← 阿庇安

内战记

§2427-2428

库里奥的策略与双方交还兵权的提议

保卢斯用恺撒的金钱修建了壮丽的巴西利卡,而受贿的库里奥则假装中立,要求庞培与恺撒同时交出兵权,从而赢得了民众的热烈拥戴。庞培致信元老院虚与委蛇地表示愿意交权,库里奥识破其计谋并坚决主张二人同时退职,甚至提议将抗命者宣布为公敌,从而彻底掩盖了自己被恺撒收买的事实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2427

Παῦλος μὲν δὴ τὴν Παύλου λεγομένην βασιλικὴν ἀπὸ τῶνδε τῶν χρημάτων ἀνέθηκε Ῥωμαίοις, οἰκοδόμημα περικαλλές· ὁ δὲ Κουρίων, ἵνα μὴ ἄφνω μετατιθέμενος γίγνοιτο κατάφωρος, εἰσηγεῖτο βαρυτάτας ὁδῶν πολλῶν ἐπισκευάς τε καὶ κατασκευὰς καὶ αὑτὸν ἐπιστάτην αὐτῶν ἐπὶ πενταετὲς εἶναι, εἰδὼς μὲν οὐδὲν τούτων ἐσόμενον, ἐλπίζων δὲ τοὺς Πομπηίου φίλους ἀντιλέξειν καὶ αὐτὸς ἐς τὸν Πομπήιον ἕξειν τι τοῦτο πρόσκρουμα. καὶ γενομένων τῶνδε, ὡς προσεδόκησεν, ὁ μὲν εἶχε τὴν πρόφασιν τῆς διαφορᾶς, Κλαύδιος δʼ εἰσηγεῖτο πέμπειν Καίσαρι διαδόχους ἐπὶ τὰ ἔθνη· καὶ γὰρ ἔληγεν ὁ χρόνος. καὶ Παῦλος ἐσιώπα. Κουρίων δὲ νομιζόμενος ἀμφοτέροις διαφέρεσθαι, ἐπῄνει τὴν τοῦ Κλαυδίου γνώμην, ὡς δὲ ἐνδέον αὐτῇ προσετίθει τὸ καὶ Πομπήιον ὁμοίως Καίσαρι ἀποθέσθαι1 τὰ ἔθνη καὶ τὸν στρατόν· ὧδε γὰρ ἔσεσθαι τῇ πόλει καθαρὰν καὶ πανταχόθεν ἀδεῆ τὴν πολιτείαν. ἐνισταμένων δὲ πολλῶν ὡς οὐκ ἴσον διὰ τὸ μήπω τὸν χρόνον ἐξήκειν τῷ Πομπηίῳ, σαφέστερον ὁ Κουρίων ἤδη καὶ τραχύτερον ἀπεγύμνου μὴ χρῆναι μηδὲ Καίσαρι πέμπειν διαδόχους, εἰ μὴ καὶ Πομπηίῳ δοῖεν· ὄντων γὰρ αὐτῶν ἐς ἀλλήλους ὑπόπτων οὔπω τῇ πόλει τὴν εἰρήνην ἔσεσθαι βεβαίαν, εἰ μὴ πάντες ἰδιωτεύσειαν. ἔλεγε δὲ ταῦτʼ εἰδὼς οὐ μεθήσοντα τὴν ἀρχὴν τὸν Πομπήιον καὶ τὸν δῆμον ὁρῶν ἤδη τι προσκοπτόμενον αὐτῷ διὰ τὰς τοῦ δεκασμοῦ δίκας. εὐπρεποῦς δὲ τῆς γνώμης οὔσης ὁ δῆμος ἐπῄνει τὸν Κουρίωνα ὡς μόνον ἀξίως τῆς πόλεως τὴν πρὸς ἀμφοτέρους αἰρόμενον ἔχθραν, καί ποτε καὶ παρέπεμψαν αὐτὸν ἀνθοβολοῦντες ὥσπερ ἀθλητὴν μεγάλου καὶ δυσχεροῦς ἀγῶνος· οὐδὲν γὰρ ἐδόκει τότε εἶναι φοβερώτερον τῆς Πομπηίου διαφορᾶς.

保卢斯遂用这笔钱为罗马人民修建了被称为保卢斯巴西利卡的建筑,这是一座极其华丽的工程。而库里奥为了不因突然转变立场而败露,便提议对众多道路进行极耗资财的修缮与建设,并由他本人担任为期五年的监督官。他明知这些事不会实现,却期望庞培的友人会出面反对,从而使自己获得与庞培交恶的借口。当事情如他所料发生后,他便拥有了纷争的托词;此时克劳狄乌斯提议向恺撒管辖的各行省派遣继任者,因为其任期确实即将届满。保卢斯保持沉默。被认为与双方均有嫌隙的库里奥赞同克劳狄乌斯的意见,但指出该项决议尚有欠缺,附加上庞培也必须同样像恺撒那样交出各行省与军队;因为只有这样,城邦的政制才能纯洁无瑕,且各方面均无后顾之忧。许多人提出反对,认为庞培的任期尚未届满,此举并不公平,库里奥便更加明白且尖锐地直陈其意,声称除非同时也给庞培派遣继任者,否则绝不应当向恺撒派遣继任者;因为在两人互相猜忌的情况下,除非两人全都成为平民,否则城邦的和平绝无稳固的可能。他说这番话,是因为深知庞培绝不愿放弃权力,且见民众因受贿审判而对庞培已有些不满。由于这一提议表面上冠冕堂皇,民众赞扬库里奥是唯一配得上这座城邦、敢于同时向二人树敌的人,甚至有一次还向他投掷花朵簇拥护送他,仿佛他是一场伟大而艰难的竞赛中的竞技者一般;因为在当时看来,没有什么比与庞培交恶更为可怕的事了。

§2428

ὁ δὲ Πομπήιος νοσηλευόμενος περὶ τὴν Ἰταλίαν ἐπέστελλε τῇ βουλῇ σὺν τέχνῃ, τά τε ἔργα τοῦ Καίσαρος ἐπαινῶν καὶ τὰ ἴδια ἐξ ἀρχῆς καταλέγων ὅτι τε τῆς τρίτης ὑπατείας καὶ ἐθνῶν τῶν ἐπʼ αὐτῇ καὶ στρατοῦ δοθέντος οὐ μετιών, ἀλλʼ ἐς θεραπείαν τῆς πόλεως ἐπικληθεὶς ἀξιωθείη· ἃ δὲ ἄκων ἔφη λαβεῖν, “ἑκὼν ἀποθήσομαι τοῖς ἀπολαβεῖν θέλουσιν, οὐκ ἀναμένων τοὺς χρόνους τοὺς ὡρισμένους.” ἡ μὲν δὴ τέχνη τῶν γεγραμμένων εἶχεν εὐπρέπειάν τε τῷ Πομπηίῳ καὶ ἐρέθισμα κατὰ τοῦ Καίσαρος, οὐκ ἀποδιδόντος τὴν ἀρχὴν οὐδʼ ἐν τῷ νενομισμένῳ χρόνῳ· ἀφικόμενος δʼ ἄλλα τε τούτοις ὅμοια ἔλεγε καὶ τὴν ἀρχὴν καὶ τότε ὑπισχνεῖτο ἀποθήσεσθαι. ὡς δὲ δὴ φίλος καὶ κηδεστὴς γενόμενος Καίσαρι, κἀκεῖνον ἔλεγε μάλα χαίροντα ἀποθήσεσθαι· χρόνιόν τε γὰρ αὐτῷ τὴν στρατείαν καὶ ἐπίπονον κατὰ ἐθνῶν μαχιμωτάτων γεγονέναι καὶ πολλὰ τῇ πατρίδι προσλαβόντα ἐπὶ τιμὰς καὶ θυσίας ἥξειν καὶ ἀναπαύσεις. ἔλεγε δὲ ταῦθʼ ὡς Καίσαρι μὲν αὐτίκα δοθησομένων διαδόχων, αὐτὸς δʼ ἐσόμενος ἐν ὑποσχέσει μόνῃ. Κουρίων δὲ αὐτοῦ τὸ σόφισμα διελέγχων οὐχ ὑπισχνεῖσθαι δεῖν ἔφη μᾶλλον ἢ αὐτίκα ἀποθέσθαι οὐδʼ ἐξοπλίζειν Καίσαρα τῆς στρατιᾶς,2 πρὶν καὶ αὐτὸν ἰδιωτεῦσαι· οὔτε γὰρ ἐς τὴν ἰδίαν ἔχθραν ἐκείνῳ λυσιτελεῖν οὔτε Ῥωμαίοις, ὑφʼ ἑνὶ τηλικαύτην ἀρχὴν γενέσθαι μᾶλλον ἢ τὸν ἕτερον αὐτῶν ἔχειν ἐπὶ τὸν ἕτερον,3 εἴ τι τὴν πόλιν καταβιάζοιτο. οὐδέν τε ἐπικρύπτων ἔτι ἀφειδῶς ἐς τὸν Πομπήιον ἐβλασφήμει ὡς τυραννίδος ἐφιέμενον καί, εἰ μὴ νῦν σὺν φόβῳ τῷ Καίσαρος ἀποθοῖτο τὴν ἀρχήν, οὔποτε μεθήσοντα. ἠξίου δʼ, ἂν ἀπειθῶσιν, ἄμφω ψηφίζεσθαι πολεμίους καὶ στρατὸν ἀγείρειν ἐπʼ αὐτούς· ᾧ δὴ καὶ μάλιστα ἔλαθεν ὑπὸ Καίσαρος ἐωνημένος.4

庞培在意大利各地调养疾病期间,巧妙地致信元老院,既称赞恺撒的功业,又从头列举自己的事迹,表明自己获得第三任执政官以及随之而来的行省与军队并非主动谋求,而是在城邦需要医治而被召集时才获此重托;至于那些违心接受之物,他声称:“对那些欲收回之人,我愿欣然交卸,无须等到既定的期限届满。”信中措辞的精妙之处在于,既为庞培树立了得体的形象,又挑起了针对即便在法定期限内也不交卸职权的恺撒的不满。庞培抵达后,又讲了其他类似的话,并当场许诺将交出权力。庞培以恺撒昔日的朋友和姻亲的口吻声称,恺撒也将非常乐意交出权力;因为恺撒针对极其骁勇的各部族所进行的战役旷日持久且异常艰辛,在为祖国赢得巨大版图之后,理当归来享受尊荣、祭祀与安息。庞培说这些话,是以恺撒立即会被指派继任者、而自己只需保留口头承诺为前提的。库里奥当场揭穿了他的诡辩,指出庞培不应空口承诺而应立刻交卸权力,也不应在自己成为平民之前解除恺撒的武装;因为无论是就个人仇隙而言对他〔恺撒〕,还是对罗马人而言,让如此巨大的权力落入一人之手,都远不如让他们互相牵制——以防其中一人强暴凌驾于城邦之上——更为有利。库里奥不再作任何隐瞒,毫不留情地抨击庞培图谋僭主之位,并指出除非此刻出于对恺撒的恐惧而交卸兵权,否则庞培将永远不会放手。他甚至要求,倘若二人抗命不从,便将两人均宣布为公敌,并调集大军征讨他们;正是凭借这种手段,他被恺撒收买的事实完全未被察觉。

语法注4 条
  1. 2427ὡς δὲ ἐνδέον αὐτῇ προσετίθει τὸ καὶ Πομπήιον ὁμοίως Καίσαρι ἀποθέσθαι

    ἐνδέον 是无人称动词 ἐνδεῖ(缺少、不足)的现在分词中性单数宾格,与 ὡς 连用构成宾格独立结构(accusative absolute),表示原因或判断(“认为该提案尚有欠缺”)。主句动词 προσετίθει(追加)的直接宾语是由定冠词 τὸ 引导的定冠词不定式短语 τὸ ... ἀποθέσθαι。

  2. 2428οὐδʼ ἐξοπλίζειν Καίσαρα τῆς στρατιᾶς

    动词 ἐξοπλίζειν 通常意为“全副武装”,但此处借助前缀 ἐξ- 的剥夺义,引申为“解除武装”或“剥夺”,后接人物的宾格 Καίσαρα 以及分离属格 τῆς στρατιᾶς(“解除恺撒的军队”)。部分校勘本将其改为 ἀφοπλίζειν,但传抄本的语法结构在此意义明确。

  3. 2428ὑφʼ ἑνὶ τηλικαύτην ἀρχὴν γενέσθαι μᾶλλον ἢ τὸν ἕτερον αὐτῶν ἔχειν ἐπὶ τὸν ἕτερον

    两个带主词的宾格加不定式短语作为前述动词 λυσιτελεῖν(有益)的主语,由 μᾶλλον ἤ(宁可……而不愿……)连接并作对比:即“如此巨大的权力归于一人统治之下(ὑφʼ ἑνὶ τηλικαύτην ἀρχὴν γενέσθαι)”相比于“由其中一人对另一人形成牵制(τὸν ἕτερον αὐτῶν ἔχειν ἐπὶ τὸν ἕτερον)”更加无益。

  4. 2428ᾧ δὴ καὶ μάλιστα ἔλαθεν ὑπὸ Καίσαρος ἐωνημένος

    关系代词与格 ᾧ 表示方式或手段(“正是凭借此点”)。动词 ἔλαθεν 与补充成分分词 ἐωνημένος(动词 ὠνέομαι 的完成时被动态分词阳性单数主格)构成典型的 λανθάνω + 分词句型,意为“(某人做某事)未被发觉”,整句表示“正因如此,他已被恺撒收买的事实才最彻底地未被察觉”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2427-2428