- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2315-2317
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒出征高卢后,克劳狄乌斯起诉西塞罗致其被迫流亡,但西塞罗随后在庞培的操弄下得以重返罗马。恺撒在高卢积聚了雄厚财富与威势,在卢卡与庞培、克拉苏密会并重组同盟,为庞培二人谋定执政官职位并延长自身指挥权,最终在流血冲突中赢得选举。
τοσάδε μὲν δὴ Καῖσαρ ὑπατεύων ἔπραξε καὶ τὴν ἀρχὴν ἀποθέμενος ἐπὶ τὴν ἑτέραν εὐθὺς ἐξῄει· Κικέρωνα δὲ γράφεται Κλώδιος παρανόμων, ὅτι πρὸ δικαστηρίου τοὺς ἀμφὶ Λέντλον καὶ Κέθηγον ἀνέλοι.1 ὁ δʼ ἐς τὸ ἔργον ἐκεῖνο γενναιοτάτῳ λήματι κεχρημένος ἀσθενέστατος ἐς τὴν δίκην ἐγίγνετο, καὶ ταπεινὴν ἐσθῆτα ἐπικείμενος γέμων τε αὐχμοῦ καὶ ῥύπου προσέπιπτεν οἷς ἐντύχοι κατὰ τοὺς στενωπούς, οὐδὲ τοῖς ἀγνῶσιν ἐνοχλεῖν αἰδούμενος, ὥστε αὐτῷ τὸ ἔργον διὰ τὴν ἀπρέπειαν ἀπὸ οἴκτου μεταπίπτειν ἐς γέλωτα. ἐς τοσοῦτο δειλίας περὶ μίαν οἰκείαν δίκην κατέπεσεν, ὃς τὸν ὅλον βίον ἐν ἀλλοτρίαις ἐξήταστο λαμπρῶς, οἷόν τι καὶ Δημοσθένη φασὶ τὸν Ἀθηναῖον οὐδʼ ὑποστῆναι τὴν ἑαυτοῦ δίκην, ἀλλὰ πρὸ τοῦ ἀγῶνος φυγεῖν. Κλωδίου δὲ καὶ τὰς παρακλήσεις αὐτῷ σὺν ὕβρει διακόπτοντος ἐν τοῖς στενωποῖς, ἀπέγνω πάνθʼ ὁ Κικέρων καὶ ἔφευγεν ἑκούσιον καὶ ὅδε φυγήν, καὶ φίλων αὐτῷ πλῆθος συνεξῄει, καὶ ἡ βουλὴ συνίστη τὸν ἄνδρα πόλεσι τε καὶ βασιλεῦσι καὶ δυνάσταις. Κλώδιος δʼ αὐτῷ τὴν οἰκίαν καὶ τὰς ἐπαύλεις ἐπικατέσκαπτεν ἐπαιρόμενός τε καὶ τῷδε ἀντιπαρεβάλλετο ἤδη καὶ Πομπηίῳ τὸ μέγιστον ἐν τῇ πόλει κράτος ἔχοντι.
恺撒在执政官任内成就了如此多的功业之后,便卸下官职,随即奔赴其另一任所。与此同时,克劳狄乌斯以违法乱纪之罪起诉西塞罗,指控其未经司法审判便擅自处决了伦图卢斯与凯特古斯一党。西塞罗在那桩处决之事中本展现出了极为高贵的魄力,面对这场诉讼却变得极度软弱;他身穿破旧褴褛的衣衫,蓬头垢面,满身污垢,在街巷之中向所遇见的任何人匍匐哀告,甚至毫不顾忌向素不相识之人纠缠乞怜,以致其举止因不成体统而由令人怜悯转变为遭人哂笑。他毕生在为他人的诉讼辩护中皆表现得无比辉煌,却在事关自身的一场审判中陷入了如此卑劣的胆怯之中——正如传闻雅典人德摩斯梯尼亦未能经受住针对其自身的审判,反而在法庭辩论前仓皇逃亡。鉴于克劳狄乌斯甚至在街巷中蛮横无礼地打断西塞罗的恳求,西塞罗遂心灰意冷,亦自行流亡异乡,大批朋友随同他离去,元老院亦向各城邦、诸君王及各方权贵致信引荐庇护此人。克劳狄乌斯则洋洋自得,将西塞罗的宅邸与庄园彻底夷平,并藉此势头,开始与在城中握有至高权力的庞培分庭抗礼。
ὁ δὲ Μίλωνα, τὸν σὺν τῷ Κλωδίῳ τὴν ἀρχὴν παραδεδεγμένον, θρασύτερον ὄντα τοῦ Κλωδίου, ἐς ὑπατείαν ἐπήλπιζε καὶ ἤλειφεν ἐπὶ τὸν Κλώδιον καὶ ψηφίσασθαι τῷ Κικέρωνι κάθοδον ἐκέλευεν, ἐλπίσας τὸν Κικέρωνα ἐλθόντα περὶ μὲν τῆς παρούσης πολιτείας οὐκέτι φθέγξεσθαι μεμνημένον, οἷα ἔπαθε, δίκας δὲ καὶ πράγματα ἐποίσειν τῷ Κλωδίῳ. Κικέρων μὲν δὴ διὰ Πομπήιον ἐκπεσὼν διὰ Πομπήιον κατῄει, ἑκκαιδεκάτῳ μάλιστα μηνὶ τῆς ἐξελάσεως· καὶ αὐτῷ καὶ τὴν οἰκίαν καὶ τὰς ἐπαύλεις ἀνίστη τέλεσι κοινοῖς. λαμπρῶς δʼ αὐτὸν περὶ τὰς πύλας ὑποδεχομένων πάντων, φασὶ περὶ τὰς δεξιώσεις τὴν ἡμέραν ὅλην, οἷόν τι καὶ Δημοσθένει συνέβη κατιόντι, ἀναλῶσαι.
庞培则让与克劳狄乌斯同届就任、且比克劳狄乌斯更为胆大妄为的米罗对执政官之职抱有期许,挑动他去对抗克劳狄乌斯,并敦促他通过决议召回西塞罗;庞培指望西塞罗归来之后,念及此前所遭之罪,必不再对当下的政制妄加置喙,而会将诉讼与麻烦全力倾泻于克劳狄乌斯身上。 西塞罗因庞培之故而被逐,亦借庞培之力得以归还,其归来约在遭逐后的第十六个月;公家出资为他重建了宅邸与庄园。众人于城门附近隆重迎候他时,据说他整日皆耗费于应酬致意之中,宛如当年德摩斯梯尼归国时所遇之景。
ὁ δὲ Καῖσαρ ἔν τε Κελτοῖς καὶ Βρεττανοῖς πολλὰ καὶ λαμπρὰ εἰργασμένος, ὅσα μοι περὶ Κελτῶν λέγοντι εἴρηται, πλούτου γέμων ἐς τὴν ὅμορον τῇ Ἰταλίᾳ Γαλατίαν, τὴν ἀμφὶ τὸν Ἠριδανὸν ποταμόν, ἧκεν, ἐκ συνεχοῦς πολέμου τὸν στρατὸν ἀναπαύσων ἐπʼ ὀλίγον. ὅθεν αὐτῷ περιπέμποντι ἐς Ῥώμην πολλὰ πολλοῖς χρήματα αἵ τε ἐτήσιοι ἀρχαὶ παρὰ μέρος ἀπήντων καὶ οἱ ἄλλως ἐπιφανεῖς ὅσοι τε ἐς ἡγεμονίας ἐθνῶν ἢ στρατοπέδων ἐξῄεσαν, ὡς ἑκατὸν μέν ποτε καὶ εἴκοσι ῥάβδους ἀμφʼ αὐτὸν γενέσθαι, βουλευτὰς δὲ πλείους διακοσίων, τοὺς μὲν ἀμειβομένους ὑπὲρ τῶν ἤδη γεγονότων, τοὺς δὲ χρηματιουμένους, τοὺς δʼ ἄλλο τι τοιουτότροπον αὑτοῖς ἐξεργασομένους. πάντα γὰρ ἤδη διὰ τούτου ἐπράσσετο στρατιᾶς τε πολλῆς οὕνεκα καὶ δυνάμεως χρημάτων καὶ σπουδῆς ἐς ἅπαντας φιλανθρώπου. ἀφίκοντο δʼ αὐτῷ καὶ Πομπήιος καὶ Κράσσος, οἱ κοινωνοὶ τῆς δυναστείας. καὶ αὐτοῖς βουλευομένοις ἔδοξε Πομπήιον μὲν καὶ Κράσσον αὖθις ὑπατεῦσαι, Καίσαρι δʼ ἐς τὴν ἡγεμονίαν ὧν εἶχεν ἐθνῶν,2 ἄλλην ἐπιψηφισθῆναι πενταετίαν. ὧδε μὲν ἀπʼ ἀλλήλων διεκρίθησαν, Πομπηίῳ δʼ ἐς τὴν ὑπατείαν ἀντιπαρήγγελλε Δομίτιος Αἰνόβαρβος· καὶ τῆς κυρίας ἡμέρας ἄμφω κατῄεσαν ἔτι νυκτὸς ἐς τὸ πεδίον ἐς τὴν χειροτονίαν. τῶν δʼ ἀμφʼ αὐτοὺς ἔριδες ἦσαν καὶ συνεπλέκοντο, μέχρι τις τὸν Δομιτίου δᾳδοῦχον ἐπάταξε ξίφει. καὶ φυγὴ μετὰ τοῦτο ἦν, Δομίτιός τε αὐτὸς ἐς τὴν οἰκίαν διεσῴζετο μόλις, καὶ Πομπηίου τὴν ἐσθῆτά τινες ᾑμαγμένην ἔφερον οἴκαδε. παρὰ τοσοῦτον ἑκάτερος ἦλθε κινδύνου.3
此时,恺撒在高卢人与不列颠人之中立下了诸多辉煌战功——正如我在记述高卢人事务时所叙及的那样——携带着巨量财富来到了毗邻意大利、位于埃里达努斯河沿岸的高卢地区,意图让军队从接连不断的战火中稍作休整。恺撒自该地向罗马城内的众多人士广施重金,每年的执政长官们相继前往拜会他,此外显贵名流以及所有即将出任行省总督或军团统帅之人亦纷纷而至,以致一度围绕在他身旁的扈从权标竟多达一百二十杆,元老院议员亦达两百余人;他们有的为酬谢既得恩泽,有的为谋求金钱,有的则意在为自身博取其他类似利益。盖因凭借庞大的军队、雄厚的财力以及对众人的慷慨热忱,如今一切政事皆经由恺撒一手操办。其共掌大权的盟友庞培与克拉苏亦亲临其所。三人商议之下决定,由庞培与克拉苏再度出任执政官,而对于恺撒所统辖的诸行省之统治权,则通过投票再延长五年任期。 三人遂以此达成协议而各自散去,但多米提乌斯·阿埃诺巴尔布斯却出面与庞培竞选执政官;在正式投票之日,双方尚在黑夜便一同下至战神广场参与表决。双方的支持者各起争端并扭打在一起,直至有人拔剑刺倒了多米提乌斯的持火炬仆从。此后人群四散奔逃,多米提乌斯本人侥幸逃生返回家中,另有人则将庞培染血的衣物带回府邸。双方皆陷入了如此险恶的绝境之中。
- 2315ὅτι πρὸ δικαστηρίου τοὺς ἀμφὶ Λέντλον καὶ Κέθηγον ἀνέλοι
由表示原因的连词ὅτι引导的从句中,动词采用了斜法希求语气(optativus obliquus)ἀνέλοι,配合主句的历史现在时(γράφεται)。这表明该理由系原告克劳狄乌斯所提出的指控内容,而非叙述者自身的客观陈述。
- 2317ὧν εἶχεν ἐθνῶν
关系代词受牵引且先行词并入关系从句的构文:关系代词(ἃ → ὧν)受先行词ἐθνῶν的属格牵引变为属格,同时先行词被吸纳进关系从句,其基本骨架相当于 ἐς τὴν ἡγεμονίαν τῶν ἐθνῶν ἃ εἶχεν(对于其所统辖各行省之统治权)。
- 2317παρὰ τοσοῦτον ἑκάτερος ἦλθε κινδύνου
成语性结构:παρὰ τοσοῦτον 后接部分属格 κινδύνου,意为“双方皆陷入了如此重大的危险境地(险些丧命)”。前置词παρά在此表示限度或差距,凸显了危机迫近的程度。
