← 阿庇安

内战记

§221149-221150

恺撒之死及与亚历山大大帝的对比

记述了恺撒终年五十六岁的罹难日期与预言家未被理会的警告,随后详尽对比了亚历山大大帝与恺撒在性情、大胆功业与军事成就上的异同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§221149

οὕτω μὲν δὴ Γάιος Καῖσαρ ἐτελεύτησεν ἐν ἡμέραις αἷς καλοῦσιν εἰδοῖς Μαρτίαις, Ἀνθεστηριῶνος μάλιστα μέσου, ἥν τινα ἡμέραν αὐτὸν ὁ μάντις οὐ περιοίσειν προύλεγεν·1 ὁ δʼ ἐπισκώπτων αὐτὸν ἔφη περὶ τὴν ἕω· “πάρεισιν αἱ εἰδοί.” καὶ ὁ μὲν οὐδὲν καταπλαγεὶς ἀπεκρίνατο· “ἀλλὰ οὐ παρεληλύθασιν,” ὁ δὲ καὶ τοιῶνδε προαγορεύσεων αὐτῷ σὺν τοσῷδε τοῦ μάντεως θάρσει γενομένων καὶ σημείων ὧν προεῖπον ἑτέρων ὑπεριδὼν προῆλθε καὶ ἐτελεύτησεν, ἔτος ἄγων ἕκτον ἐπὶ πεντήκοντα, ἀνὴρ ἐπιτυχέστατος ἐς πάντα καὶ δαιμόνιος καὶ μεγαλοπράγμων καὶ εἰκότως ἐξομοιούμενος Ἀλεξάνδρῳ. ἄμφω γὰρ ἐγενέσθην φιλοτιμοτάτω τε πάντων καὶ πολεμικωτάτω καὶ τὰ δόξαντα ἐπελθεῖν ταχυτάτω πρός τε κινδύνους παραβολωτάτω καὶ τοῦ σώματος ἀφειδεστάτω καὶ οὐ στρατηγίᾳ πεποιθότε μᾶλλον ἢ τόλμῃ καὶ τύχῃ. ὧν ὁ μὲν ἄνυδρόν τε πολλὴν ἐς Ἄμμωνος ὥδευεν ὥρᾳ καύματος, καὶ τὸν Παμφύλιον κόλπον τῆς θαλάσσης ἀνακοπείσης διέτρεχε δαιμονίως, καὶ τὸ πέλαγος αὐτῷ τοῦ δαίμονος κατέχοντος, ἔστε παρέλθοι, καὶ καθʼ ὁδὸν ὁδεύοντι ὕοντος. ἀπλώτου τε θαλάσσης ἐν Ἰνδοῖς ἀπεπείρασε, καὶ ἐπὶ κλίμακα πρῶτος ἀνέβη καὶ ἐς πολεμίων τεῖχος ἐσήλατο μόνος καὶ τρισκαίδεκα τραύματα ὑπέστη. καὶ ἀήττητος αἰεὶ γενόμενος ἑνὶ σχεδὸν ἢ δύο ἔργοις ἕκαστον πόλεμον ἐξήνυσε, τῆς μὲν Εὐρώπης πολλὰ βάρβαρα ἑλὼν καὶ τὴν Ἑλλάδα χειρωσάμενος, δυσαρκτότατον ἔθνος καὶ φιλελεύθερον καὶ οὐδενὶ πρὸ αὐτοῦ πλὴν Φιλίππῳ κατʼ εὐπρέπειαν ἐς ἡγεμονίαν πολέμου δόξασαν ὑπακούειν ἐπʼ ὀλίγον· τὴν δὲ Ἀσίαν σχεδὸν εἰπεῖν ὅλην ἐπέδραμε. καὶ ὡς λόγῳ τὴν Ἀλεξάνδρου τύχην καὶ δύναμιν εἰπεῖν, ὅσην εἶδε γῆν, ἐκτήσατο καὶ περὶ τῆς λοιπῆς ἐνθυμούμενός τε καὶ διανοούμενος ἀπέθανε.

就这样,盖约·恺撒在被称为“三月望日”的那一天离世了,这大约在安忒斯忒利翁月中旬;正是这一天,预言家曾预言他将无法安然度过。恺撒在黎明时分嘲弄预言家说:“望日已至。” 预言家却毫不惊惶地回答道:“可是望日尚未过去。” 然而,恺撒无视了预言家以如此笃定的信心所作的告诫,也无视了我先前所述的其他异兆,依然毅然前往并遭遇了身亡,享年五十六岁。他在万事上都极具天运,神武非凡,志向宏大,理所当然地被人们与亚历山大相提并论。 因为他们两人都是天下最富野心、最善征战之人,推行决断最为雷厉风行,面对危难最为勇往直前,对自己的躯体最不加吝惜,并且与其说依赖行军阵法,不如说仰仗胆略与天命。这二人之中,亚历山大在烈日酷暑之季穿过通往阿蒙神谕所的辽阔荒漠;在海水退缩之际,他奇迹般地疾驰穿过潘菲利亚湾,神明为他遏止住波涛直至他通行完毕,并在他沿途进军时降下甘霖。他在印度人那里探涉了未尝通航的大海;他首登云梯,孤身一人跃入敌军城墙之内,身负十三处创伤。他始终未尝一败,几乎仅凭一两场交锋便平定每一次战事;他降伏了欧洲的许多蛮族,征服了极难统治且崇尚自由的希腊——在此之前,除了出于体面在名义上的对敌统帅权下短期听命于腓力之外,希腊人从未服从过任何人;他席卷了几乎整个亚洲。简而言之,亚历山大的幸运与武功在于:凡是他目光所及的疆土,皆收归己有,而在他思虑擘画其余未尽之地时,便与世长辞了。

§221150

Καίσαρι δὲ ἥ τε Ἰόνιος θάλασσα εἶξε, χειμῶνος μέσου πλωτὴ καὶ εὔδιος γενομένη, καὶ τὸν ἑσπέριον ὠκεανὸν ἐπὶ Βρεττανοὺς διέπλευσεν οὔπω γενόμενον ἐν πείρᾳ, κρημνοῖς τε τῶν Βρεττανῶν τοὺς κυβερνήτας ἐποκέλλοντας ἐκέλευε τὰς ναῦς περιαγνύναι. καὶ πρὸς ἄλλον κλύδωνα μόνος ἐν σκάφει σμικρῷ νυκτὸς ἐβιάζετο καὶ τὸν κυβερνήτην ἐκέλευε προχέαι τὰ ἱστία καὶ θαρρεῖν τῇ Καίσαρος τύχῃ μᾶλλον ἢ τῇ θαλάσσῃ. ἔς τε πολεμίους προεπήδησε μόνος ἐκ πάντων δεδιότων πολλάκις, καὶ τριακοντάκις αὐτὸς ἐν Κελτοῖς μόνοις παρετάξατο, μέχρι τετρακόσια αὐτῶν ἐχειρώσατο ἔθνη, οὕτω δή τι Ῥωμαίοις ἐπίφοβα, ὡς νόμῳ τῷ περὶ ἀστρατείας ἱερέων καὶ γερόντων ἐγγραφῆναι ʼπλὴν εἰ μὴ Κελτικὸς πόλεμος ἐπίοιʼ.2 τότε δὲ καὶ γέροντας καὶ ἱερέας στρατεύεσθαι. περί τε τὴν Ἀλεξάνδρειαν πολεμῶν καὶ ἀποληφθεὶς ἐπὶ γεφύρας μόνος καὶ κακοπαθῶν τὴν πορφύραν ἀπέρριψε καὶ ἐς τὴν θάλασσαν ἐξήλατο καὶ ζητούμενος ὑπὸ τῶν πολεμίων ἐν τῷ μυχῷ διενήχετο λανθάνων ἐπὶ πολύ, μόνην ἐκ διαστήματος ἀνίσχων τὴν ἀναπνοήν, μέχρι φιλίᾳ νηὶ προσπελάσας ὤρεξε τὰς χεῖρας καὶ ἑαυτὸν ἔδειξε καὶ περιεσώθη. ἐς δὲ τὰ ἐμφύλια τάδε ἢ διὰ δέος, καθάπερ αὐτὸς ἔλεγεν, ἢ ἀρχῆς ἐπιθυμίᾳ συμπεσών, στρατηγοῖς τοῖς καθʼ αὑτὸν ἀρίστοις συνηνέχθη καὶ στρατοῖς πολλοῖς τε καὶ μεγάλοις, οὐ βαρβάρων ἔτι, ἀλλὰ Ῥωμαίων ἀκμαζόντων μάλιστα εὐπραξίαις καὶ τύχαις· καὶ ἁπάντων ἐκράτησε, διὰ μιᾶς καὶ ὅδε πείρας ἑκάστων ἢ διὰ δύο, οὐ μὴν ἀηττήτου καθάπερ Ἀλεξάνδρῳ τοῦ στρατοῦ γενομένου,3 ἐπεὶ καὶ ὑπὸ Κελτῶν ἡττῶντο λαμπρῶς, ὅθʼ ἡ μεγάλη σφᾶς συμφορὰ κατέλαβε Κόττα καὶ Τιτυρίου στρατηγούντων, καὶ ἐν Ἰβηρίᾳ Πετρήιος αὐτοὺς καὶ Ἀφράνιος συνέκλεισαν οἷα πολιορκουμένους, ἔν τε Δυρραχίῳ καὶ Λιβύῃ λαμπρῶς ἔφευγον καὶ ἐν Ἰβηρίᾳ Πομπήιον τὸν νέον κατεπλάγησαν. ὁ δὲ Καῖσαρ αὐτὸς ἦν ἀκατάπληκτος καὶ ἐς παντὸς πολέμου τέλος ἀήττητος· τήν τε Ῥωμαίων ἰσχύν, γῆς ἤδη καὶ θαλάσσης ἐκ δύσεων ἐπὶ τὸν ποταμὸν Εὐφράτην κρατοῦσαν, ἐχειρώσατο βίᾳ καὶ φιλανθρωπίᾳ πολὺ βεβαιότερον καὶ πολὺ ἐγκρατέστερον Σύλλα βασιλέα τε αὑτὸν ἀπέφηνεν ἀκόντων, εἰ καὶ τὴν προσηγορίαν οὐκ ἐδέχετο. καὶ πολέμους ἄλλους καὶ ὅδε διανοούμενος ἀνῃρέθη.

至于恺撒,伊奥尼亚海曾向他屈服,在隆冬之中变得平静顺遂、风平浪静;他横渡了从未有人尝试过的西方大洋去远征不列颠人,命令舵手们向不列颠人的悬崖冲滩,将船只撞得粉碎。在另一场暴风雨中,他在黑夜中孤身乘着一艘轻舟破浪逆行,命令舵手张满风帆,信赖恺撒的天运胜过信赖大海。在众人皆惧退之时,他常常孤身率先跃向敌阵;仅在凯尔特人之中,他就亲自排兵布阵达三十次之多,直至征服了他们的四百个部落——这些部族对罗马人而言是如此可怖,以至于在关于祭司和老者免役的法律中竟明确载入“除非凯尔特战争爆发”的除外条款,一旦爆发,则老者和祭司亦须从军。在亚历山大里亚周边交战并孤身被围困于桥上陷于绝境时,他掷去紫袍,纵身跃入大海,在敌军的搜捕下在海湾深处长时间泅渡匿迹,仅间歇性地浮出水面换气,直到游近友军船只,才伸出双手表明身份而获救。 至于陷入这场内战,无论是如他自己所说出于恐惧,还是出于对至高权位的觊觎,他面对的是当代最杰出的将领,以及众多不再由蛮族组成、而是由正处于功业与运势巅峰时期的罗马人构成的庞大军队;然而恺撒同样仅凭对阵双方的一两次交锋便彻底克敌制胜。当然,他的军队绝非如亚历山大的军队那样未尝一败,因为当科塔和提图里乌斯统领之时,巨灾降临,他们惨败于凯尔特人手中;在伊比利亚,佩特雷乌斯与阿夫拉尼乌斯将他们如困守之敌般彻底封堵;在狄拉奇乌姆与利比亚,他们曾狼狈溃逃;在伊比利亚,他们曾被小庞培吓破了胆。但恺撒本人始终泰然自若,在每一场战争的终局中未尝受挫。他将早已从西方直至幼发拉底河君临陆地与海洋的罗马国力,通过武力和宽仁,远比苏拉更稳固、更具掌控力地收归己手,违背众人意愿自立为王,即便他未曾接受这一称号。而他也是在擘画其他新的战争之际,惨遭暗害。

语法注3 条
  1. 221149ἥν τινα ἡμέραν αὐτὸν ὁ μάντις οὐ περιοίσειν προύλεγεν

    关系代词 ἥν τινα 指代主句的先行词 ἡμέραις,在关系从句中作时间宾格(或内动宾格)。不定式 περιοίσειν(περιφέρω 的将来时主动不定词)在此处意为“度过/熬过/幸存”,与 προὔλεγεν 构成宾格带动词不定式结构(以 αὐτόν 为不定式主语),意即“预言家曾预言他将无法安然度过的那一天”。

  2. 221150πλὴν εἰ μὴ Κελτικὸς πόλεμος ἐπίοι

    由 πλήν 连带条件从句 εἰ μή 构成的惯用排除结构,意为“除非……否则不”。由于此处是在间接引述法律条文的内容(过去转述语境),从属动词采用了希求法 ἐπίοι(源自 ἔπειμι)。

  3. 221150οὐ μὴν ἀηττήτου καθάπερ Ἀλεξάνδρῳ τοῦ στρατοῦ γενομένου

    该句是以 οὐ μήν 引出的属格独立结构(τοῦ στρατοῦ ... ἀηττήτου ... γενομένου)。其中插入的 καθάπερ Ἀλεξάνδρῳ 中,与格 Ἀλεξάνδρῳ 充当所有者与格(“正如对于亚历山大而言那样”),以此形成对比:亚历山大的军队未尝败绩,而恺撒的军队却曾遭遇过惨败。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:221149-221150