρεττανῶν διεπεπλεύκει καὶ ἀπὸ Κελτῶν τῶν ἀμφὶ τὸν Ῥῆνον τὰ ὄρη τὰ Ἄλπεια διελθὼν σὺν πεντακισχιλίοις πεζοῖς καὶ ἱππεῦσι τριακοσίοις κατέβαινεν ἐπὶ Ῥαβέννης, ἣ συναφής τε ἦν τῇ Ἰταλίᾳ καὶ τῆς Καίσαρος ἀρχῆς τελευταία. φιλοφρονησάμενος δὲ τὸν Κουρίωνα καὶ χάριν ὑπὲρ τῶν γεγονότων ὁμολογήσας ἐσκόπει περὶ τῶν παρόντων. Κουρίωνι μὲν δὴ συγκαλεῖν ἐδόκει τὸν στρατὸν ἅπαντα ἤδη καὶ ἄγειν ἐπὶ Ῥώμης, Καίσαρι δʼ ἔτι πειρᾶσθαι διαλύσεων. τοὺς οὖν φίλους ἐκέλευεν ὑπὲρ αὑτοῦ συμβῆναι, τὰ μὲν ἄλλα αὐτὸν ἔθνη καὶ στρατόπεδα ἀποθήσεσθαι, μόνα δʼ ἕξειν δύο τέλη καὶ τὴν Ἰλλυρίδα μετὰ τῆς ἐντὸς Ἄλπεων Γαλατίας, ἕως ὕπατος ἀποδειχθείη.1 καὶ Πομπηίῳ μὲν ἀρκεῖν ἐδόκει, κατακωλυόντων δὲ τῶν ὑπάτων ὁ Καῖσαρ ἐπέστελλε τῇ βουλῇ, καὶ τὴν ἐπιστολὴν ὁ Κουρίων, τρισὶν ἡμέραις τριακοσίους ἐπὶ δισχιλίοις σταδίους διαδραμών, ἐπέδωκε τοῖς νέοις ὑπάτοις ἐσιοῦσιν ἐς τὸ βουλευτήριον τῇ νουμηνίᾳ τοῦ ἔτους. περιεῖχε δʼ ἡ γραφὴ κατάλογόν τε σεμνὸν ὧν ἐξ ἀρχῆς ὁ Καῖσαρ ἐπεπράχει, καὶ πρόκλησιν, ὅτι θέλοι Πομπηίῳ συναποθέσθαι, ἄρχοντος δʼ ἔτι ἐκείνου οὔτε ἀποθήσεσθαι καὶ τιμωρὸς αὐτίκα τῇ τε πατρίδι καὶ ἑαυτῷ κατὰ τάχος ἀφίξεσθαι. ἐφʼ ᾧ δὴ σφόδρα πάντες ἀνέκραγον, ὡς ἐπὶ πολέμου καταγγελίᾳ, διάδοχον εἶναι Λεύκιον Δομίτιον.2 καὶ ὁ Δομίτιος εὐθὺς ἐξῄει μετὰ τετρακισχιλίων ἐκ καταλόγου.
恺撒刚从不列颠渡过大洋,又率领五千步兵和三百骑兵从莱茵河一带的高卢人地域翻越阿尔卑斯山,下抵拉文纳;此地与意大利接壤,是他统治辖区的极界。他热情款待了库里奥,对过往所为表示谢意后,便考虑眼下的局势。库里奥主张立即召集全部军队向罗马进军,但恺撒却认为仍应尝试达成和解。于是他命令友人代表自己缔结条约:他愿意交出其他属部与军团,仅保留两个军团以及伊利里亚与阿尔卑斯山南高卢,直至当选执政官。这在庞培看来尚属可行,但由于执政官们的阻挠,恺撒便致信元老院;库里奥在三天内狂奔了两千三百斯塔德,在该年元日新任执政官步入议事堂时将信交给了他们。信中列举了恺撒自始以来所建功绩的庄严纪录,并提出要求:他愿与庞培同时交出军权;但若庞培继续掌权,他则决不交卸,并将立即以复仇者的身份为祖国和自身火速赶来。众人对此齐声激愤叫嚷,宛如面对一份宣战书,要求以卢基乌斯·多米提乌斯为继任者。多米提乌斯随即率领征召而来的四千人出发。
Ἀντωνίου δὲ καὶ Κασσίου δημαρχούντοιν μετὰ Κουρίωνα καὶ τὴν Κουρίωνος γνώμην ἐπαινούντοιν, ἡ βουλὴ φιλονικότερον ἔτι τὴν Πομπηίου στρατιὰν φύλακα σφῶν ἡγοῦντο εἶναι,3 τὴν δὲ Καίσαρος πολεμίαν. καὶ οἱ ὕπατοι, Μάρκελλός τε καὶ Λέντλος, ἐκέλευον τοῖς ἀμφὶ τὸν Ἀντώνιον ἐκστῆναι τοῦ συνεδρίου, μή τι καὶ δημαρχοῦντες ὅμως πάθοιεν ἀτοπώτερον. ἔνθα δὴ μέγα βοήσας ὁ Ἀντώνιος ἀνά τε ἔδραμε τῆς ἕδρας σὺν ὀργῇ καὶ περὶ τῆς ἀρχῆς ἐπεθείαζεν αὐτοῖς, ὡς ἱερὰ καὶ ἄσυλος οὖσα ὑβρίζοιτο, καὶ περὶ σφῶν, ὅτι γνώμην ἐσφέροντες, ἣν δοκοῦσι συνοίσειν, ἐξελαύνοιντο σὺν ὕβρει, μήτε τινὰ σφαγὴν μήτε μύσος ἐργασάμενοι. ταῦτα δʼ εἰπὼν ἐξέτρεχεν ὥσπερ ἔνθους, πολέμους καὶ σφαγὰς καὶ προγραφὰς καὶ φυγὰς καὶ δημεύσεις καὶ ὅσα ἄλλα αὐτοῖς ἔμελλεν ἔσεσθαι, προθεσπίζων ἀράς τε βαρείας τοῖς τούτων αἰτίοις ἐπαρώμενος. συνεξέθεον δʼ αὐτῷ Κουρίων τε καὶ Κάσσιος· καὶ γάρ τις ἤδη στρατὸς ἑωρᾶτο ἐκ Πομπηίου περιιστάμενος τὸ βουλευτήριον. οἵδε μὲν δὴ τάχει πολλῷ πρὸς Καίσαρα, νυκτὸς αὐτίκα, λαθόντες ἐχώρουν ἐπὶ ὀχήματος μισθωτοῦ, θεραπόντων ἐσθῆτας ἐνδύντες. καὶ αὐτοὺς ἔτι ὧδε ἔχοντας ὁ Καῖσαρ ἐπεδείκνυ τῷ στρατῷ καὶ ἠρέθιζε λέγων, ὅτι καὶ σφᾶς τοσάδε ἐργασαμένους ἡγοῦνται πολεμίους καὶ τοιούσδε ἄνδρας ὑπὲρ αὐτῶν τι φθεγξαμένους οὕτως ἐξελαύνουσιν αἰσχρῶς.
安东尼与卡西乌斯在库里奥之后继任保民官并赞同库里奥的主张,元老院则愈发固执地将庞培的军队视为己方的守卫者,而将恺撒的军队视作公敌。执政官马尔凯卢斯与伦图卢斯遂命令安东尼一派退出议会,以免他们身为保民官却仍遭受更不测的严酷处置。于是安东尼大叫一声,愤然从座位上跃起,呼告神明谴责他们,称神圣不可侵犯的保民官职权正遭践踏,而他们自己不过是提出了自认为有利的提议,未行任何杀戮或亵圣之举,却受辱被逐。说罢,他宛若中邪般冲了出去,预言战争、屠杀、公敌宣告、流放、没收财产以及一切即将降临于他们的灾难,并对罪魁祸首施以沉重的诅咒。库里奥与卡西乌斯同他一起奔出;因为当时已可见庞培麾下的兵士包围了议事堂。这干人当夜乔装打扮换上奴仆的衣裳,乘坐一辆雇来的马车,避人耳目,以极速投奔恺撒。恺撒趁他们尚保持着这般狼狈模样,将其展示给全军,激愤地进言道:士兵们立下如此赫赫战功却被视作仇敌,而为他们说话的这般要人竟遭受如此可耻的驱逐。
ὁ μὲν δὴ πόλεμος ἑκατέρωθεν ἀνέῳκτο καὶ κεκήρυκτο ἤδη σαφῶς, ἡ δὲ βουλὴ νομίζουσα Καίσαρι τὸν στρατὸν ἀπὸ Κελτῶν σὺν χρόνῳ παρέσεσθαι καὶ οὔποτε αὐτὸν ὁρμήσειν ἐπὶ τηλικοῦτον ἔργον σὺν ὀλίγοις προσέτασσε Πομπηίῳ τρισκαίδεκα μυριάδας Ἰταλῶν ἀγείρειν, καὶ μάλιστα αὐτῶν τοὺς ἐστρατευμένους ὡς ἐμπειροπολέμους, ξενολογεῖν δὲ καὶ ἐκ τῶν περιοίκων ἐθνῶν ὅσα ἄλκιμα. χρήματα δʼ ἐς τὸν πόλεμον αὐτῷ τά τε κοινὰ πάντα αὐτίκα ἐψηφίζοντο καὶ τὰ ἰδιωτικὰ σφῶν ἐπὶ τοῖς κοινοῖς, εἰ δεήσειεν, εἶναι στρατιωτικά· ἔς τε τὰς πόλεις ἐφʼ ἕτερα περιέπεμπον σύν τε ὀργῇ καὶ φιλονικίᾳ, σπουδῆς οὐδὲν ἀπολείποντες ὀξυτάτης. ὁ δὲ Καῖσαρ ἐπὶ μὲν τὸν ἑαυτοῦ στρατὸν περιεπεπόμφει, χαίρων δʼ ἀεὶ ταχυεργίας τε ἐκπλήξει καὶ φόβῳ τόλμης μᾶλλον ἢ παρασκευῆς δυνάμει, μετὰ τῶν πεντακισχιλίων ἔγνω προεπιχειρεῖν τοσῷδε πολέμῳ καὶ φθάσαι τὰ εὔκαιρα τῆς Ἰταλίας.
于是战争在双方之间彻底爆发,且已公然宣告。元老院以为恺撒在高卢的部队尚需时日方能抵达,料想他决不会仅凭少数兵力孤注一掷从事如此滔天大业,遂下令庞培征集十三万意大利人,尤取其中曾服兵役、深谙战阵者,并从邻近各部族中招募精锐雇佣军。至于军费,元老院立即将全部国库资财拨归庞培,并决定若有需要,议员们的私产亦随国款充作军用;他们又出于愤怒与党争四下派人赴各城调集其他军需,其急迫之情无以复加。而恺撒虽已遣使调集本部大军,但他向来崇尚兵贵神速所造成的震撼与果敢勇决所引发的恐惧,远胜于凭借军备之多寡,遂毅然决然率手头现有的五千人抢先发动这场大战,夺取意大利的要冲之地。
- 2532ἕως ὕπατος ἀποδειχθείη
在由 ἕως(“直到……”)引导的从属从句中,因主句谓语动词(ἐκέλευεν)为过去时态,故采用祈愿气 ἀποδειχθείη 代替原本表示期待与条件的虚拟气(历史时态从属从句中的间接引语祈愿气用法)。
- 2532διάδοχον εἶναι Λεύκιον Δομίτιον
前置谓语动词 ἀνέκραγον(“齐声呼喊”)带有要求或决议的宣告性色彩,直接统辖“宾格+不定式”结构(διάδοχον εἶναι...)作为宾语从句,表达叫喊的具体诉求内容(“由卢基乌斯·多米提乌斯出任继任者”)。
- 2533Ἀντωνίου δὲ καὶ Κασσίου δημαρχούντοιν μετὰ Κουρίωνα καὶ τὴν Κουρίωνος γνώμην ἐπαινούντοιν, ἡ βουλὴ φιλονικότερον ἔτι τὴν Πομπηίου στρατιὰν φύλακα σφῶν ἡγοῦντο εἶναι
句首 Ἀντωνίου... ἐπαινούντοιν 为双数形式的属格独立结构。主句主语 ἡ βουλὴ(元老院)虽为单数集合名词,但谓语动词 ἡγοῦντο 却采用了复数,体现了指涉其元老成员的“随感一致”(constructio ad sensum)。
