← 阿庇安

内战记

§220146-220148

民众的暴动与广场上恺撒的火葬

安东尼展示了恺撒染血的衣袍,加之展示二十三处创伤的蜡像被公之于众,激怒的民众焚毁了元老院,袭击刺客宅邸并误杀了同名的保民官辛纳。在刺客潜逃之际,民众在广场上的旧王宫遗址隆重火化了恺撒的遗体,由此开启了恺撒被奉为神明以及后世罗马统治者受神化崇拜的先河。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§220146

τοιάδε εἰπὼν τὴν ἐσθῆτα οἷά τις ἔνθους ἀνεσύρατο, καὶ περιζωσάμενος ἐς τὸ τῶν χειρῶν εὔκολον, τὸ λέχος ὡς ἐπὶ σκηνῆς περιέστη κατακύπτων τε ἐς αὐτὸ καὶ ἀνίσχων, πρῶτα μὲν ὡς θεὸν οὐράνιον ὕμνει καὶ ἐς πίστιν θεοῦ γενέσεως τὰς χεῖρας ἀνέτεινεν, ἐπιλέγων ὁμοῦ σὺν δρόμῳ φωνῆς πολέμους αὐτοῦ καὶ μάχας καὶ νίκας καὶ ἔθνη, ὅσα προσποιήσειε τῇ πατρίδι, καὶ λάφυρα, ὅσα πέμψειεν, ἐν θαύματι αὐτῶν ἕκαστα ποιούμενος καὶ συνεχῶς ἐπιβοῶν· “μόνος ὅδε ἀήττητος ἐκ πάντων τῶν ἐς χεῖρας αὐτῷ συνελθόντων. σὺ δʼ,” ἔφη, “καὶ μόνος ἐκ τριακοσίων ἐτῶν ὑβρισμένῃ τῇ πατρίδι ἐπήμυνας, ἄγρια ἔθνη τὰ μόνα ἐς Ῥώμην ἐμβαλόντα καὶ μόνα ἐμπρήσαντα αὐτὴν ἐς γόνυ βαλών.” πολλά τε ἄλλα ἐπιθειάσας τὴν φωνὴν ἐς τὸ θρηνῶδες ἐκ τοῦ λαμπροτέρου μετεποίει καὶ ὡς φίλον ἄδικα παθόντα ὠδύρετο καὶ ἔκλαιε καὶ ἠρᾶτο τὴν ἑαυτοῦ ψυχὴν ἐθέλειν ἀντιδοῦναι τῆς Καίσαρος. εὐφορώτατα δὲ ἐς τὸ πάθος ἐκφερόμενος τὸ σῶμα τοῦ Καίσαρος ἐγύμνου καὶ τὴν ἐσθῆτα ἐπὶ κοντοῦ φερομένην ἀνέσειε, λελακισμένην ὑπὸ τῶν πληγῶν καὶ πεφυρμένην αἵματι αὐτοκράτορος. ἐφʼ οἷς ὁ δῆμος οἷα χορὸς αὐτῷ πενθιμώτατα συνωδύρετο καὶ ἐκ τοῦ πάθους αὖθις ὀργῆς ἐνεπίμπλατο. ὡς δʼ ἐπὶ τοῖς λόγοις ἕτεροι θρῆνοι μετὰ ᾠδῆς κατὰ πάτριον ἔθος ὑπὸ χορῶν ἐς αὐτὸν ᾔδοντο καὶ τὰ ἔργα αὖθις αὐτοῦ καὶ τὸ πάθος κατέλεγον καί που τῶν θρήνων αὐτὸς ὁ Καῖσαρ ἐδόκει λέγειν, ὅσους εὖ ποιήσειε τῶν ἐχθρῶν ἐξ ὀνόματος, καὶ περὶ τῶν σφαγέων αὐτῶν ἐπέλεγεν ὥσπερ ἐν θαύματι· “ἐμὲ δὲ καὶ τούσδε περισῶσαι τοὺς κτενοῦντάς με,”1 οὐκ ἔφερεν ἔτι ὁ δῆμος, ἐν παραλόγῳ ποιούμενος τὸ πάντας αὐτοῦ τοὺς σφαγέας χωρὶς μόνου Δέκμου, αἰχμαλώτους ἐκ τῆς Πομπηίου στάσεως γενομένους, ἀντὶ κολάσεων ἐπὶ ἀρχὰς καὶ ἡγεμονίας ἐθνῶν καὶ στρατοπέδων προαχθέντας ἐπιβουλεῦσαι,2 Δέκμον δὲ καὶ παῖδα αὐτῷ θετὸν ἀξιωθῆναι γενέσθαι.

如此说罢,他便如通神着魔般撩起长袍,束紧腰带以便双手行动自由,随后如同在舞台上一般环绕灵柩,时而躬身俯向灵体,时而昂首挺立。起初,他将恺撒颂扬为天神,伸出双手以证其神圣的出身,并口若悬河、迅疾不停地陈述他的历次战役、会战、胜利、他为祖国兼并的一切部族以及解送归来的一切战利品,将每一桩伟绩都奉为神迹,并不绝于耳地高呼:“唯有此人,在所有曾与他交锋的对手中未尝一败!而你,”他说道,“唯有你一人,为受辱达三百年之久的祖国复了仇,将那些唯独入侵过罗马、唯独焚毁过罗马的野蛮部族彻底击溃并使之屈膝!”在用诸多赞词将他奉为神明之后,他将原本高昂宏亮的声音转为凄厉的哀调,痛哭流涕地为这位惨遭不公的挚友哀悼,并祈愿甘愿用自己的生命换取恺撒的复生。 在激情被推向顶点之际,他揭开了恺撒的遗体,将长矛上挑着的那件长袍猛烈抖动——那长袍已被刺痕撕成碎片,浸透了最高统帅的鲜血。对此,民众如同一支合唱队般极尽凄楚地随声号恸,在无限悲痛之中再次被怒火填满。随着他的演讲结束,合唱队依照宗祖习俗开始唱起另一支哀悼赞歌,再次述说他的功业与受难。在哀歌的某些篇章中,恺撒本人仿佛在亲自点名历数那些曾受过他恩惠的仇敌,并对那些弑主之人宛如惊愕般说道:“难道正是我,挽救了这些将要杀死我的人?”民众再也无法忍受了,他们认为这简直荒谬绝伦:除了德基穆斯一人之外,所有的刺客原本都是庞培阵营中的俘虏,不仅未遭惩处,反而被擢升至显赫官职、统领部族行省与军团,却恩将仇报发动密谋;而德基穆斯更是荣幸地被立为养子。

§220147

ὧδε δὲ αὐτοῖς ἔχουσιν ἤδη καὶ χειρῶν ἐγγὺς οὖσιν ἀνέσχε τις ὑπὲρ τὸ λέχος ἀνδρείκελον αὐτοῦ Καίσαρος ἐκ κηροῦ πεποιημένον· τὸ μὲν γὰρ σῶμα, ὡς ὕπτιον ἐπὶ λέχους, οὐχ ἑωρᾶτο. τὸ δὲ ἀνδρείκελον ἐκ μηχανῆς ἐπεστρέφετο πάντῃ, καὶ σφαγαὶ τρεῖς καὶ εἴκοσιν ὤφθησαν ἀνά τε τὸ σῶμα πᾶν καὶ ἀνὰ τὸ πρόσωπον θηριωδῶς ἐς αὐτὸν γενόμεναι. τήνδε οὖν τὴν ὄψιν ὁ δῆμος οἰκτίστην σφίσι φανεῖσαν οὐκέτι ἐνεγκὼν ἀνῴμωξάν τε καὶ διαζωσάμενοι τὸ βουλευτήριον, ἔνθα ὁ Καῖσαρ ἀνῄρητο, κατέφλεξαν καὶ τοὺς ἀνδροφόνους ἐκφυγόντας πρὸ πολλοῦ περιθέοντες ἐζήτουν, οὕτω δὴ μανιωδῶς ὑπὸ ὀργῆς τε καὶ λύπης, ὥστε τὸν δημαρχοῦντα Κίνναν ἐξ ὁμωνυμίας τοῦ στρατηγοῦ Κίννα, τοῦ δημηγορήσαντος ἐπὶ τῷ Καίσαρι, οὐκ ἀνασχόμενοί τε περὶ τῆς ὁμωνυμίας οὐδʼ ἀκοῦσαι, διέσπασαν θηριωδῶς, καὶ οὐδὲν αὐτοῦ μέρος ἐς ταφὴν εὑρέθη. πῦρ δʼ ἐπὶ τὰς τῶν ἄλλων οἰκίας ἔφερον, καὶ καρτερῶς αὐτοὺς ἐκείνων τε ἀμυνομένων καὶ τῶν γειτόνων δεομένων τοῦ μὲν πυρὸς ἀπέσχοντο, ὅπλα δʼ ἠπείλησαν ἐς τὴν ἐπιοῦσαν οἴσειν.

就在众人群情激愤、眼看就要动手之际,有人在灵柩上方高高举起了一尊用蜡制成的恺撒本人的肖像模型;因为遗体仰卧在灵柩上,众人无法直接看见。而这具蜡像在机械装置的驱动下向四面旋转,众人清晰可见他全身上下以及面容上被兽性残害的二十三处创伤。民众目睹这一极其凄惨的景象,再也按捺不住,爆发出凄厉的哭嚎,随即束紧衣袍,将恺撒遇害的元老院议事堂彻底焚毁,并四下奔走搜捕早已逃亡的凶手。在狂怒与悲痛的驱使下,他们陷入了极度的疯癫,以至于将保民官辛纳误认为是曾发表反对恺撒演说的裁判官辛纳,甚至不耐烦听取同名同姓的辩解,便野兽般将其撕成碎片,连可供埋葬的一块尸骸都未能寻获。他们又持火奔向其他人的宅邸,因宅内之人拼死抵抗,加上邻里苦苦哀求,他们才放弃了纵火,但威胁次日必当持械再来。

§220148

καὶ οἱ μὲν σφαγεῖς ἐξέφυγον ἐκ τῆς πόλεως διαλαθόντες, ὁ δὲ δῆμος ἐπὶ τὸ λέχος τοῦ Καίσαρος ἐπανελθὼν ἔφερον αὐτὸ ἐς τὸ Καπιτώλιον ὡς εὐαγὲς θάψαι τε ἐν ἱερῷ καὶ μετὰ θεῶν θέσθαι. κωλυόμενοι δὲ ὑπὸ τῶν ἱερέων ἐς τὴν ἀγορὰν αὖθις ἔθεσαν, ἔνθα τὸ πάλαι Ῥωμαίοις ἔστι βασίλειον, καὶ ξύλα αὐτῷ καὶ βάθρα, ὅσα πολλὰ ἦν ἐν ἀγορᾷ καὶ εἴ τι τοιουτότροπον ἄλλο συνενεγκόντες, καὶ τὴν πομπὴν δαψιλεστάτην οὖσαν ἐπιβαλόντες, στεφάνους τε ἔνιοι παρʼ ἑαυτῶν καὶ ἀριστεῖα πολλὰ ἐπιθέντες, ἐξῆψαν καὶ τὴν νύκτα πανδημεὶ τῇ πυρᾷ παρέμενον, ἔνθα βωμὸς πρῶτος ἐτέθη, νῦν δʼ ἐστὶ νεὼς αὐτοῦ Καίσαρος, θείων τιμῶν ἀξιουμένου· ὁ γάρ τοι θετὸς αὐτῷ παῖς Ὀκτάουιος, τό τε ὄνομα ἐς τὸν Καίσαρα μεταβαλὼν καὶ κατʼ ἴχνος ἐκείνου τῇ πολιτείᾳ προσιών, τήν τε ἀρχὴν τὴν ἐπικρατοῦσαν ἔτι νῦν, ἐρριζωμένην ὑπʼ ἐκείνου, μειζόνως ἐκρατύνατο καὶ τὸν πατέρα τιμῶν ἰσοθέων ἠξίωσεν· ὧν δὴ καὶ νῦν, ἐξ ἐκείνου πρώτου, Ῥωμαῖοι τὸν ἑκάστοτε τὴν ἀρχὴν τήνδε ἄρχοντα, ἢν μὴ τύχῃ τυραννικὸς ὢν ἢ ἐπίμεμπτος, ἀποθανόντα ἀξιοῦσιν,3 οἳ πρότερον οὐδὲ περιόντας αὐτοὺς ἔφερον καλεῖν βασιλέας.

刺客们趁乱溜出城邦潜逃无踪。民众则折回恺撒的灵柩前,将其运往卡比托利欧山,认为在神殿中安葬并使之列于诸神之间是虔敬合礼的。但在受到祭司们的阻拦后,他们再次将遗体移送至广场上,即罗马人古老王宫的所在之处。他们将广场上的巨量木料、长凳以及诸如此类的一切物品搜集堆积起来,将原本极尽奢华的送葬队列用品覆于其上,有人还献上了自己的冠冕和诸多军功战利品,随即点燃了柴堆,全体民众彻夜守候在火葬堆旁。该处起初立有一座祭坛,如今已建起恺撒本人的神殿,供奉他享有的神圣崇拜。盖因其养子奥克塔维乌斯承继了恺撒之名,在治国之道上步其后尘,将恺撒奠定根基、至今仍在统治的至高政权进一步强化巩固,并使先父享有了比肩诸神的尊荣。正是从他首开先河,罗马人直至今日,只要历任掌权者并非残暴僭主或罪愆难恕之辈,在其死后均赋予此等崇高荣誉;而在此之前,这些人即使在世,罗马人连称其为国王都无法容忍。

语法注3 条
  1. 220146ἐμὲ δὲ καὶ τούσδε περισῶσαι τοὺς κτενοῦντάς με

    感叹不定式结构(infinitive of exclamation)。由宾格主语(ἐμέ)与不定式(περισῶσαι)构成,用于抒发对难以置信之事的愤慨与惊愕。承接上文“恺撒本人仿佛在亲自述说”,此处以直接引语的形式再现了戏剧性的悲叹。

  2. 220146ἐν παραλόγῳ ποιούμενος τὸ πάντας αὐτοῦ τοὺς σφαγέας χωρὶς μόνου Δέκμου ... ἐπιβουλεῦσαι

    由中性单数定冠词 τό 引导的长大宾格不定式从句(τὸ ... ἐπιβουλεῦσαι)充当分词 ποιούμενος 的直接宾语,介词短语 ἐν παραλόγῳ 则充当宾语补足语(意为“将……视作荒谬悖理之事”)。从句内部的分词 προαχθέντας 与 σφαγέας 保持语法一致。

  3. 220148ὧν δὴ καὶ νῦν, ἐξ ἐκείνου πρώτου, Ῥωμαῖοι τὸν ἑκάστοτε τὴν ἀρχὴν τήνδε ἄρχοντα, ἢν μὴ τύχῃ τυραννικὸς ὢν ἢ ἐπίμεμπτος, ἀποθανόντα ἀξιοῦσιν

    关系代词 ὧν 的先行词为前文的 τιμῶν ἰσοθέων(比肩诸神的尊荣),置于句首充当主句动词 ἀξιοῦσιν 所要求的属格补足语(遵照 ἀξιόω τινά τινος“使某人享有某荣誉”的惯用构词)。主句的直接宾语为分词短语 τὸν ἑκάστοτε τὴν ἀρχὴν τήνδε ἄρχοντα ... ἀποθανόντα(“对于历任掌握此权力者,在其死后”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:220146-220148