← 阿庇安

内战记

§2212-2214

恺撒独揽执政与受领高卢总督职

恺撒以死刑威慑迫使反对派对法案宣誓,并在扑朔迷离的维提乌斯事件后独揽朝政;他通过减免骑士阶层承包税和巨额表演巩固权威,获授为期五年的高卢行省总督之职,并以联姻和扶植克劳狄乌斯等心腹掌控后方政局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2212

καὶ ἐπʼ αὐτοῖς τόν τε δῆμον ὥρκωσεν ἐς ἀεὶ κυρίους νομιεῖν καὶ τὴν βουλὴν ἐκέλευεν ὀμνύναι. ἐνισταμένων δὲ πολλῶν καὶ Κάτωνος, εἰσηγεῖτο μὲν ὁ Καῖσαρ θάνατον τῷ μὴ ὀμόσαντι, καὶ ὁ δῆμος ἐπεκύρου· ὤμνυον δʼ αὐτίκα δείσαντες οἵ τε ἄλλοι καὶ οἱ δήμαρχοι· οὐ γὰρ ἔτι χρήσιμον ἀντιλέγειν ἦν κυρουμένου διὰ τοὺς ἄλλους τοῦ νόμου. Οὐέττιος δʼ ἀνὴρ δημότης, ἐς τὸ μέσον ἐσδραμὼν μετὰ ξιφιδίου γυμνοῦ, ἐπιπεμφθῆναι ἔφη πρός τε Βύβλου καὶ Κικέρωνος καὶ Κάτωνος ἐς ἀναίρεσιν Καίσαρός τε καὶ Πομπηίου καὶ τὸ ξιφίδιον αὑτῷ Βύβλου ῥαβδοῦχον ἐπιδοῦναι Ποστούμιον. ὑπόπτου δʼ ὄντος ἐφʼ ἑκάτερα1 τοῦ πράγματος ὁ μὲν Καῖσαρ ἐξετράχυνε τὸ πλῆθος, τὴν δʼ ἐπιοῦσαν ἐξετάσειν τὸν Οὐέττιον ἀνεβάλλοντο. καὶ ὁ Οὐέττιος φυλασσόμενος ἐν τῷ δεσμωτηρίῳ νυκτὸς ἀνῃρέθη. εἰκαζομένου δʼ ἐς ποικίλα τοῦ συμβεβηκότος ὁ Καῖσαρ οὐκ ἀνίει καὶ τοῦτο δρᾶσαι λέγων τοὺς δεδιότας, ἕως ὁ δῆμος αὐτῷ συνεχώρησεν ἀμύνειν τοῖς ἐπιβεβουλευμένοις.2 καὶ Βύβλος μὲν ἐκ χειρῶν ἅπαντα μεθεὶς οἷά τις ἰδιώτης οὐ προῄει τῆς οἰκίας ἐπὶ τὸ λοιπὸν τῆς ἀρχῆς ἅπαν, ὁ δὲ Καῖσαρ οὐδʼ αὐτὸς ἔτι ἐζήτει περὶ τοῦ Οὐεττίου, μόνος ἔχων τὸ κράτος ἐπὶ τῇ πολιτείᾳ.

在这些法案之外,恺撒还迫使民众宣誓永世视之为有效,并命令元老院同样宣誓。因许多议员以及加图起而反对,恺撒遂提议对拒不宣誓者处以死刑,民众予以批准。其余众人与保民官因恐惧而立即宣誓;盖因法案既已由其余众人通过,再行反对已无济于事。然而,平民中有一名为维提乌斯之人,手持出鞘的短剑冲入人群之中,声称自己系受比布卢斯、西塞罗与加图所派遣,意图刺杀恺撒与庞培,且该短剑乃比布卢斯的扈从波斯图米乌斯亲手交予。鉴于此事在双方看来皆存疑点,恺撒极力挑起群众的愤慨,审讯维提乌斯之事则被推迟至次日。然而维提乌斯在狱中被羁押期间,于夜间遭人杀害。对于发生之事,坊间流言揣测不一,恺撒仍不断宣称此事亦系惊恐者所为,直至民众准许他有权防卫那些遭暗算之人。于是,比布卢斯放弃了一切政务,宛如一介平民,在其剩余任期内足不出户;而恺撒本人亦不再追查维提乌斯之事,独揽了城邦的最高权力。

§2213

νόμους δʼ ἐσέφερεν, ἐκθεραπεύων τὸ πλῆθος, ἑτέρους καὶ τὰ Πομπηίῳ πεπραγμένα ἅπαντα ἐκύρου, καθάπερ ὑπέσχητο αὐτῷ. οἱ δʼ ἱππέες λεγόμενοι, τὴν μὲν ἀξίωσιν τοῦ δήμου καὶ τῆς βουλῆς ὄντες ἐν μέσῳ,3 δυνατώτατοι δὲ ἐς ἅπαντα περιουσίας τε οὕνεκα καὶ μισθώσεως τελῶν καὶ φόρων, οὓς ὑπὸ τῶν ἐθνῶν τελουμένους ἐξεμισθοῦντο, καὶ πλήθους βεβαιοτάτων ἐς ταῦτα θεραπόντων, ἐκ πολλοῦ τὴν βουλὴν ᾔτουν ἄφεσίν τινα μέρους τῶν φόρων αὑτοῖς γενέσθαι. καὶ ἀποδιέτριβεν ἡ βουλή. ὁ δὲ Καῖσαρ ἐς οὐδὲν τότε τῆς βουλῆς δεόμενος, ἀλλὰ μόνῳ τῷ δήμῳ χρώμενος τὰ τρίτα τῶν μισθώσεων αὐτοῖς παρῆκεν. οἱ δέ, ὑπὲρ τὴν σφετέραν ἀξίωσιν ἀδοκήτου τῆς χάριτος αὐτοῖς γενομένης, ἐξεθείαζον αὐτόν, καὶ στῖφος ἄλλο καρτερώτερον τοῦ δήμου τόδε τῷ Καίσαρι προσγεγένητο διʼ ἑνὸς πολιτεύματος. ὁ δὲ καὶ θέας ἐπεδίδου καὶ κυνηγέσια θηρίων ὑπὲρ δύναμιν, δανειζόμενος ἐς ἅπαντα καὶ τὰ πρότερα πάνθʼ ὑπερβάλλων παρασκευῇ καὶ χορηγίᾳ καὶ δόσεσι λαμπραῖς· ἐφʼ οἷς αὐτὸν εἵλοντο Γαλατίας τῆς τε ἐντὸς Ἄλπεων καὶ ὑπὲρ Ἄλπεις ἐπὶ πενταετὲς ἄρχειν καὶ ἐς τὴν ἀρχὴν ἔδοσαν τέλη στρατοῦ τέσσαρα.

恺撒又提出其他法案以讨好民众,并如约批准了庞培所处置的一切事项。所谓骑士阶层,在尊荣地位上介于民众与元老院之间,但因其雄厚资财、对各行省纳税事务与关税的包税承揽,以及为此役使的大批极为可靠的家奴,在各方面皆拥有绝大势力;他们久向元老院请求减免部分包税金额。元老院却对此一再拖延。彼时恺撒毫无借助元老院之需,仅凭依平民大会,遂为他们减免了三分之一的承包税额。骑士们蒙受了超乎自身请求的意外恩惠,将他奉若神明;由此仅凭一项政策,便使这一比民众更为强大的集团归附于恺撒。此外,他还超乎财力地举办竞技表演与野兽狩猎,凡事皆靠举债,在排场、耗费与丰厚施舍上无不超越前人。为此,众人选任他治理阿尔卑斯山以内与阿尔卑斯山以外的高卢,任期五年,并拨给四个军团归其指挥。

§2214

ὁ δὲ καὶ τὴν ἀποδημίαν οἱ χρόνιον ὁρῶν ἐσομένην καὶ τὸν φθόνον ὡς ἐπὶ μεγίστοις δὴ τοῖς δεδομένοις μείζονα, Πομπηίῳ μὲν ἐζεύγνυ τὴν θυγατέρα, καίπερ ἐνηγγυημένην Καιπίωνι, δεδιώς, μὴ καὶ φίλος ὢν ἐπιφθονήσειε τῷ μεγέθει τῆς εὐδαιμονίας, τοὺς δὲ θρασυτάτους τῶν στασιωτῶν ἐπὶ τὰς ἀρχὰς τοῦ μέλλοντος ἔτους παρῆγε. καὶ ὕπατον μὲν ἀπέφηνεν Αὖλον Γαβίνιον, φίλον ἑαυτοῦ· Λευκίου δὲ Πείσωνος τοῦ σὺν αὐτῷ μέλλοντος ὑπατεύσειν τὴν θυγατέρα Καλπουρνίαν αὐτὸς ἤγετο, βοῶντος Κάτωνος διαμαστροπεύεσθαι γάμοις τὴν ἡγεμονίαν.4 δημάρχους δὲ ᾑρεῖτο Οὐατίνιόν τε καὶ Κλώδιον τὸν Καλὸν ἐπίκλην, ὅν τινα αἰσχρὰν ἐν ἱερουργίᾳ γυναικῶν ποτε λαβόντα ὑπόνοιαν ἐπὶ Ἰουλίᾳ τῇ Καίσαρος αὐτοῦ γυναικὶ ὁ μὲν Καῖσαρ οὐκ ἔκρινεν, ὑπεραρέσκοντα τῷ δήμῳ, καίπερ ἀποπεμψάμενος τὴν γυναῖκα, ἕτεροι δὲ διὰ τὴν ἱερουργίαν ἐς ἀσέβειαν ἐδίωκον, καὶ συνηγόρευε τοῖς διώκουσι Κικέρων. καὶ κληθεὶς ἐς μαρτυρίαν ὁ Καῖσαρ οὐ κατεῖπεν, ἀλλὰ τότε καὶ δήμαρχον ἐς ἐπιβουλὴν τοῦ Κικέρωνος ἀπέφηνε, διαβάλλοντος ἤδη τὴν συμφροσύνην τῶν τριῶν ἀνδρῶν ἐς μοναρχίαν. οὕτω καὶ λύπης ἐκράτουν ὑπὸ χρείας καὶ τὸν ἐχθρὸν εὐηργέτουν ἐς ἄμυναν ἑτέρου. δοκεῖ δὲ καὶ ὁ Κλώδιος ἀμείψασθαι πρότερος τὸν Καίσαρα καὶ συλλαβεῖν ἐς τὴν τῆς Γαλατίας ἀρχήν.

恺撒见自己出巡在外的时日必将长久,且因所获权柄极其巨大,嫉恨之情亦必随之加深,遂将自己的女儿嫁予庞培,尽管她此前已许配给凯皮奥;他唯恐庞培纵为密友,亦会因其显赫声势而心生妒忌。他又推举自己党羽中最胆大妄为之人出任下一年度的官职。他使自己的密友奥卢斯·加比尼乌斯当选为执政官;至于将与加比尼乌斯共掌执政官之职的卢基乌斯·皮索,恺撒本人娶其女卡尔普尔尼亚为妻;加图则大声呼喊抗议,称最高权力竟通过联姻被如娼妓般私下倒卖。恺撒又选定瓦提尼乌斯以及绰号为美男子的克劳狄乌斯出任保民官。关于这位克劳狄乌斯,昔日曾在妇女的密仪之中与恺撒本人之妻尤利亚传出丑闻嫌疑,恺撒虽休弃其妻,却因克劳狄乌斯深得民心而未予起诉;但其他人因那场密仪而以亵渎神圣罪对其提起控告,西塞罗站在控方一边陈词。恺撒被传唤作证时未曾指证他,反而在此刻使他当选为保民官以图暗算西塞罗,因西塞罗彼时已将三人的结盟抨击为独裁君主统治。他们便是如此因形势需要而克制私怨,优待仇敌以借之报复另一人。据闻克劳狄乌斯此前亦曾回报恺撒,协助他谋得了高卢的统领之职。

语法注4 条
  1. 2212ἐφʼ ἑκάτερα

    介词短语 ἐφʼ ἑκάτερα 意为“在双方看来”或“向着两个方向”。与独立属格结构 ὑπόπτου δʼ ὄντος... τοῦ πράγματος 连用,表明该事件存在两种截然对立的怀疑视角:既被疑为元老院派的真实刺杀阴谋,亦被疑为恺撒党羽自导自演的栽赃陷害。

  2. 2212ἀμύνειν τοῖς ἐπιβεβουλευμένοις

    动词 ἀμύνω 接与格时,意为“援助、保护、防卫”。此处的完成时被动分词阳性复数 τοῖς ἐπιβεβουλευμένοις 指代“遭受阴谋算计之人”(即恺撒与庞培),表明民众赋予了恺撒保护受害者免遭谋害的自卫与护卫之权。

  3. 2213τὴν μὲν ἀξίωσιν τοῦ δήμου καὶ τῆς βουλῆς ὄντες ἐν μέσῳ

    名词 τὴν ἀξίωσιν 用作关系对格(限制对格),意为“就威望/社会等级而言”,修饰分词短语 ὄντες ἐν μέσῳ(“居于中间”)。此句指明了骑士阶层在罗马社会中介于元老院贵族与普通平民之间的中介地位。

  4. 2214διαμαστροπεύεσθαι γάμοις τὴν ἡγεμονίαν

    此为受独立属格 βοῶντος Κάτωνος 统辖的“带对格的不定词”结构。动词 διαμαστροπεύω 带有强烈的贬义,意为“如拉皮条般倒卖、私下说合”。全句直译为“最高统治权(τὴν ἡγεμονίαν)正通过联姻(γάμοις,手段与格)遭到皮条式的私相授受”,体现了加图对恺撒通过政治联姻私吞国家公权的严厉斥责。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2212-2214