← 阿庇安

内战记

§221151-221152

恺撒与亚历山大的特质及凶兆之同

作者比较了恺撒与亚历山大在军队、神圣出身、性情及宽仁等方面的相似性与发迹起点的差异,并指出二人皆藐视凶兆,尤其是两次“无叶之肝”的异兆分别预示了险死还生的危局与最终的死亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§221151

συνέβη δʼ αὐτοῖς καὶ τὰ στρατόπεδα ὁμοίως πρόθυμα μὲν ἐς ἄμφω καὶ μετὰ εὐνοίας γενέσθαι καὶ ἐς μάχας θηριώδεσιν ἐοικότα, δυσπειθῆ δὲ πολλάκις ἑκατέρῳ καὶ πολυστασίαστα διὰ τοὺς πόνους. ἀποθανόντας γε μὴν ὁμοίως ὠδύραντο καὶ ἐπεπόθησαν καὶ θείων τιμῶν ἠξίωσαν. ἐγένοντο δὲ καὶ τὰ σώματα εὐφυεῖς ἄμφω καὶ καλοί. καὶ τὸ γένος ἐκ Διὸς ἤστην ἑκάτερος, ὁ μὲν Αἰακίδης τε καὶ Ἡρακλείδης, ὁ δὲ ἀπʼ Ἀγχίσου τε καὶ Ἀφροδίτης. φιλονικότεροι δὲ τοῖς ἐξερίζουσιν ὄντες ταχύτατοι πρὸς διαλύσεις ἦσαν καὶ συγγνώμονες τοῖς ἁλοῦσιν, ἐπὶ δὲ τῇ συγγνώμῃ καὶ εὐεργέται καὶ οὐδὲν ἢ κρατῆσαι μόνον ἐνθυμούμενοι.1 καὶ τάδε μὲν ἐς τοσοῦτον συγκεκρίσθω, καίπερ οὐκ ἐξ ἴσης δυνάμεως ἐπὶ τὴν ἀρχὴν ὁρμήσαντος αὐτῶν ἑκατέρου,2 ἀλλὰ τοῦ μὲν ἐκ βασιλείας ἠσκημένης ὑπὸ Φιλίππῳ, τοῦ δʼ ἐξ ἰδιωτείας, εὐγενοῦς μὲν καὶ περιφανοῦς, χρημάτων δὲ πάνυ ἐνδεοῦς.

同样,他们的军队也恰好同样对他们二人充满热忱与爱戴,在交战中勇猛如兽,然而由于历经艰苦,也常常对二人抗命不遵、屡起叛乱。不过,在他们死后,军士们同样为他们痛哭悼念、深切怀念,并视他们配享神圣的荣耀。二人在体格上也均匀称健美。二人的家世皆源自宙斯,一者为埃阿喀得斯与赫拉克勒斯的后裔,另一者则出自安喀塞斯与阿佛洛狄忒。他们对顽抗相争者极具好战之志,对和解却极其迅速,对被俘者宽仁容恕,且在宽仁之外更加以恩惠,心中除求取胜利之外别无他念。 这些对比且记述至此,尽管这二人进取最高权位时的起点并不相等,一者出自经腓力锤炼的王国,另一者则出自平民之身,虽家世高贵显赫,资产却极为匮乏。

§221152

ἐγένοντο δὲ καὶ σημείων τῶν ἐπὶ σφίσιν ἑκάτερος ὑπερόπτης καὶ τοῖς μάντεσι τὴν τελευτὴν προειποῦσιν οὐκ ἐχαλέπηναν, καὶ τὰ σημεῖα αὐτὰ ὅμοιά τε πολλάκις καὶ ἐς τὸ ὅμοιον ἀμφοῖν συνηνέχθη· ἐγένετο γὰρ ἑκατέρῳ δὶς ἄλοβα,3 καὶ τὰ μὲν πρῶτα κίνδυνον σφαλερὸν ὑπέδειξεν, Ἀλεξάνδρῳ μὲν ἐν Ὀξυδράκαις, ἐπὶ τὸ τῶν ἐχθρῶν τεῖχος ἀναβάντι πρὸ τῶν Μακεδόνων, καὶ τῆς κλίμακος συντριβείσης ἀποληφθέντι τε ἄνω, καὶ ὑπὸ τόλμης ἐς τὸ ἐντὸς ἐπὶ τοὺς πολεμίους ἐξαλομένῳ καὶ πληγέντι τὰ στέρνα χαλεπῶς καὶ ἐς τὸν τράχηλον ὑπέρῳ βαρυτάτῳ, καὶ πίπτοντι ἤδη καὶ περισωθέντι μόλις ὑπὸ τῶν Μακεδόνων ἀναρρηξάντων τὰς πύλας ὑπὸ δέους, Καίσαρι δὲ ἐν Ἰβηρίᾳ, τοῦ στρατοῦ περιφόβου τε ὄντος ἐπὶ Πομπηίῳ τῷ νέῳ καὶ ὀκνοῦντος ἐς μάχην ἰέναι, προδραμόντι πάντων ἐς τὸ μεταίχμιον καὶ διακόσια ἀναδεξαμένῳ δόρατα ἐς τὴν ἀσπίδα, μέχρι καὶ τόνδε ὁ στρατὸς ἐπιδραμὼν ὑπὸ αἰδοῦς καὶ φόβου περιέσωσεν. οὕτω μὲν αὐτοῖς τὰ πρῶτα ἄλοβα ἐς κίνδυνον ἦλθε θανάτου, τὰ δεύτερα δὲ ἐς τὸν θάνατον αὐτόν. Πειθαγόρας τε γὰρ ὁ μάντις Ἀπολλοδώρῳ δεδοικότι Ἀλέξανδρόν τε καὶ Ἡφαιστίωνα θυόμενος εἶπε μὴ δεδιέναι, ἐκποδὼν γὰρ ἀμφοτέρους αὐτίκα ἔσεσθαι· καὶ τελευτήσαντος εὐθὺς Ἡφαιστίωνος ὁ Ἀπολλόδωρος ἔδεισε, μή τις ἐπιβουλὴ γένοιτο κατὰ τοῦ βασιλέως, καὶ ἐξήνεγκεν αὐτῷ τὰ μαντεύματα. ὁ δὲ ἐπεμειδίασε καὶ Πειθαγόραν αὐτὸν ἤρετο, ὅ τι λέγοι τὸ σημεῖον· τοῦ δὲ εἰπόντος, ὅτι τὰ ὕστατα λέγει, αὖθις ἐπεμειδίασε καὶ ἐπῄνεσεν ὅμως Ἀπολλόδωρόν τε τῆς εὐνοίας καὶ τὸν μάντιν τῆς παρρησίας.

二人对自己身上的异兆也均嗤之以鼻,对预言其死期的占卜者亦不曾动怒;而且这些异兆本身也常常颇为相似,并在二人身上引向了相似的结局。因为二人皆两度遇到肝脏无叶的祭牲:最初的兆头预示了凶险的危难——对亚历山大而言,是在奥克苏德拉卡伊人那里,他领先于马其顿人登上敌方城墙,因云梯碎裂而被困高处,凭着胆魄孤身跃入城内敌阵之中,胸部受重创,颈部被极沉重的木棒击打,就在倒地不起之际,才勉强被吓破胆而撞破城门的马其顿人救出;对恺撒而言,是在伊比利亚,当军队畏惧小庞培而迟疑不敢冲锋迎战之时,他越过众人冲入两军阵前,用盾牌挡下了两百支标枪,直至全军因羞愧和恐惧奔涌向前,方才将他解救出来。就这样,对他们而言最初的无叶之兆引向了死亡的险境,而第二次则引向了死亡本身。事实上,占卜师皮达哥拉斯在为畏惧亚历山大与赫菲斯提昂的阿波罗多洛斯举行祭祀时,曾对他说不必恐惧,因为这二人不久都将从眼前消除;赫菲斯提昂随即死去,阿波罗多洛斯担心会有人对国王不利,便向亚历山大呈报了神谕。亚历山大闻言微笑,亲自询问皮达哥拉斯这兆头意味着什么;当占卜师回答说这意味着大限已至时,亚历山大再度微笑,然而依然称赞了阿波罗多洛斯的忠心与占卜师的直言。

语法注3 条
  1. 221151οὐδὲν ἢ κρατῆσαι μόνον ἐνθυμούμενοι

    此为自成语性结构 οὐδὲν ἄλλο ἤ(除……之外别无……)中省略 ἄλλο 的惯用表达。不定式 κρατῆσαι 作分词 ἐνθυμούμενοι 的宾语,意为“心中除求取胜利之外别无他念”。

  2. 221151καίπερ οὐκ ἐξ ἴσης δυνάμεως ἐπὶ τὴν ἀρχὴν ὁρμήσαντος αὐτῶν ἑκατέρου

    由 καίπερ(尽管)引导的独立属格结构(genitive absolute)。其逻辑主语为 αὐτῶν ἑκατέρου,与单数代词 ἑκάτερος 相一致,分词 ὁρμήσαντος 亦采用阳性属格单数形式。

  3. 221152ἄλοβα

    在内脏占卜中指祭牲的肝脏缺失突起或肝叶(λοβός)的情形,被视为极不祥之兆。此处为形容词 ἄλοβος(无叶的)的中性复数名词化用法,省去了 ἱερεῖα(祭牲)或 ἥπατα(肝脏)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:221151-221152