- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2322-2323
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
返回城中的米罗在受其收买的保民官凯利乌斯协助下企图自辩,但集会被暴力打断,全城陷入武装奴隶洗劫屠杀的混乱。元老院随后推举庞培为独任执政官,庞培立法严惩贪腐并将审查追溯至近二十年前,由此引发了恺撒党人的疑虑与紧张。
Μίλωνι δὲ θράσος τοσόνδε περιῆν, ὡς οὐ δεδιέναι περὶ τῷ φόνῳ μᾶλλον ἢ ἀγανακτεῖν ἐπὶ τῇ Κλωδίου περὶ τὴν ταφὴν τιμῇ. θεραπόντων οὖν καὶ ἀνδρῶν ἀγροίκων πλῆθος ἀθροίσας καὶ ἐς τὸν δῆμον περιπέμψας χρήματα τῶν τε δημάρχων Μᾶρκον Καίλιον πριάμενος ἐς τὴν πόλιν κατῄει θρασύτατα. καὶ αὐτὸν ὁ Καίλιος εὐθὺς ἐσιόντα εἷλκεν ἐς τὴν ἀγορὰν ἐπὶ τοὺς παρʼ αὐτοῦ δεδωροδοκηκότας ὥσπερ ἐπʼ ἐκκλησίαν, ὑποκρινόμενος μὲν ἀγανακτεῖν καὶ οὐ διδόναι τῆς δίκης ἀναβολήν, ἐλπίζων δέ, εἰ αὐτὸν οἱ παρόντες μεθεῖεν, ἐκλύσειν τὴν δίκην τὴν ἀληθεστέραν.1 καὶ Μίλων μὲν οὐ βουλεῦσαι τὸ ἔργον εἰπών ʽοὐ γὰρ ἂν μετὰ σκευῆς καὶ γυναικὸς ἐπὶ ταῦτα ὁρμῆσαἰ,2 τὸν λοιπὸν λόγον κατὰ τοῦ Κλωδίου διετίθετο ὡς θρασυτάτου δὴ καὶ φίλου θρασυτάτων, οἳ καὶ τὸ βουλευτήριον ἐπικατέπρησαν αὐτῷ ἔτι δʼ αὐτοῦ λέγοντος οἵ τε λοιποὶ δήμαρχοι καὶ τοῦ δήμου τὸ ἀδιάφθορον ὁπλισάμενοι ἐνέβαλον ἐς τὴν ἀγοράν. Καίλιος μὲν δὴ καὶ Μίλων δούλων ἐσθῆτας ὑποδύντες ἀπέδρασαν, πολὺς δὲ τῶν ἄλλων ἐγίγνετο φόνος, οὐ τοὺς Μίλωνος ἔτι φίλους ἐρευνώντων, ἀλλὰ τὸν ἐντυγχάνοντα ἀναιρούντων, ἀστὸν ὁμοῦ καὶ ξένον καὶ μάλιστα ὅσοι ταῖς ἐσθῆσιν ἢ σφραγῖσιν ἀπὸ χρυσοῦ διέφερον. ὡς γὰρ ἐν ἀσυντάκτῳ πολιτείᾳ σὺν ὀργῇ καὶ προφάσει τοῦδε τοῦ θορύβου προσπεσόντος θεράποντές τε ὄντες οἵ πλείους καὶ ὡπλισμένοι κατὰ ἀνόπλων ἐς ἁρπαγὰς ἐτράποντο· ἔργον τε οὐδὲν αὐτοῖς ἀπῆν, ἀλλὰ καὶ ἐπʼ οἰκίας ἐφέροντο καὶ περιιόντες ἠρεύνων ἔργῳ μὲν τὰ εὔληπτα σφίσιν ἅπαντα, λόγῳ δὲ τοὺς φίλους τοῦ Μίλωνος· πρόφασίς τε ἦν αὐτοῖς ἐπὶ πολλὰς ἡμέρας καὶ πυρὸς καὶ λίθων καὶ παντὸς ἔργου Μίλων.
米罗却有着非凡的胆量,不仅不为这起谋杀感到恐惧,反而对克洛狄乌斯在葬礼上所受的礼遇深感愤慨。于是,他聚集了大批奴隶和乡野之徒,向民众散发金钱,收买了保民官之一的马尔库斯·凯利乌斯,极为大胆地返回城中。凯利乌斯见他一进城,便立即将他带到广场上那些收受了他贿赂的人面前,仿佛召开公民大会一般,表面上假装愤怒且不容许审判有所拖延,实则期望在场的人若将他释放,便能使更为真实的审判化为乌有。米罗宣称自己未曾图谋此事(因为他辩称,自己绝不可能带着行装和妻子去从事这种勾当),随后的演说则全用于控诉克洛狄乌斯,称其为一个极尽狂妄之徒,更是那些为他把元老院议事堂都一同焚毁的极狂妄之人的党羽。然而正当他还在演说时,其余的保民官和未被收买的民众武装起来冲入广场。凯利乌斯和米罗换上奴隶的衣服仓皇逃脱,其他人则遭到了大规模的屠杀;他们不再搜寻米罗的朋友,而是见人就杀,无论是公民还是异邦人,尤其是那些因服饰或金戒指而显眼的人。因为在秩序荡然的城邦中,随着愤怒伴随着这场动乱的借口降临,占据多数且手持武器对抗赤手空拳者的奴隶们便转向了抢劫。他们无恶不作,甚至冲入民宅,表面上搜寻米罗的朋友,实际上四处搜罗一切容易抢夺的财物。一连许多天,米罗都成了他们纵火、投石以及犯下各种暴行的借口。
ἡ βουλὴ δὲ συνῄει μετὰ δέους καὶ ἐς τὸν Πομπήιον ἀφεώρων ὡς αὐτίκα σφῶν ἐσόμενον δικτάτορα· χρῄζειν γὰρ αὐτοῖς ἐφαίνετο τὰ παρόντα τοιᾶσδε θεραπείας. Κάτωνος δʼ αὐτοὺς μεταδιδάξαντος ὕπατον εἵλοντο χωρὶς συνάρχου ὡς ἂν ἔχοι τὴν μὲν ἐξουσίαν δικτάτορος, ἄρχων μόνος, τὴν δʼ εὔθυναν ὑπάτου. καὶ πρῶτος ὑπάτων ὅδε ἔθνη τε δύο μέγιστα καὶ στρατιὰν ἔχων καὶ χρήματα καὶ τὴν τῆς πόλεως μοναρχίαν διὰ τὸ μόνος ὕπατος εἶναι Κάτωνα μὲν ἐψηφίσατο, ἵνα μὴ παρὼν ἐνοχλοίη, Κύπρον ἀφελέσθαι Πτολεμαίου βασιλέως, νενομοθετημένον ἤδη τοῦτο ὑπὸ Κλωδίου, ὅτι οἵ ποτε ἁλόντι ὑπὸ λῃστῶν ὁ Πτολεμαῖος ἐς λύτρα ὑπὸ σμικρολογίας δύο τάλαντα ἐπεπόμφει. Κάτων μὲν δὴ καθίστατο Κύπρον Πτολεμαίου τὰ χρήματα ῥίψαντος ἐς τὴν θάλασσαν καὶ ἑαυτὸν ἐξαγαγόντος, ἐπεὶ τῶν ἐψηφισμένων ἐπύθετο· ὁ δὲ Πομπήιος δίκας προυτίθει τῶν τε ἄλλων ἁμαρτημάτων καὶ μάλιστα δωροδοκίας καὶ δεκασμοῦ ʽἐδόκει γὰρ ἐντεῦθεν αὐτῷ νοσεῖν τὰ κοινὰ ἀρξάμενα ἐν τούτῳ καὶ τὴν ἴασιν ἕξειν ταχεῖαν̓, νόμῳ τε ὥριζεν ἀπὸ τῆς ἑαυτοῦ τὸ πρῶτον ὑπατείας ἐς τὸ παρὸν εὐθύνειν τὸν ἐθέλοντα.3 καὶ ἦν ὁ χρόνος ὀλίγῳ μείων ἐτῶν εἴκοσιν, ἐν ᾧ καὶ ὁ Καῖσαρ γεγένητο ὕπατος. τῶν οὖν φίλων τοῦ Καίσαρος ὑπονοούντων ἐς ὕβριν ἢ ἐς ἐπήρειαν αὐτὸν τοῦ Καίσαρος ὧδε πολὺ τοῦ χρόνου προλαβεῖν καὶ παραινούντων τὸ παρὸν διορθοῦσθαι μᾶλλον ἢ τὸ παρελθὸν ἐνοχλεῖν ἐπʼ ἀνδράσι τοσοῖσδε ἀξιολόγοις, ἐπονομαζόντων δὲ τοῖς ἄλλοις καὶ τὸν Καίσαρα, ὁ Πομπήιος ἀμφὶ μὲν τοῦ Καίσαρος ἠγανάκτει, ὡς ἀμείνονος ὄντος ὑποψίας, ἐπεὶ καὶ τὴν ἑαυτοῦ δευτέραν ὑπατείαν τῷ χρόνῳ περιλαμβάνεσθαι, πολὺ δὲ ἀναλαβεῖν ἔλεγεν ἐς ἀκριβῆ διόρθωσιν ἐπιτετριμμένης ἐκ πολλοῦ τῆς πολιτείας.
元老院在恐惧中集会,寄望于庞培立刻成为他们的独裁官;因为在他们看来,眼前的局势正需要这样的医治。但在小加图开导劝说之后,他们选举庞培为没有同僚的执政官,以便他独揽大权时拥有独裁官的权力,同时又承担执政官的被问责性。庞培作为首位同时掌管两个巨大行省、统帅军队、握有金钱,并因独任执政官而掌握城邦君主权力的执政官,为了免除加图在场带来的困扰,通过决议让加图去夺取托勒密国王的塞浦路斯;这一法案此前已由克洛狄乌斯制定,起因是克洛狄乌斯有一次被海盗俘获时,托勒密因吝啬只送去了两塔兰同的赎金。托勒密在得知这一决议后将财宝投入大海并自尽,加图随后便接管平定了塞浦路斯。庞培则针对其他罪行,尤其是行贿与受贿提起了诉讼(因为在他看来,公政正是从这里开始患病的,也将在这一环节找到迅速的疗法),并通过法律规定,凡有意愿者均可对自他本人第一次担任执政官起直至当下期间的人进行问责审查。这段时间距今差一点不到二十年,恺撒也是在此期间担任过执政官的。因此,恺撒的朋友们怀疑他如此大幅度地回溯时间是对恺撒的傲慢或恶意中伤,劝告他纠正当下胜过就过去之事纠缠如此之多显赫的人物,并在其他人之外特别提到了恺撒;庞培则为恺撒表示愤慨,称恺撒远在嫌疑之上,因为〔庞培〕自己的第二次执政官任期也包含在这段时间之内;他还声称,回溯这么久的时间,是为了彻底匡正早已遭到严重破坏的国政。
- 2322ἐλπίζων δέ, εἰ αὐτὸν οἱ παρόντες μεθεῖεν, ἐκλύσειν τὴν δίκην τὴν ἀληθεστέραν
在过去时动词(εἷλκεν)背景下的分词 ἐλπίζων 所统辖的结构中,未来不定式 ἐκλύσειν 表达对未来的期望,条件从句则采用 εἰ 加上祈愿式(μεθεῖεν)。这属于历史时态序列中的间接引语(转述祈愿式),对应直接引语中的将来较真实条件句(ἐὰν μεθῶσιν ... ἐκλύσω)。
- 2322οὐ γὰρ ἂν μετὰ σκευῆς καὶ γυναικὸς ἐπὶ ταῦτα ὁρμῆσαι
间接引语中 ἄν 与不定式(不定过去时不定式 ὁρμῆσαι)连用的结构。它表达的是直接引语中过去与事实相反的假设(直陈式不定过去时加 ἄν:οὐκ ἂν ὥρμησα,“[若有图谋] 我绝不可能启程”),在 εἰπών 所引导的间接引语中转化为不定式。
- 2323νόμῳ τε ὥριζεν ἀπὸ τῆς ἑαυτοῦ τὸ πρῶτον ὑπατείας ἐς τὸ παρὸν εὐθύνειν τὸν ἐθέλοντα
动词 ὥριζεν(以法律规定)后接“宾格+不定式”结构。实质化分词 τὸν ἐθέλοντα(自愿者/愿意告发者)是不定式 εὐθύνειν(追究责任/审查)的逻辑主语,整个结构意为“以法律规定,凡有意愿者均可对……进行审查”。
