← 阿庇安

内战记

§214-217

喀提林密谋的败露与首谋者的处决

阿洛布罗格人使节告发了伦图卢斯等人的密谋,经元老院激烈辩论后同谋者被立即处死,出逃的喀提林亦在交战中败亡,西塞罗因而被誉为祖国之父。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§214

ὧδε μὲν Λέντλῳ καὶ Κεθήγῳ καὶ Στατιλίῳ καὶ Κασσίῳ, τοῖς ἄρχουσι τῆς ἐπαναστάσεως, ἐδέδοκτο, καὶ τὸν καιρὸν ἐπετήρουν· Ἀλλοβρίγων δὲ πρέσβεις, αἰτιώμενοι τοὺς ἡγουμένους αὑτῶν, ἐς τὴν Λέντλου συνωμοσίαν ἐπήχθησαν ὡς ἀναστήσοντες ἐπὶ Ῥωμαίους τὴν Γαλατίαν. καὶ Λέντλος μὲν αὐτοῖς συνέπεμπεν ἐς Κατιλίναν Βουλτούρκιον, ἄνδρα Κροτωνιάτην, γράμματα χωρὶς ὀνομάτων γεγραμμένα φέροντα· οἱ δʼ Ἀλλόβριγες ἐνδοιάσαντες ἐκοινώσαντο Φαβίῳ Σάγγᾳ, ὃς ἦν τῶν Ἀλλοβρίγων προστάτης, ὥσπερ ἁπάσαις πόλεσιν ἔστι τις ἐν Ῥώμῃ προστάτης. παρὰ δὲ τοῦ Σάγγα μαθὼν ὁ Κικέρων συνέλαβεν ἀπιόντας τοὺς Ἀλλόβριγάς τε καὶ Βουλτούρκιον καὶ ἐς τὴν βουλὴν εὐθέως ἐπήγαγεν· οἱ δʼ ὡμολόγουν, ὅσα τοῖς ἀμφὶ τὸν Λέντλον συνῄδεσαν, ἀχθέντας τε ἤλεγχον,1 ὡς ὁ Κορνήλιος Λέντλος εἴποι πολλάκις εἱμάρθαι τρεῖς Κορνηλίους γενέσθαι Ῥωμαίων μονάρχους, ὧν ἤδη Κίνναν καὶ Σύλλαν γεγονέναι.

叛乱之首领伦图卢斯、凯特古斯、斯塔提利乌斯和卡西乌斯便作此决定,并伺机而动。此时,前来控告其长官的阿洛布罗格人使节被拉拢加入伦图卢斯的密谋,指望他们能煽动高卢反抗罗马人。伦图卢斯派克罗顿人武尔图尔基乌斯与他们同往喀提林处,携带着不署名的信件。然而阿洛布罗格人起了疑心,便将此事告知法比乌斯·桑加,桑加是阿洛布罗格人的监护人,正如所有城邦在罗马都有一位监护人一样。西塞罗从桑加处获悉此事后,逮捕了正欲离去的阿洛布罗格人和武尔图尔基乌斯,并立即带入元老院。他们坦白了所知晓的关于伦图卢斯一伙的一切,并在被押解前来的同谋者面前进行对质指证,揭露科尔内利乌斯·伦图卢斯曾屡次声言,命中注定有三位科尔内利乌斯氏族之人将成为罗马人的独裁君主,其中辛纳与苏拉已然如此。

§215

λεχθέντων δὲ τούτων ἡ μὲν βουλὴ Λέντλον παρέλυσε τῆς ἀρχῆς, ὁ δὲ Κικέρων ἕκαστον ἐς τὰς οἰκίας τῶν στρατηγῶν διαθεὶς ἐπανῆλθεν αὐτίκα καὶ ψῆφον περὶ αὐτῶν ἐδίδου. θόρυβος δʼ ἦν ἀμφὶ τὸ βουλευτήριον, ἀγνοουμένου ἔτι τοῦ ἀκριβοῦς, καὶ δέος τῶν συνεγνωκότων. αὐτοῦ δὲ Λέντλου καὶ Κεθήγου θεράποντές τε καὶ ἐξελεύθεροι, χειροτέχνας πολλοὺς προσλαβόντες, κατʼ ὀπισθίας ὁδοὺς περιῄεσαν ἐπὶ τὰς τῶν στρατηγῶν οἰκίας ὡς τοὺς δεσπότας ἐξαρπασόμενοι. ὧν ὁ Κικέρων πυθόμενος ἐξέδραμεν ἐκ τοῦ βουλευτηρίου καὶ διαθεὶς ἐς τὰ ἐπίκαιρα φύλακας ἐπανῆλθε καὶ τὴν γνώμην ἐπετάχυνε. Σιλανὸς μὲν δὴ πρῶτος ἔλεγεν, ὃς ἐς τὸ μέλλον ᾕρητο ὑπατεύειν· ὧδε γὰρ Ῥωμαίοις ὁ μέλλων ὑπατεύσειν πρῶτος ἐσφέρει γνώμην, ὡς αὐτός, οἶμαι, πολλὰ τῶν κυρουμένων ἐργασόμενος καὶ ἐκ τοῦδε εὐβουλότερόν τε καὶ εὐλαβέστερον ἐνθυμησόμενος περὶ ἑκάστου. ἀξιοῦντι δὲ τῷ Σιλανῷ τοὺς ἄνδρας ἐσχάτῃ κολάσει μετιέναι πολλοὶ συνετίθεντο, ἕως, ἐπὶ Νέρωνα τῆς γνώμης περιιούσης, ὁ Νέρων ἐδικαίου φυλάττειν αὐτούς, μέχρι Κατιλίναν ἐξέλωσι πολέμῳ καὶ τὰ ἀκριβέστατα μάθωσι, γάιός τε Καῖσαρ οὐ καθαρεύων μὲν ὑπονοίας μὴ συνεγνωκέναι τοῖς ἀνδράσι,2 Κικέρωνος δʼ οὐ θαρροῦντος καὶ τόνδε, ὑπεραρέσκοντα τῷ δήμῳ, ἐς τὸν ἀγῶνα προβαλέσθαι, προσετίθει διαθέσθαι τοὺς ἄνδρας Κικέρωνα τῆς Ἰταλίας ἐν πόλεσιν αἷς ἂν αὐτὸς δοκιμάσῃ, μέχρι Κατιλίνα καταπολεμηθέντος ἐς δικαστήριον ὑπαχθῶσι, καὶ μηδὲν ἀνήκεστον ἐς ἄνδρας ἐπιφανεῖς ᾖ πρὸ λόγου καὶ δίκης ἐξειργασμένος.3 δικαίου δὲ τῆς γνώμης φανείσης καὶ δεχθείσης, ἀκρατῶς οἱ πολλοὶ μετετίθεντο, μέχρι Κάτων ἤδη σαφῶς ἀνακαλύπτων τὴν ἐς τὸν Καίσαρα ὑποψίαν καὶ ὁ Κικέρων δεδιὼς ἀμφὶ τῇ νυκτὶ προσιούσῃ, μὴ τὸ συνεγνωκὸς τοῖς ἀνδράσι πλῆθος αἰωρούμενον ἔτι κατʼ ἀγορὰν καὶ δεδιὸς περί τε σφῶν αὐτῶν καὶ περὶ ἐκείνων ἐργάσηταί τι ἄτοπον, ἔπεισαν ὡς αὐτοφώρων ἄνευ κρίσεως καταγνῶναι. καὶ εὐθὺς ἐκ τῶν οἰκιῶν, ἔτι τῆς βουλῆς συνεστώσης, ἕκαστον αὐτῶν ὁ Κικέρων ἐς τὸ δεσμωτήριον μεταγαγών, τοῦ πλήθους ἀγνοοῦντος, ἐπεῖδεν ἀποθνῄσκοντας καὶ τοῖς ἐν ἀγορᾷ παροδεύων ἐσήμηνεν, ὅτι τεθνᾶσιν. οἱ δὲ διελύοντο πεφρικότες τε καὶ περὶ σφῶν ἀγαπῶντες ὡς διαλαθόντες.

这些言论道出之后,元老院罢免了伦图卢斯的官职,西塞罗将他们分别安置在大法官们的宅邸中看管,随即返回议事堂主持对他们的表决。议事堂周围一片哗然,因确切实情尚不为人知,参与密谋者无不惊惧。伦图卢斯本人和凯特古斯的奴仆与被释奴纠集了许多工匠,经由后街绕向大法官们的宅邸,企图劫夺他们的主人。西塞罗得知此事后,奔出议事堂,在要害之处布置了守卫,返回后便催促加快表决。已被选为来年执政官的西拉努斯首先发言;因为在罗马人中,当选执政官者依例首倡动议,我以为这是因为他本人将要执行许多通过的决议,因而对每项事务的思考都会更加审慎周详。当西拉努斯主张对这些人处以极刑时,许多人表示赞同,直到意见轮至尼禄,尼禄认为应当将他们关押看守,直至在战争中消灭喀提林并查明最准确的事实;而盖约·恺撒本人并未摆脱参与密谋的嫌疑,但西塞罗不敢将这位极受民众倾心拥戴之人也推上审判席,恺撒遂提议,由西塞罗将这些人分散看管于他本人认可的意大利各城市,直至喀提林被彻底征服后再交由法庭审理,且在听取申辩与审判之前,不应对显贵人物做出不可挽回的处置。由于这番提议显得公允并被采纳,大多数人极度动摇地改变了立场,直到加图此刻公开揭露针对恺撒的嫌疑,而西塞罗也因黑夜将至而心中忧虑,唯恐与这些人结伙的大批乱民仍盘桓于广场且因担忧自身和同党而铤而走险,两人遂说服众人将他们作为现行犯不经审判直接定罪。于是,趁元老院仍在开会之际,西塞罗瞒过民众,立即将他们逐一从宅邸押送至牢狱,亲视他们受刑身亡,并在穿过广场时向广场上的人示意他们已经气绝。乱民们战栗不已,并为自身侥幸脱身而感到庆幸,随之散去。

§217

οὕτω μὲν ἡ πόλις ἀνέπνευσεν ἀπὸ τοῦ δέους πολλοῦ σφίσιν ἐκείνης τῆς ἡμέρας ἐπιστάντος· Κατιλίναν δὲ ἐς δισμυρίους τε ἀγείραντα καὶ τούτων τεταρτημόριον ὁπλίσαντα ἤδη καὶ ἐς Γαλατίαν ἐπὶ ἄλλην παρασκευὴν ἀπιόντα Ἀντώνιος ὁ ἕτερος ὕπατος ὑπʼ Ἀλπείοις καταλαβών, οὐ δυσχερῶς ἐκράτησεν ἀνδρὸς ἐμπλήκτως ἀλλόκοτον ἔργον ἐπὶ νοῦν λαβόντος τε καὶ ἐς πεῖραν ἔτι ἐμπληκτότερον ἀπαρασκεύως προαγαγόντος. οὐ μὴν ὅ γε Κατιλίνας οὐδʼ ἄλλος οὐδεὶς τῶν συνόντων ἐπιφανῶν φυγεῖν ἠξίωσεν, ἀλλ ἐσδραμόντες ἐς τοὺς πολεμίους ἀπώλοντο. ὧδε μὲν ἡ Κατιλίνα ἐπανάστασις, παρʼ ὀλίγον ἐς ἔσχατον ἐλθοῦσα κινδύνου τῇ πόλει, διελύετο. καὶ ὁ Κικέρων, ἅπασιν ἐπὶ λόγου δυνάμει μόνῃ γνώριμος ὤν, τότε καὶ ἐπὶ ἔργῳ διὰ στόματος ἦν καὶ σωτὴρ ἐδόκει περιφανῶς ἀπολλυμένῃ τῇ πατρίδι γενέσθαι, χάριτές τε ἦσαν αὐτῷ παρὰ τὴν ἐκκλησίαν καὶ εὐφημίαι ποικίλαι. Κάτωνος δʼ αὐτὸν καὶ πατέρα τῆς πατρίδος προσαγορεύσαντος ἐπεβόησεν ὁ δῆμος. καὶ δοκεῖ τισιν ἥδε ἡ εὐφημία ἀπὸ Κικέρωνος ἀρξαμένη περιελθεῖν ἐς τῶν νῦν αὐτοκρατόρων τοὺς φαινομένους ἀξίους· οὐδὲ γὰρ τοῖσδε, καίπερ οὖσι βασιλεῦσιν, εὐθὺς ἀπʼ ἀρχῆς ἅμα ταῖς ἄλλαις ἐπωνυμίαις, ἀλλὰ σὺν χρόνῳ μόλις ἥδε, ὡς ἐντελὴς ἐπὶ μεγίστοις δὴ μαρτυρία, ψηφίζεται.

城邦就这样从那一天降临在他们头上的巨大恐惧中苏醒喘息。至于喀提林,他纠集了近两万人,其中四分之一已佩带武器,正前往高卢作进一步筹备,另一位执政官安东尼在阿尔卑斯山麓追上了他,轻而易举地击溃了这个疯狂策划悖谬之举且更加疯狂地在毫无准备之下付诸尝试之人。然而,喀提林本人以及随行的所有显贵没有一人肯屈辱逃跑,而是冲入敌阵阵亡。 喀提林的这场险些将城邦推向万劫不复之危境的叛乱,就这样被平定了。此前仅凭辞令之能闻名于世的西塞罗,彼时亦因其功绩而万口流传,被昭然公认为濒临灭亡之祖国的救星,在公民大会上他受到了感激和各式各样的赞美。当加图称他为“祖国之父”时,民众齐声欢呼附和。有人认为,这一赞誉始于西塞罗,并传承给现今被认为当之无愧的皇帝们;因为即便对于作为君主的皇帝,这一称号也并非一开始就同其他称号一并授予,而是历经时日、作为对至高功勋的圆满明证方才被表决通过的。

语法注3 条
  1. 214ἀχθέντας τε ἤλεγχον

    宾格分词 ἀχθέντας 与 ἤλεγχον 承前省略的宾语(被押解至元老院的伦图卢斯等同谋者)一致,表明使节们当面指证并驳倒了被带上殿前的密谋者。

  2. 216οὐ καθαρεύων μὲν ὑπονοίας μὴ συνεγνωκέναι τοῖς ἀνδράσι

    在表达嫌疑或洗清之意的词组(οὐ καθαρεύων ὑπονοίας)之后,不定式 συνεγνωκέναι 前附带有赘用否定词 μή,意为“并未摆脱与那些人共谋的嫌疑”。

  3. 216καὶ μηδὲν ἀνήκεστον ἐς ἄνδρας ἐπιφανεῖς ᾖ πρὸ λόγου καὶ δίκης ἐξειργασμένος

    虚拟式完成时迂回形式 ᾖ ... ἐξειργασμένος 的主语承接前文指西塞罗。这是恺撒提议内容的一部分,要求西塞罗在听取申辩和正式审判之前,不致对显赫人士做出不可挽回的处置。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:214-217