- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:220143-220145
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒遗嘱的宣读与遗体的公开展出重新激起了民众的悲愤,安东尼顺势发表精心构思的悼词,宣读生前授予恺撒的荣誉与护卫誓词,在煽动民意情绪的同时对元老院施加震慑。
διαθῆκαι δὲ τοῦ Καίσαρος ὤφθησαν φερόμεναι, καὶ εὐθὺς αὐτὰς τὸ πλῆθος ἐκέλευον ἀναγινώσκειν. θετὸς μὲν δὴ τῷ Καίσαρι παῖς ἐγίγνετο ἐν αὐταῖς ὁ τῆς ἀδελφῆς θυγατριδοῦς Ὀκτάουιος, τῷ δήμῳ δὲ ἦσαν ἐνδιαίτημα οἱ κῆποι δεδομένοι καὶ κατʼ ἄνδρα Ῥωμαίων τῶν ὄντων ἔτι ἐν ἄστει πέντε καὶ ἑβδομήκοντα Ἀττικαὶ δραχμαί. καὶ ὑπεσαλεύετο αὖθις ἐς ὀργὴν ὁ δῆμος, τυράννου μὲν κατηγορίας προπεπυσμένοι, διαθήκας δὲ φιλοπόλιδος ἀνδρὸς ὁρῶντες.1 οἴκτιστον δὲ ἐφάνη μάλιστα αὐτοῖς, ὅτι τῶν ἀνδροφόνων Δέκμος ὁ Βροῦτος ἐν τοῖς δευτέροις κληρονόμοις ἐγέγραπτο παῖς· ἔθος γάρ τι Ῥωμαίοις παραγράφειν τοῖς κληρονόμοις ἑτέρους, εἰ μὴ κληρονομοῖεν οἱ πρότεροι. ἐφʼ ᾧ δὴ καὶ μᾶλλον συνεταράσσοντο καὶ δεινὸν καὶ ἀθέμιστον ἡγοῦντο καὶ Δέκμον ἐπιβουλεῦσαι Καίσαρι, παῖδα αὐτῷ γεγραμμένον εἶναι.2 ἐπεὶ δὲ καὶ Πείσωνος τὸ σῶμα φέροντος ἐς τὴν ἀγορὰν πλῆθός τε ἄπειρον ἐς φρουρὰν συνέδραμον σὺν ὅπλοις, καὶ μετὰ βοῆς καὶ πομπῆς δαψιλοῦς ἐπὶ τὰ ἔμβολα προυτέθη, οἰμωγή τε καὶ θρῆνος ἦν αὖθις ἐπὶ πλεῖστον, καὶ τὰ ὅπλα ἐπατάγουν οἱ ὡπλισμένοι καὶ κατὰ μικρὸν ἐν μετανοίᾳ τῆς ἀμνηστίας ἐγίγνοντο. καὶ ὁ Ἀντώνιος ὧδε ἔχοντας ἰδὼν οὐ μεθῆκεν, ἀλλὰ ᾑρημένος εἰπεῖν τὸν ἐπιτάφιον οἷα ὕπατος ὑπάτου καὶ φίλος φίλου καὶ συγγενὴς συγγενοῦς (ἦν γὰρ δὴ Καίσαρι κατὰ μητέρα συγγενής) ἐτέχναζεν αὖθις καὶ ἔλεγεν ὧδε. "Οὐκ ἄξιον, ὦ πολῖται, τοσοῦδε ἀνδρὸς ἐπιτάφιον ἔπαινον παρʼ ἐμοῦ μᾶλλον, ἑνὸς ὄντος, ἢ παρὰ τῆς πατρίδος ὅλης αὐτῷ γενέσθαι. ὅσα δὴ τῆς ἀρετῆς αὐτὸν ὑμεῖς ἀγάμενοι πάντες ὁμαλῶς, ἥ τε βουλὴ καὶ μετὰ αὐτῆς ὁ δῆμος, ἔτι περιόντι ἐψηφίσασθε, ὑμετέραν καὶ οὐκ Ἀντωνίου τάδε φωνὴν εἶναι τιθέμενος ἀναγνώσομαι." καὶ ἀνεγίνωσκε τῷ μὲν προσώπῳ σοβαρῷ καὶ σκυθρωπῷ, τῇ φωνῇ δʼ ἐνσημαινόμενος ἕκαστα καὶ ἐφιστάμενος, οἷς μάλιστα αὐτὸν ἐν τῷ ψηφίσματι ἐξεθείαζον, ἱερὸν καὶ ἄσυλον ἢ πατέρα πατρίδος ἢ εὐεργέτην ἢ προστάτην οἷον οὐχ ἕτερον ὀνομάζοντες. ἐφʼ ἑκάστῳ δὲ τούτων ὁ Ἀντώνιος τὴν ὄψιν καὶ τὴν χεῖρα ἐς τὸ σῶμα τοῦ Καίσαρος ἐπιστρέφων ἐν παραβολῇ τοῦ λόγου τὸ ἔργον ἐπεδείκνυ. ἐπεφθέγγετο δέ πού τι καὶ βραχὺ ἑκάστῳ, μεμιγμένον οἴκτῳ καὶ ἀγανακτήσει, ἔνθα μὲν τὸ ψήφισμα εἴποι ʼπατέρα πατρίδος,ʼ ἐπιλέγων· “τοῦτο ἐπιεικείας ἐστὶ μαρτυρία,” ἔνθα δʼ ἦν ʽἱερὸς καὶ ἄσυλοςʼ καὶ ʼἀπαθὴς καὶ ὅστις αὐτῷ καὶ ἕτερος προσφύγοι,ʼ “οὐχ ἕτερος,” ἔφη, "τῷδε προσφεύγων, ἀλλʼ αὐτὸς ὑμῖν ὁ ἄσυλος καὶ ἱερὸς ἀνῄρηται, οὐ βιασάμενος οἷα τύραννος λαβεῖν τάσδε τὰς τιμάς, ἃς οὐδὲ ᾔτησεν. ἀνελευθερώτατοι δὲ ἄρα ἡμεῖς, οἳ τοιάδε τοῖς ἀναξίοις οὐδὲ αἰτοῦσι δίδομεν. ἀλλʼ ὑμεῖς ἡμῶν ὑπεραπολογεῖσθε ὡς οὐκ ἀνελευθέρων, ὦ πιστοὶ πολῖται, τοιαύτῃ καὶ νῦν πρὸς τεθνεῶτα χρώμενοι τιμῇ."
只见恺撒的遗嘱被拿了过来,民众随即要求当众宣读。在遗嘱中,恺撒姊妹的外孙奥克塔维乌斯被收为养子;花园被赠予民众作为游憩场所,留居城内的每位罗马公民各得七十五阿提卡德拉克马。民众此前听闻了对僭主的控诉,如今却亲眼目睹一位热爱城邦之士的遗嘱,怒火再次隐隐被挑起。最令他们感到痛心疾首的是,凶手之一的德基穆斯·布鲁图斯竟在第二顺位继承人中被列为养子;盖因罗马人有一种习俗,即在主要继承人之外另写替补继承人,以防前者不能继承。因此,民众更加大为震动,认为德基穆斯已被列为恺撒的儿子,竟然还密谋刺杀恺撒,实在是令人发指、大逆不道。随后,皮索将遗体抬至广场,无数民众手持武器赶来充当护卫,遗体在震天的呼号和隆重的队列中被陈列在讲坛之上,哀哭与号恸之声再次四起;武装人员敲击兵刃,众人渐渐对大赦决议生出悔意。安东尼见众人群情如此,便不失时机;他既被选定发表悼词,便以执政官哀悼执政官、朋友哀悼朋友、亲戚哀悼亲戚之身份(因他在母系方面确为恺撒的亲戚),再次施展机谋,发表演说道: “公民同胞们,如此一位伟大人物的葬礼颂词,不应出自仅为一人的我,而应当来自整个祖国。诸位感佩于他的卓绝美德,全体一致——元老院以及随同的民众——在他生前所通过的一切法令,我将把它们视为诸位而非安东尼的声音宣读出来。”于是他神色庄严肃穆,用声音着重强调每一条目,并在法令中将他奉为神明之处停顿致意,例如称他为‘神圣不可侵犯者’、‘祖国之父’、‘恩主’或‘绝无仅有的保护者’。每念及其中一项,安东尼便将目光和手引向恺撒的遗体,以言辞与事实的对比来揭示真相。每逢一处,他都夹带着怜悯与愤慨附上一两句简短的评语:当法令称‘祖国之父’时,他便加一句:“这是他宽仁的明证”;当念及‘神圣不可侵犯’以及‘免受伤害,任何投奔于他者亦然’时,他说道:“并非投奔他的旁人,而是诸位那位不可侵犯与神圣的受敬者本人惨遭杀害;他并未如僭主那般强取这些荣誉,甚至未曾索求过。若真是如此,将这等荣誉加于不配且未曾索求之人身上的我们,岂不是最卑躬屈膝的奴隶?然而,忠诚的公民们,诸位如今仍以如此厚礼对待逝者,正为我们洗刷了奴性的污名。”
καὶ αὖθις ἀνεγίνωσκε τοὺς ὅρκους, ἦ μὴν φυλάξειν Καίσαρα καὶ τὸ Καίσαρος σῶμα παντὶ σθένει πάντας ἤ, εἴ τις ἐπιβουλεύσειεν, ἐξώλεις εἶναι τοὺς οὐκ ἀμύναντας αὐτῷ. ἐφʼ ὅτῳ δὴ μάλιστα τὴν φωνὴν ἐπιτείνας καὶ τὴν χεῖρα ἐς τὸ Καπιτώλιον ἀνασχών, “ἐγὼ μέν,” εἶπεν, “ὦ Ζεῦ πάτριε καὶ θεοί, ἕτοιμος ἀμύνειν ὡς ὤμοσα καὶ ἠρασάμην· ἐπεὶ δὲ τοῖς ὁμοτίμοις δοκεῖ συνοίσειν τὰ ἐγνωσμένα, συνενεγκεῖν εὔχομαι.”3 θορύβου δʼ ἐκ τῆς βουλῆς ἐπὶ τῷδε μάλιστα προφανῶς ἐς αὐτὴν εἰρημένῳ γενομένου, ἐπικαταψήχων αὐτὴν ὁ Ἀντώνιος καὶ παλινῳδῶν ἔφη· “ἔοικεν, ὦ πολῖται, τὰ γεγενημένα ἀνδρῶν μὲν οὐδενός, ἀλλά του δαιμόνων ἔργα εἶναι. καὶ χρὴ τὸ παρὸν σκοπεῖν μᾶλλον ἢ τὸ γεγενημένον, ὡς ἐν ἀκμῇ μεγάλων ἐστὶ κινδύνων ἡμῖν τὰ μέλλοντα ἢ τὰ ὄντα μὴ ἐς τὰς προτέρας στάσεις ὑπαχθῶμεν καὶ ἐκτριφθῇ πᾶν, ὅ τι λοιπόν ἐστιν εὐγενὲς τῇ πόλει. προπέμπωμεν οὖν τὸν ἱερὸν τόνδε ἐπὶ τοὺς εὐδαίμονας, τὸν νενομισμένον ὕμνον αὐτῷ καὶ θρῆνον ἐπᾴδοντες.”
随后,他又宣读了那些誓词:众人必当倾尽全力保卫恺撒及其人身,若有人密谋加害,凡未能挺身护卫者必遭灭绝。念及此处,他尤其拔高声调,将手伸向卡比托利欧山说道:“以宗祖之神朱庇特与诸神为证,我本人已遵照誓言与祈愿准备好为他复仇;然而,既然地位相等者认为已决之事对国家有益,我唯有祈愿这确能带来益处。”由于此言显然是针对元老院而发,元老院中顿时一片哗然,安东尼便抚慰他们,宛如收回前言般说道: “公民同胞们,已发生之事看似并非出自凡人之手,而是出自某种神灵的作为。我们应当注视当下,而非纠缠于既成事实,因为未来的局势乃至当下的处境正处于巨大危险的关头,我们恐将再度卷入先前的内讧,使城邦中硕果仅存的尊贵之士被扫除殆尽。因此,让我们唱着惯常的赞歌与哀歌,护送这位神圣之人前往至福者之列吧。”
- 220143τυράννου μὲν κατηγορίας προπεπυσμένοι, διαθήκας δὲ φιλοπόλιδος ἀνδρὸς ὁρῶντες
阳性主格复数分词 προπεπυσμένοι 与 ὁρῶντες 在句法上与主语——单数集合名词 ὁ δῆμος 构成语义一致(constructio ad sensum),生动反映了组成罗马民众的个体市民心理与情感的骤变。
- 220143παῖδα αὐτῷ γεγραμμένον εἶναι
在由 ἡγοῦντο 引导的“宾格与不定式”(ACI)间接引语结构中,γεγραμμένον εἶναι 构成完成时被动不定式谓语,以 Δέκμον 为主语宾格,παῖδα 为补足语宾格,突显出德基穆斯虽已被立为养子却依然行刺的反差与悖逆。
- 220145ἐπεὶ δὲ τοῖς ὁμοτίμοις δοκεῖ συνοίσειν τὰ ἐγνωσμένα, συνενεγκεῖν εὔχομαι
τοῖς ὁμοτίμοις 指具有同等地位者(即元老院议员们)。动词 συμφέρω(意为“有益、带来好结果”)在此形成双重使用:先是非人称动词 δοκεῖ 所带的将来时不定式 συνοίσειν,后是 εὔχομαι 所带的不定式 συνενεγκεῖν,构成耐人寻味的讽刺表达,暗示元老院妥协大赦的决定未必真能带来益处。
