← 阿庇安

内战记

§2429-2431

元老院纷争与庞培获授统兵大权

庞培退往郊外后,元老院以压倒多数赞同库里奥提出的双方同时解职案,但执政官克劳狄乌斯强行散会。随后执政官借恺撒进军罗马的假消息,径自将统兵大权交予庞培,失势的库里奥只得逃离罗马前往投奔恺撒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2429

Πομπήιος δʼ αὐτῷ χαλεψάμενός τε καὶ ἀπειλήσας εὐθὺς ἐς τὰ προάστεια ἀγανακτῶν ὑπεξῄει. καὶ ἡ βουλὴ ὑπόπτως μὲν εἶχεν ἤδη πρὸς ἀμφοτέρους, δημοτικώτερον δʼ ὅμως ἡγοῦντο Πομπήιον καὶ τῷ Καίσαρι ἐδυσχέραινον τῆς παρὰ τὴν ὑπατείαν ὑπεροψίας σφῶν· οἱ δὲ καὶ τῷ ὄντι οὐκ ἀσφαλὲς ἡγοῦντο διαλύειν τὴν ὑπὸ τῷ Πομπηίῳ δύναμιν, μέχρι πρότερον ἐκεῖνον ἀποθέσθαι,1 ἔξω τε τῆς πόλεως ὄντα καὶ μεγαλοπραγμονέστερον. τὸ δʼ αὐτὸ καὶ ὁ Κουρίων ἀνέστρεφεν, ὡς δέον ὑπάρχειν αὐτοῖς ἐπὶ τὸν Πομπήιον Καίσαρα, ἢ ὁμοῦ πάντας καταλύειν. οὐ πείθων δὲ διέλυε τὴν βουλὴν ἐπὶ ἀτελέσι πᾶσι· δύναται δὲ τοῦθʼ ὁ δήμαρχος· ὅτε δὴ καὶ μάλιστα τῷ Πομπηίῳ μετεμέλησε τὴν δημαρχίαν, ἐς ἀσθενέστατον ὑπὸ Σύλλα καθῃρημένην, ἀναγαγόντι2 αὖθις ἐπὶ τὸ ἀρχαῖον. διαλυόμενοι δὲ ὅμως τοσόνδε μόνον ἐψηφίσαντο, Καίσαρα καὶ Πομπήιον τέλος ἓν στρατιωτῶν ἐς Συρίαν ἑκάτερον πέμψαι φυλακῆς οὕνεκα διὰ τὴν Κράσσου συμφοράν. καὶ τεχνάζων ὁ Πομπήιος ἀπῄτει τὸ τέλος, ὃ ἔναγχος ἐπὶ συμφορᾷ στρατηγῶν δύο Καίσαρος, Τιτυρίου τε καὶ Κόττα, Καίσαρι κεχρήκει. ὁ δʼ αὐτό, τιμήσας ἕκαστον ἄνδρα δραχμαῖς πεντήκοντα καὶ διακοσίαις, ἀπέπεμπεν ἐς Ῥώμην καὶ συνέπεμπεν ἄλλο παρʼ ἑαυτοῦ.

庞培对他大为恼怒并加以威胁,愤然径直退往郊外。元老院此时虽对二人皆心存疑忌,但仍认为庞培较为顺应共和,而对恺撒在其执政官任内对他们的傲慢蔑视心怀怨恨。不仅如此,他们实际上还认为,在城外且怀有更大野心的那个人先行交卸兵权之前,解散庞培统领的武装力量并不安全。然而库里奥却反用此理,主张他们必须保留恺撒以制衡庞培,否则就必须同时废除二人的兵权。当他无法说服众人时,便使元老院散会,令所有决议悬而未决;因为保民官拥有这项特权。正是在此时,庞培对当初将已被苏拉削弱至极的保民官职权恢复至旧制感到追悔莫及。尽管如此,他们在散会之际仅通过了这一项决议:因克拉苏遭遇惨败之故,恺撒与庞培各派一个军团的兵力前往叙利亚驻守备御。庞培随即施展诡计,索要他不久前在恺撒的两位部将蒂图里乌斯与科塔覆灭之际借给恺撒的那个军团。恺撒赏赐每名士兵二百五十德拉克马后将其遣送回罗马,并从自己的部队中另遣一个军团同行。

§2430

οὐδενὸς δὲ δεινοῦ περὶ Συρίαν φανέντος τάδε μὲν ἐχείμαζεν ἐν Καπύῃ· οἱ δʼ ἐπʼ αὐτὰ πεμφθέντες ὑπὸ τοῦ Πομπηίου πρὸς Καίσαρα ἄλλα τε πολλὰ δυσχερῆ κατὰ τοῦ Καίσαρος διεθρόουν καὶ ἰσχυρίζοντο τῷ Πομπηίῳ τὴν στρατιὰν Καίσαρος, τετρυμένην τε πόνῳ καὶ χρόνῳ καὶ τὰ οἴκοι ποθοῦσαν, μεταθήσεσθαι πρὸς αὐτόν, ὅτε τὰ Ἄλπεια διέλθοιεν. καὶ οἱ μὲν οὕτως ἔλεγον, εἴθʼ ὑπὸ ἀγνοίας εἴτε διεφθαρμένοι, Καίσαρι δʼ ἔρρωτο πᾶς ἀνὴρ εἰς προθυμίαν καὶ πόνους ὑπό τε ἔθους τῶν στρατειῶν καὶ ὑπὸ κερδῶν, ὅσα πόλεμος τοῖς νικῶσιν ἐργάζεται καὶ ὅσα παρὰ Καίσαρος ἄλλα ἐλάμβανον· ἐδίδου γὰρ ἀφειδῶς, θεραπεύων εἰς ἃ ἐβούλευεν· οἱ δὲ καὶ αὐτοὶ συνιέντες αὐτῶν ὅμως ὑπέμενον. ὁ δὲ Πομπήιος τοῖς ἠγγελμένοις πίσυνος οὔτε στρατιὰν οὔτε παρασκευὴν ὡς ἐς τοσοῦτον ἔργον ἤγειρεν. ἡ βουλὴ δὲ γνώμην ἕκαστον ᾔτει· καὶ ὁ Κλαύδιος πανούργως διῄρει καὶ ἐπυνθάνετο αὐτῶν παρὰ μέρος, εἰ δοκεῖ Καίσαρι πέμπειν διαδόχους καὶ εἰ Πομπήιον τὴν ἀρχὴν ἀφαιρεῖσθαι. οἱ δὲ τοῦτο μὲν ἀνένευον οἱ πλείους, Καίσαρι δʼ ἐπεψήφιζον τοὺς διαδόχους. ἐπανερομένου δὲ τοῦ Κουρίωνος, εἰ ἀμφοτέρους δοκεῖ τὰ ἐν χερσὶν ἀποθέσθαι, δύο μὲν καὶ εἴκοσιν ἀνδράσιν ἀπήρεσκε, τριακόσιοι δὲ καὶ ἑβδομήκοντα ἐς τὸ συμφέρον ἀπὸ τῆς ἔριδος ἐπὶ τὴν τοῦ Κουρίωνος γνώμην ἀπέκλινον, ὅτε δὴ καὶ ὁ Κλαύδιος τὴν βουλὴν διέλυσε βοῶν· “νικᾶτε δεσπότην ἔχειν Καίσαρα.”3

由于叙利亚一带未现险情,这些军团便在卡普亚过冬。然而庞培派往恺撒处接收部队的人,却四处散布大量对恺撒不利的言论,并向庞培断言:恺撒的军队因劳苦与岁月而精疲力竭,思乡心切,一旦翻越阿尔卑斯山就会倒戈归附庞培。这干人如此进言,不知是出于无知还是已被收买;而在恺撒麾下,每名士兵皆因长期征战的习惯、战争给予胜利者的斩获,以及从恺撒那里领取的其他优厚赏赐,而在热忱与耐劳上斗志昂扬。因为恺撒毫无吝啬地进行赏赐,以此笼络军心以服务于他的谋划;而士兵们虽明知其意图,却依然坚持追随。庞培听信了这些报告,既未募集军队,亦未为如此重大的事态准备足够的战备。元老院逐一征询意见;克劳狄乌斯狡黠地将议题分立,依次询问他们是否赞同向恺撒派遣继任者,以及是否赞同剥夺庞培的军权。多数人否决了后者,却投票赞同向恺撒派遣继任者。库里奥再次质问,是否赞同两人均交出手中掌握的权力;反对者仅有二十二人,而三百七十人则抛开党争以国家利益为重,倒向了库里奥的主张。此时克劳狄乌斯宣告散会,高呼道:“去取胜吧,让恺撒作你们的主人!”

§2431

λόγου δʼ ἄφνω ψευδοῦς ἐμπεσόντος, ὅτι τὰς Ἄλπεις ὁ Καῖσαρ ὑπερελθὼν ἐπὶ τὴν πόλιν ἐλαύνοι, θόρυβός τε πολὺς ἦν καὶ φόβος ἁπάντων, καὶ ὁ Κλαύδιος εἰσηγεῖτο τὴν ἐν Καπύῃ στρατιὰν ἀπαντᾶν ὡς πολεμίῳ Καίσαρι. ἐνισταμένου δὲ ὡς ἐπὶ ψευδέσι τοῦ Κουρίωνος εἶπεν· “εἰ κωλύομαι ψήφῳ κοινῇ τὰ συμφέροντα διοικεῖν κατʼ ἐμαυτὸν ὡς ὕπατος διοικήσω.” καὶ τάδε εἰπὼν ἐξέδραμε τῆς βουλῆς ἐς τὰ προάστεια μετὰ τοῦ συνάρχου ξίφος τε ὀρέγων τῷ Πομπηίῳ “κελεύω σοι,” ἔφη, “κἀγὼ καὶ ὅδε χωρεῖν ἐπὶ Καίσαρα ὑπὲρ τῆς πατρίδος· καὶ στρατιὰν ἐς τοῦτό σοι δίδομεν, ἥ τε νῦν ἀμφὶ Καπύην ἢ τὴν ἄλλην Ἰταλίαν ἐστὶ καὶ ὅσην αὐτὸς ἐθέλοις ἄλλην καταλέγειν.” ὁ δʼ ὑπήκουε μὲν ὡς κελευόμενος πρὸς ὑπάτων, ἐπετίθει δʼ ὅμως· “εἰ μή τι κρεῖσσον,”4 ἀπατῶν ἢ τεχνάζων καὶ τότε ἐς εὐπρέπειαν. Κουρίωνι δʼ οὐκ ἦν μὲν ὑπὲρ τὴν πόλιν ἐξουσία τις (οὐδὲ γὰρ προϊέναι τῶν τειχῶν τοῖς δημάρχοις ἐφίεται), ὠλοφύρετο δʼ ἐν τῷ δήμῳ τὰ γιγνόμενα καὶ τοὺς ὑπάτους ἠξίου κηρύσσειν μηδένα πω καταλέγοντι πείθεσθαι Πομπηίῳ. οὐδὲν δὲ ἀνύων, ἐπεί οἱ καὶ ὁ τῆς δημαρχίας χρόνος ἔληγε, δείσας ὑπὲρ ἑαυτοῦ καὶ ἀπογνοὺς ἔτι δύνασθαι βοηθεῖν τῷ Καίσαρι, κατὰ σπουδὴν ἐχώρει πρὸς αὐτόν.

忽有虚假消息传来,称恺撒已翻越阿尔卑斯山正向罗马进军,众人大为恐慌,全城骚乱,克劳狄乌斯遂提议动用卡普亚的军队将恺撒视作公敌迎头痛击。库里奥指责消息不实并出面阻拦,克劳狄乌斯说道:“倘若公意表决阻碍我处理公益事务,我便以执政官的身份独断专行。”说罢,他便与同僚执政官一同冲出元老院奔向郊外,将一把利剑递给庞培,说道:“我与这位同僚命你为了祖国进讨恺撒;为此,我们将目前驻扎在卡普亚周边或意大利其他各处的军队,以及你本人愿意征集的一切新军,全部交由你指挥。”庞培如同听从执政官命令一般接受了任命,但仍附加上一句:“除非有更好的转机出现”——即便在此时,他仍在掩饰或弄权以维持体面。库里奥在城外毫无权力(因为法律不准许保民官迈出城墙),只得在民众集会上哀叹眼前发生的一切,并要求执政官发布通告,令任何人暂且不得听从庞培的征兵之令。但他徒劳无功,加之保民官任期即将届满,出于自身安危的担忧,并断定自己已无法再援助恺撒,便匆忙动身前往投奔恺撒。

语法注4 条
  1. 2429μέχρι πρότερον ἐκεῖνον ἀποθέσθαι

    连词 μέχρι 连同 πρότερον 一起统辖带宾格的动词不定式结构(ἐκεῖνον ἀποθέσθαι)。远指代词 ἐκεῖνον 与前文提及的庞培麾下军队(τὴν ὑπὸ τῷ Πομπηίῳ δύναμιν)形成对照,指代身处城外、野心更大的“恺撒”。该句表明元老院认为在恺撒先行交卸权力之前,解除庞培武装是不安全的。

  2. 2429ἀναγαγόντι

    与格分词,与非人称动词 μετεμέλησε(令……后悔)所带的表示逻辑主语的与格名词 τῷ Πομπηίῳ 保持性数格一致。结构指庞培正是“由于将苏拉削弱的保民官职权恢复至旧制”,才在此时深感后悔。

  3. 2430νικᾶτε δεσπότην ἔχειν Καίσαρα

    动词 νικάω 后接不定式短语(δεσπότην ἔχειν),在此表示在表决或辩论中“通过表决赢得/决定做某事”。执政官克劳狄乌斯以此讽刺那些以压倒多数支持库里奥提案的议员,斥责他们通过这一表决无异于“决定奉恺撒为主子”。

  4. 2431εἰ μή τι κρεῖσσον

    省略了系词或谓语动词(如 ἔσται 或 γένηται)的俗用条件状语从句,意为“除非有更好的转机/方案”。庞培借此表明自己虽然服从执政官的调遣,却仍在口头上留有余地,以维持其并非主动挑起内战的得体体面(εὐπρέπεια)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2429-2431