← 阿庇安

内战记

§228-2211

前三头同盟的建立与恺撒的土地法

恺撒从伊比利亚返回后放弃凯旋式以竞选执政官,并与庞培、克拉苏结盟形成三头政治。就任执政官后,恺撒依靠武力压制同僚比布卢斯与加图的激烈反对,在公民大会上强行通过了土地法等法案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§228

ὁ δὲ Καῖσαρ στρατηγὸς ἐς Ἰβηρίαν αἱρεθεὶς ἐπὶ μέν τι πρὸς τῶν χρήστων διεκρατεῖτο ἐν Ῥώμῃ, πολὺ πλέονα τῆς περιουσίας ὀφλὼν διὰ τὰς φιλοτιμίας· ὅτε φασὶν αὐτὸν εἰπεῖν, ὅτι δέοιτο δισχιλίων καὶ πεντακοσίων μυριάδων, ἵνα ἔχοι μηδέν·1 διαθέμενος δὲ τοὺς ἐνοχλοῦντας, ὡς ἐδύνατο, καὶ τῆς Ἰβηρίας ἐπιβὰς χρηματίζειν μὲν ταῖς πόλεσιν ἢ διαιτᾶν δίκας ἢ ὅσα ὁμοιότροπα τούτοις, ἅπαντα ὑπερεῖδεν ὡς οὐδὲν οἷς ἐπενόει χρήσιμα, στρατιὰν δὲ ἀγείρας ἐπετίθετο τοῖς ἔτι λοιποῖς Ἰβήρων ἀνὰ μέρος, μέχρι τὴν Ἰβηρίαν ἐς τὸ ὁλόκληρον ἀπέφηνε Ῥωμαίοις ὑποτελῆ, καὶ χρήματα πολλὰ ἐς Ῥώμην ἔπεμψεν ἐς τὸ κοινὸν ταμιεῖον. ἐφʼ οἷς ἡ μὲν βουλὴ θριαμβεῦσαι παρέσχεν αὐτῷ, ὁ δὲ τῆς πομπῆς τὴν παρασκευὴν ἐς τὸ λαμπρότατον ἐν τοῖς τῆς Ῥώμης προαστείοις διεκόσμει, ἐν αἷς ἡμέραις ὑπατείας ἦσαν παραγγελίαι, καὶ ἔδει τὸν παραγγέλλοντα παρεῖναι, ἐσελθόντι δὲ οὐκ ἦν ἔτι ἐπὶ τὸν θρίαμβον ἐπανελθεῖν.2 ὁ δὲ καὶ τῆς ἀρχῆς ἐς πολλὰ τυχεῖν ἐπειγόμενος καὶ τὴν πομπὴν οὐχ ἕτοιμον ἔχων ἐσέπεμπε τῇ βουλῇ δεόμενος ἐπιτρέψαι οἱ τὴν παραγγελίαν ἀπόντι ποιήσασθαι διὰ τῶν φίλων, εἰδὼς μὲν παράνομον, γεγονὸς δὲ ἤδη καὶ ἑτέροις. Κάτωνος δʼ ἀντιλέγοντος αὐτῷ καὶ τὴν ἡμέραν τελευταίαν οὖσαν τῶν παραγγελιῶν ἀναλοῦντος ἐπὶ τοῖς λόγοις, ἐσέδραμεν ὁ Καῖσαρ ὑπεριδὼν τοῦ θριάμβου καὶ παραγγείλας ἐς τὴν ἀρχὴν ἀνέμενε τὴν χειροτονίαν.

恺撒被选为伊比利亚的行省长官后,因其政治野心而背负了远超家产的巨额债务,因而被债权人阻留在罗马一段时间;据说当时他曾言道,自己需要两千五百万德拉克马才能做到一无所有。在尽可能打发了纠缠的债权人之后,他踏上了伊比利亚的土地,对于诸如处理城市政务、裁决诉讼等此类事务完全不予过问,认为对他的抱负毫无用处;相反,他集结军队,逐一进攻其余尚未归服的伊比利亚人,直至将整个伊比利亚化为罗马人的纳税之地,并将大量资财运送至罗马充实国库。元老院为此准许他举行凯旋式,他便在罗马城郊以极其奢华的规模筹备游行,而彼时恰逢执政官申报参选之日;按例参选者必须亲自到场,可一旦进入城内,便无法再为举行凯旋式而出城。恺撒因诸多缘由急于谋得官职,而凯旋游行又未筹备就绪,遂致信元老院,请求准许他本人缺席而通过友人代为申报,他深知这虽属非法,但已有他人开此先例。加图对此极力反对,并用冗长的演说耗尽了申报参选的最后一日,恺撒遂放弃凯旋式,毅然奔入城内,申报竞选公职并等待投票。

§229

ἐν δὲ τούτῳ Πομπήιος, ἐκ τῶν Μιθριδατείων ἔργων ἐπὶ μέγα δόξης καὶ δυνάμεως ἐλθών, ἠξίου πολλά, ὅσα βασιλεῦσι καὶ δυνάσταις καὶ πόλεσιν ἐδεδώκει, τὴν βουλὴν βεβαιῶσαι. φθόνῳ δʼ αὐτῶν οἱ πολλοὶ καὶ μάλιστα Λεύκολλος, ὁ πρὸ τοῦ Πομπηίου στρατεύσας ἐπὶ τὸν Μιθριδάτην, ὡς ἀσθενέστατον αὐτὸν ἀπολιπὼν τῷ Πομπηίῳ,3 διεκώλυεν, ἴδιον ἔργον ἀποφαίνων τὸ Μιθριδάτειον. καὶ Λευκόλλῳ συνελάμβανε Κράσσος. ἀγανακτῶν οὖν ὁ Πομπήιος προσεταιρίζεται Καίσαρα, συμπράξειν ἐς τὴν ὑπατείαν ἐπομόσας· ὁ δʼ εὐθὺς αὐτῷ Κράσσον διήλλασσε. καὶ τρεῖς οἵδε τὸ μέγιστον ἐπὶ πᾶσι κράτος ἔχοντες τὰς χρείας ἀλλήλοις συνηράνιζον. καί τις αὐτῶν τήνδε τὴν συμφροσύνην συγγραφεύς, Οὐάρρων, ἑνὶ βιβλίῳ περιλαβὼν ἐπέγραψε Τρικάρανον.

与此同时,庞培因对抗米特拉达梯的战功而名震四方、权倾一时,他要求元老院批准他赐予诸王、诸侯及城邦的一切处置。然而多数人因嫉妒而百般阻挠,尤其是庞培之前统帅对米特拉达梯之战的卢库鲁斯,他声称自己是将已被彻底削弱的敌人留给了庞培,因而平定米特拉达梯之功实属自己一人。克拉苏亦协助卢库鲁斯。庞培大为愤懑,遂拉拢恺撒,誓言全力支持恺撒竞选执政官;恺撒亦随即促成庞培与克拉苏言归于好。这三人各握至高权柄,彼此交换支持以谋私利。当时有位作家瓦罗将他们的结盟写成一书,题名为《三头怪物》。

§2210

Ὑφορωμένη δʼ αὐτοὺς ἡ βουλὴ Λεύκιον Βύβλον ἐς ἐναντίωσιν τοῦ Καίσαρος ἐχειροτόνησεν αὐτῷ συνάρχειν· καὶ εὐθὺς αὐτῶν ἦσαν ἔριδές τε καὶ ὅπλων ἐπʼ ἀλλήλους ἰδίᾳ παρασκευαί. δεινὸς δʼ ὢν ὁ Καῖσαρ ὑποκρίνεσθαι, λόγους ἐν τῇ βουλῇ περὶ ὁμονοίας διέθετο πρὸς Βύβλον, ὡς τὰ κοινὰ λυπήσοντες, εἰ διαφέροιντο. πιστευθεὶς δʼ οὕτω φρονεῖν, ἀπερίσκεπτον ἤδη καὶ ἀπαράσκευον καὶ οὐδὲν ἔτι τῶν γιγνομένων ὑπονοοῦντα τὸν Βύβλον ἔχων, χεῖρά τε πολλὴν ἀφανῶς ἡτοιμάζετο καὶ νόμους ὑπὲρ τῶν πενήτων ἐς τὸ βουλευτήριον ἐσέφερε καὶ γῆν αὐτοῖς διένεμε, καὶ τὴν ἀριστεύουσαν αὐτῆς μάλιστα περὶ Καπύην, ἣ ἐς τὰ κοινὰ διεμισθοῦτο, τοῖς οὖσι πατράσι παίδων τριῶν, ἔμμισθον ἑαυτῷ τῆσδε τῆς χάριτος πλῆθος τοσόνδε ποιούμενος· δισμύριοι γὰρ ἀθρόως ἐφάνησαν οἱ τὰ τρία τρέφοντες μόνοι. ἐνισταμένων δὲ τῇ γνώμῃ πολλῶν, ὑποκρινάμενος δυσχεραίνειν, ὡς οὐ δίκαια ποιούντων, ἐξέδραμε καὶ βουλὴν μὲν οὐκέτι συνῆγεν ἐπὶ τὸ ἔτος ὅλον, ἐπὶ δὲ τῶν ἐμβόλων ἐδημηγόρει· Πομπήιόν τε ἐν μέσῳ καὶ Κράσσον ἠρώτα περὶ τῶν νόμων· οἱ δὲ αὐτοὺς ἐπῄνουν, καὶ ὁ δῆμος ἐπὶ τὴν χειροτονίαν ᾔει σὺν κεκρυμμένοις ξιφιδίοις.

心存戒备的元老院选出卢基乌斯·比布卢斯与恺撒共掌执政官之职以图牵制;两人之间随即便生龃龉,并各自暗中备置武力。恺撒善于伪装,便在元老院向比布卢斯发表关于和睦的演说,称若他们二人相争必将贻害国政。比布卢斯信以为真,变得毫无戒心防备,对正在发生之事不再有丝毫怀疑;恺撒则暗中纠集了大批武力,并向元老院议事堂提出救济穷人的法案,向他们分发土地,特别是将位于卡普亚周边作为公产出租的最肥沃土地,分给有三个子女的父亲,借此恩惠将如此庞大的群众收为自家的雇从;因为仅抚养三个子女者便骤然出现了两万人之多。见众人纷纷反对该提案,恺撒便假装因他们不公而义愤填膺,冲出议事堂,并在该年剩余的日子里不再召集元老院,而是登上讲坛直接向民众发表演说;他当众询问站在身旁的庞培与克拉苏对这些法案的看法,两人皆表示赞成,于是民众暗藏短剑前往投票。

§2211

ἡ βουλὴ δέ ʽοὐ γάρ τις αὐτὴν συνῆγεν, οὐδʼ ἐξῆν τῷ ἑτέρῳ τῶν ὑπάτων συναγαγεῖν αὐτήν’ ἐς τὴν οἰκίαν τοῦ Βύβλου συνελθόντες4 οὐδὲν μὲν ἀντάξιον τῆς Καίσαρος ἰσχύος τε καὶ παρασκευῆς ἐποίουν, ἐπενόουν δʼ ὅμως Βύβλον ἐνίστασθαι τοῖς νόμοις καὶ μὴ δόξαν ἀμελείας, ἀλλὰ ἥσσης ἐνέγκασθαι. πεισθεὶς οὖν ὁ Βύβλος ἐνέβαλεν ἐς τὴν ἀγορὰν δημηγοροῦντος ἔτι τοῦ Καίσαρος. ἔριδος δὲ καὶ ἀταξίας γενομένης πληγαί τε ἦσαν ἤδη, καὶ οἱ μετὰ τῶν ξιφιδίων τὰς ῥάβδους καὶ τὰ σημεῖα τοῦ Βύβλου περιέκλων καὶ τῶν δημάρχων ἔστιν οὓς5 περὶ αὐτὸν ὄντας ἔτρωσαν. Βύβλος δʼ οὐ καταπλαγεὶς ἀπεγύμνου τὴν σφαγὴν καὶ μετὰ βοῆς ἐκάλει τοὺς Καίσαρος φίλους ἐπὶ τὸ ἔργον· “εἰ γὰρ οὐ δύναμαι πεῖσαι τὰ δίκαια ποιεῖν," ἔφη, "Καίσαρα, τό γε ἄγος αὐτῷ καὶ μύσος οὕτως ἀποθανὼν ἐπιβαλῶ.” ἀλλὰ τὸν μὲν ἄκοντα ὑπεξήγαγον οἱ φίλοι ἐς τὸ πλησίον ἱερὸν τοῦ Στησίου Διός, Κάτων δʼ ἐπιπεμφθεὶς ὤσατο μὲν ὡς νέος ἐς μέσους καὶ δημηγορεῖν ἤρχετο, μετέωρος δʼ ὑπὸ τῶν Καίσαρος ἀρθεὶς ἐξεφέρετο. καὶ λαθὼν κατʼ ἄλλας ὁδοὺς αὖθις ἀνέδραμεν ἐς τὸ βῆμα καὶ λέγειν μὲν ἔτι οὐδενὸς ἀκούοντος ἀπεγίνωσκε, τοῦ δὲ Καίσαρος ἀγροίκως κατεβόα, μέχρι καὶ τότε μετέωρος ἐξερρίφη καὶ τοὺς νόμους ὁ Καῖσαρ ἐκύρωσε.

元老院(因无人召集,且另一位执政官依法无权单独召集)遂齐集于比布卢斯家中,虽未能提出任何足以匹敌恺撒权势与布署的对策,却仍主张由比布卢斯出面抵制这些法案,宁负战败之名,亦不可蒙受懈怠之耻。比布卢斯被说服后,趁恺撒仍在发表演说之际闯入广场。双方随即爆发争执与混乱,以至大打出手,暗藏短剑之徒折断了比布卢斯的权标与徽记,并刺伤了他身旁的数位保民官。比布卢斯毫不畏缩,袒胸露出脖颈,高声呼喊恺撒的党羽动手:“我若不能说服恺撒行正道,”他说,“便以此死将罪孽与不祥加之于他。”但他的友人们违其心意,将他护送至邻近的斯忒西奥斯宙斯神庙;而被派往现场的加图犹如青年般冲入人群之中开始演说,却被恺撒的党羽凌空抬起扔了出去。加图绕经别道悄悄再度跃上讲坛,见无人肯听,遂放弃继续演说,只是粗鄙地对恺撒破口大骂,直至再度被凌空抛出,恺撒最终通过了这些法案。

语法注5 条
  1. 228ἵνα ἔχοι μηδέν

    表目的的从句,意为“为了做到一无所有”(即净资产为零)。此句带有吊诡的讽刺意味,说明恺撒所负债务之巨,需筹得两千五百万德拉克马方能清偿债务、回归资产为零的状态。

  2. 228ἐσελθόντι δὲ οὐκ ἦν ἔτι ἐπὶ τὸν θρίαμβον ἐπανελθεῖν

    与格分词ἐσελθόντι与无人称结构οὐκ ἦν(“不可能……”)及不定式ἐπανελθεῖν连用。该句反映了罗马法律制度:指挥官一旦跨过神圣市界(pomerium)进入罗马城,即丧失军权(imperium),因而依法再无可能退回城外举行凯旋式。

  3. 229ὡς ἀσθενέστατον αὐτὸν ἀπολιπὼν τῷ Πομπηίῳ

    连词ὡς与修饰主语(卢库鲁斯)的状语分词(ἀπολιπών)连用,引出当事人的主观看法或主张,表明是卢库鲁斯声称“自己正是将已被极度削弱的敌人留给了庞培”。

  4. 2211ἡ βουλὴ δέ ... συνελθόντες

    依意义一致(constructio ad sensum):语法主语ἡ βουλὴ(元老院)为阴性单数,但与其配合的分词συνελθόντες却为阳性复数,顺应了集合名词所蕴含的“元老院议员们”的实际指代对象。

  5. 2211τῶν δημάρχων ἔστιν οὓς

    习惯表达ἔστιν οἵ(“某些、有人”)的宾格形式(ἔστιν οὕς),受动词ἔτρωσαν支配,并带部分属格τῶν δημάρχων,意为“刺伤了保民官中的一些人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:228-2211