- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2424-2426
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培大力推行审判,流放了米罗、加比尼乌斯等人,并任命其岳父西庇阿为同僚以巩固权势;与此同时,恺撒获得了缺席竞选执政官的特权,在延长指挥权问题上与执政官马尔凯鲁斯剧烈冲突,并斥巨资收买了下任长官保卢斯和库里奥以作抗衡。
τοιαῦτα δʼ εἰπὼν ἐκύρου τὸν νόμον, καὶ πλῆθος ἦν αὐτίκα δικῶν ποικίλων. ἵνα τε μὴ δείσειαν οἱ δικασταί, αὐτὸς αὐτοὺς ἐπώπτευε στρατιὰν περιστησάμενος. καὶ πρῶτοι μὲν ἀπόντες ἑάλωσαν Μίλων τε ἐπὶ τῷ Κλωδίου φόνῳ καὶ Γαβίνιος παρανομίας ὁμοῦ καὶ ἀσεβείας, ὅτι χωρὶς ψηφίσματος ἐς Αἴγυπτον μετὰ στρατιᾶς ἐσέβαλεν ἀπαγορευόντων τῶν Σιβυλλείων, Ὑψαῖος δὲ καὶ Μέμμιος καὶ Σέξστος καὶ ἕτεροι πλείονες ἐπὶ δωροδοκίαις ἢ πλήθους δεκασμῷ. Σκαῦρον δὲ τοῦ πλήθους παραιτουμένου ἐκήρυξεν ὁ Πομπήιος ὑπακοῦσαι τῇ δίκῃ· καὶ πάλιν τοῦ δήμου τοὺς κατηγόρους ἐνοχλοῦντος, σφαγή τις ἐκ τῶν Πομπηίου στρατιωτῶν ἐπιδραμόντων ἐγένετο, καὶ ὁ μὲν δῆμος κατεσιώπησεν, ὁ δὲ Σκαῦρος ἑάλω. καὶ πάντων φυγὴ κατέγνωστο, Γαβινίου δὲ καὶ δήμευσις ἦν ἐπὶ τῇ φυγῇ. καὶ τάδε ἡ βουλὴ λαμπρῶς ἐπαινοῦσα δύο τε ἄλλα τέλη καὶ χρόνον ἐς τὴν ἀρχὴν τῶν ἐθνῶν ἕτερον τῷ Πομπηίῳ προσεψηφίσαντο. Μέμμιος δὲ ἁλοὺς ἐπὶ δεκασμῷ, τοῦ νόμου τοῦ Πομπηίου διδόντος αὐτῷ φήναντι ἕτερον ἀφεῖσθαι τῆς καταδίκης,1 τὸν πενθερὸν τοῦ Πομπηίου Λεύκιον Σκιπίωνα προεκαλέσατο ἐς ὁμοίαν δεκασμοῦ δίκην. καὶ ἐπὶ τῷδε τοῦ Πομπηίου τὴν τῶν κρινομένων ἐσθῆτα μεταλαβόντος πολλοὶ καὶ τῶν δικαστῶν μετελάμβανον. ὀλοφυράμενος οὖν ὁ Μέμμιος τὴν πολιτείαν διέλυσε τὴν δίκην.
庞培讲完这番话后,便通过了该项法律,随即出现了大量形形色色的诉讼。为了不使陪审法官心怀畏惧,他亲自调集军队布置在四周进行监督。最先缺席被定罪的,是因杀害克洛狄乌斯罪名的米罗,以及因不顾西卜神谕的禁止、未获决议便率军侵入埃及而兼犯违法与渎神之罪的加比尼乌斯;此外,许普萨埃乌斯、门米乌斯、塞克斯图斯等多人则因受贿或收买民众而被定罪。当民众为斯考鲁斯求情时,庞培发布布告命令他们服从审判;当民众再次骚扰原告时,庞培的士兵冲上前去进行了屠戮,民众遂归于沉默,斯考鲁斯被定罪。所有人均被判处流放,对加比尼乌斯除了流放之外还附加没收财产。元老院对此大加赞赏,又通过决议向庞培追加了两个军团,并延长了他统治各行省的任期。然而,门米乌斯因贿选被定罪后,由于庞培的法律允许被定罪者若告发他人即可免除刑罚,他便以同样的贿选罪名起诉庞培的岳父卢基乌斯·西庇阿。为此,当庞培换上被告的服饰时,许多陪审法官也同样换上了这种衣服;门米乌斯因而哀叹城邦的沦落,撤销了诉讼。
καὶ ὁ Πομπήιος ὡς ἤδη τὰ χρῄζοντα τῆς μοναρχίας διωρθωμένος τὸν Σκιπίωνα σύναρχον ἐς τὸ λοιπὸν τοῦ ἔτους ἐποιεῖτο. καὶ μετὰ τοῦθʼ ἑτέρων ἐς τὴν ἀρχὴν καθισταμένων οὐδὲν ἧττον ἐφεώρα καὶ ἐδυνάστευε, καὶ πάντʼ ἦν ἐν Ῥώμῃ τότε Πομπήιος· ἡ γὰρ εὔνοια τῆς βουλῆς μάλιστα ἐς αὐτὸν ἐποίει, ζήλῳ τε τοῦ Καίσαρος ἐς οὐδὲν αὐτῇ παρὰ τὴν ἰδίαν ὑπατείαν κεχρημένου καὶ ὅτι νοσοῦσαν ὁ Πομπήιος τὴν πολιτείαν ὀξέως ἀναλάβοι καὶ οὐδενὶ σφῶν παρὰ τὴν ἀρχὴν φορτικὸς ἢ ἐπαχθὴς γένοιτο. τῶν δὲ φυγάδων ἐς τὸν Καίσαρα ἰόντων ἀθρόων καὶ παραινούντων φυλάσσεσθαι τὸν Πομπήιον ὡς τὸν νόμον τοῦ δεκασμοῦ μάλιστα θέμενον ἐπʼ ἐκείνῳ, τούσδε μὲν ὁ Καῖσαρ παρηγόρει καὶ τὸν Πομπήιον εὐφήμει, τοὺς δὲ δημάρχους ἔπεισεν εἰσηγήσασθαι νόμον ἐξεῖναι Καίσαρι δευτέραν ὑπατείαν ἀπόντι μετιέναι. καὶ τοῦθʼ ὑπατεύοντος ἔτι τοῦ Πομπηίου καὶ οὐδὲν ἀντειπόντος ἐκεκύρωτο. ὁ δὲ Καῖσαρ ἀντιπράξειν τὴν βουλὴν ὑπονοῶν ἐδεδοίκει μὲν ὑπὸ τοῖς ἐχθροῖς ἰδιώτης γενέσθαι, ἐτέχναζε δὲ ἐπὶ δυνάμεως εἶναι, μέχρι ὕπατος ἀποδειχθείη, καὶ τὴν βουλὴν ᾔτει χρόνον ἄλλον ὀλίγον ἐς τὴν παροῦσάν οἱ τῆς Γαλατίας ἡγεμονίαν ἢ ἐς μέρος αὐτῆς ἐπιλαβεῖν. διακωλύσαντος δὲ Μαρκέλλου, ὃς ἐπὶ τῷ Πομπηίῳ ὕπατος ἦν, φασὶ τὸν Καίσαρα τῷ μηνύοντι ἀποκρίνασθαι, κόπτοντα τὴν λαβὴν τοῦ ξίφους· “ἥδε μοι δώσει.”
庞培认为需要君主式权力整肃的事务已告平定,便任命西庇阿为该年余下时间的同僚执政官。此后,尽管其他人相继就任最高长官,他依然同样监察全局并独揽大权,当时庞培在罗马就是一切。因为元老院的好感主要倾注在他身上,这一方面是出于对恺撒的忌恨——恺撒在自己的执政官任期内从未将元老院放在眼里;另一方面也是因为庞培迅速整顿了病态的国政,且在掌权期间从未对元老院中的任何人构成苛暴或负担。 当流亡者成群结队地投奔恺撒,并告诫他防备庞培、指称反贿选法主要是针对他而设立时,恺撒安抚了他们,并在言辞中对庞培表示赞扬,同时说服保民官们提出一项法案,允许恺撒在缺席的情况下竞选第二次执政官。这项法案在庞培仍在任执政官且未表示反对的情况下获得了通过。但恺撒察觉到元老院将会加以阻挠,害怕成为平民落入仇敌之手,便设法在被任命为执政官之前一直保有武装力量,于是请求元老院将他对高卢现有的统治权或其中一部分管辖权稍作延长。在继庞培之后担任执政官的马尔凯鲁斯阻挠此事时,据说恺撒拍着剑柄对报信者回答道:“它会给我的。”
πόλιν δὲ Νεόκωμον ὁ Καῖσαρ ἐς Λατίου δίκαιον ἐπὶ τῶν Ἄλπεων ᾠκίκει, ὧν ὅσοι κατʼ ἔτος ἦρχον, ἐγίγνοντο Ῥωμαίων πολῖται·2 τόδε γὰρ ἰσχύει τὸ Λάτιον. τῶν οὖν Νεοκώμων τινά, ἄρχοντά τε αὐτοῖς γενόμενον καὶ παρὰ τοῦτο Ῥωμαῖον εἶναι νομιζόμενον, ὁ Μάρκελλος ἐφʼ ὕβρει τοῦ Καίσαρος ἔξηνε ῥάβδοις ἐφʼ ὁτῳδή, οὐ πασχόντων τοῦτο Ῥωμαίων· καὶ τὸν νοῦν ὑπὸ ὀργῆς ἀνεκάλυπτε, τὰς πληγὰς εἶναι ξενίας σύμβολον.3 καὶ φέρειν αὐτὰς ἐκέλευε καὶ δεικνύναι τῷ Καίσαρι. οὕτω μὲν ὑβριστικῶς ὁ Μάρκελλος, εἰσηγεῖτο δὲ ἤδη καὶ διαδόχους αὐτῷ πέμπειν ἐπὶ τὰ ἔθνη, προαφαιρῶν τοῦ χρόνου· ἀλλὰ διεκώλυσεν ὁ Πομπήιος εὐπρεπείᾳ τε λόγου καὶ εὐνοίας ὑποκρίσει, μὴ δεῖν ἄνδρα λαμπρὸν καὶ ἐς πολλὰ χρήσιμον τῇ πατρίδι γενόμενον ὑβρίζειν βραχεῖ διαστήματι χρόνου, καὶ δῆλον ἐποίησεν, ὅτι χρὴ μετὰ τὸν χρόνον παραλύειν τῆς ἀρχῆς αὐτίκα τὸν Καίσαρα. καὶ ἐπὶ τῷδε οἱ μάλιστα ἐχθροὶ τοῦ Καίσαρος ἐς τοὐπιὸν ᾑρέθησαν ὕπατοι, Αἰμίλιός τε Παῦλος καὶ Κλαύδιος Μάρκελλος, ἀνεψιὸς τοῦ προτέρου Μαρκέλλου, δήμαρχός τε Κουρίων, ἐχθρὸς ὢν καὶ ὅδε τῷ Καίσαρι καρτερὸς καὶ ἐς τὸν δῆμον εὐχαριτώτατος καὶ εἰπεῖν ἱκανώτατος. τούτων ὁ Καῖσαρ Κλαύδιον μὲν οὐκ ἴσχυσεν ὑπαγαγέσθαι χρήμασι, Παῦλον δὲ χιλίων καὶ πεντακοσίων ταλάντων ἐπρίατο μηδὲν αὑτῷ μήτε συμπράττειν μήτε ἐνοχλεῖν,4 Κουρίωνα δὲ καὶ συμπράττειν ἔτι πλειόνων, εἰδὼς ἐνοχλούμενον ὑπὸ χρεῶν πολλῶν.
恺撒曾在阿尔卑斯山麓建立了享有拉丁权利的新科姆姆城,那里的历任长官按规定可成为罗马公民(因为这正是拉丁权利的效力所在)。因此,为了羞辱恺撒,马尔凯鲁斯借故用笞杖拷打了新科姆姆的一位居民,此人曾任当地长官并因此被视为罗马公民——尽管罗马公民本不应遭受此类刑罚。马尔凯鲁斯在狂怒之下表露心迹,声称鞭痕正是外国身份的标志,并命令他带着这些伤痕去向恺撒展示。马尔凯鲁斯不仅行事如此傲慢,还提议立即向各行省派遣恺撒的继任者,提前缩短他的任期;但庞培以得体的辞令并假意示好予以阻止,声称不应当在如此短暂的一段时间上侮辱一位杰出且对祖国多有贡献的人物,但他同时表明,在任期结束后必须立即解除恺撒的职权。 在此背景下,恺撒最主要的政敌当选为下一年的执政官:埃米利乌斯·保卢斯以及前任马尔凯鲁斯的堂兄弟克劳狄乌斯·马尔凯鲁斯;库里奥则当选为保民官,他同样是恺撒的强劲对手,在民众中极受欢迎,且极其善于辞令。恺撒未能用金钱收买这些人中的克劳狄乌斯,却以一千五百塔兰同买通了保卢斯,条件是他对恺撒既不协助也不干预;得知库里奥深受巨额债务困扰后,又以更高的价钱买通他来协助自己。
- 2424τοῦ νόμου τοῦ Πομπηίου διδόντος αὐτῷ φήναντι ἕτερον ἀφεῖσθαι τῆς καταδίκης
在属格独立结构内部,与格分词短语 φήναντι ἕτερον(“若告发他人”)作间接宾语 αὐτῷ 的同位/条件成分,不定式短语 ἀφεῖσθαι τῆς καταδίκης(“免受定罪之罚”)则作为 διδόντος 的宾语。
- 2426ἐς Λατίου δίκαιον ἐπὶ τῶν Ἄλπεων ᾠκίκει, ὧν ὅσοι κατʼ ἔτος ἦρχον, ἐγίγνοντο Ῥωμαίων πολῖται
关系代词 ὧν 的先行词并非紧邻的 Ἄλπεων,而是由前文殖民城邦名(πόλιν Νεόκωμον)所隐含的居民集体。它与 ὅσοι 连用(“他们之中凡每年担任长官者”),阐释了拉丁权利(ius Latii)下拉丁自治市长官卸任后获得罗马公民权的法律规则。
- 2426καὶ τὸν νοῦν ὑπὸ ὀργῆς ἀνεκάλυπτε, τὰς πληγὰς εἶναι ξενίας σύμβολον
ἀνεκάλυπτε 的直接宾语是 τὸν νοῦν(“袒露了心迹/意图”),随后的“宾格+不定式”结构 τὰς πληγὰς εἶναι ξενίας σύμβολον(“鞭痕即外国人身份的标记”)起到了同格说明其实际用意和说辞的作用。
- 2426Παῦλον δὲ χιλίων καὶ πεντακοσίων ταλάντων ἐπρίατο μηδὲν αὑτῷ μήτε συμπράττειν μήτε ἐνοχλεῖν
χιλίων καὶ πεντακοσίων ταλάντων 是依附于买卖动词 ἐπρίατο 的代价属格。后接带有否定词 μή 的两个不定式短语(μήτε συμπράττειν μήτε ἐνοχλεῖν)构成了收买的协议条件(“既不协助也不阻挠”)。
