← 阿庇安

内战记

§219140-219142

向退役老兵保证土地与双方达成和解

布鲁图斯向老兵保证土地保有权并承诺赔偿原业主的损失,赢得了民众的支持,并在次日与执政官达成了公开和解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§219140

ἐπισημηναμένων δὲ πολλῶν “εὖ γε,” εἶπεν, “ὦ ἄνδρες, τοῖς ἄλλοις ἐποιήσατε συνελθόντες. χρὴ δὲ ὑμᾶς, τὰ εἰκότα τιμωμένους τε καὶ περιποιουμένους ἐκ τῆς πατρίδος, τὰ ἴσα τὴν ἐκπέμπουσαν ἀντιγεραίρειν.1 ὑμᾶς δὲ ὁ δῆμος ἔδωκεν ἐπὶ Κελτοὺς καὶ Βρεττανοὺς τῷ Καίσαρι, καὶ ἀριστεύοντας ἔδει τιμῶν καὶ ἀριστείων τυχεῖν. ὁ δὲ ὑμᾶς τοῖς ὅρκοις προλαβὼν ἐπήγαγε μὲν ἐπὶ τὴν πόλιν μάλʼ ἀβουλοῦντας, ἐπήγαγε δὲ τοῖς ἀρίστοις τῶν πολιτῶν ἐς Λιβύην ὀκνοῦντας ὁμοίως. εἰ μὴν δὲ μόνα ταῦτα ὑμῖν ἐπέπρακτο, ᾐδεῖσθε ἂν ἴσως ἐπὶ τοιούτοις αἰτεῖν ἀριστεῖα· ἐπεὶ δὲ οὐδεὶς φθόνος ἢ χρόνος ἢ ἀνθρωπίνη λήθη τὰ ἐπὶ Κελτοῖς καὶ Βρεττανοῖς ὑμῶν ἔργα σβέσει, ὑπὲρ τούτων ὑμῖν ἐστι τὰ ἀριστεῖα· ἃ καὶ τοῖς πάλαι στρατευομένοις ὁ δῆμος ἐδίδου, οἰκείων μὲν ἀνδρῶν ἢ ἀναμαρτήτων οὔ ποτε γῆν ἀφαιρούμενος οὐδʼ ἑτέροις ἐπινέμων τὰ ἀλλότρια οὐδʼ ἡγούμενος δεῖν ἀμείβεσθαι διʼ ἀδικημάτων. τῶν δὲ πολεμίων ὅτε κρατήσαιεν, οὐδὲ τούτων ἅπασαν τὴν γῆν ἀφηροῦντο, ἀλλὰ ἐμερίζοντο καὶ ἐς τὸ μέρος ᾤκιζον τοὺς ἐστρατευμένους, φύλακας εἶναι τῶν πεπολεμηκότων· καὶ οὐκ ἀρκούσης ἐνίοτε τῆς δορικτήτου γῆς καὶ τὴν δημοσίαν ἐπένεμον ἢ ἐωνοῦντο ἑτέραν. οὕτω μὲν ὑμᾶς ὁ δῆμος συνῴκιζεν ἀλύπως ἅπασι· Σύλλας δὲ καὶ Καῖσαρ, οἱ σὺν ὅπλοις ἐς τὴν πατρίδα ὡς πολεμίαν ἐμβαλόντες, ἐπὶ αὐτῇ τῇ πατρίδι φρουρῶν καὶ δορυφόρων δεόμενοι, οὔτε διέλυσαν ὑμᾶς ἐς τὰς πατρίδας, οὔτε γῆν ὑμῖν ἐωνοῦντο ἢ τὴν τῶν δεδημευμένων ἀνδρῶν ἐπένεμον, οὔτε τὰς τιμὰς τοῖς ἀφαιρουμένοις ἐς παρηγορίαν ἐδίδοσαν, πολλὰ μὲν ἐκ τῶν ταμιείων ἔχοντες, πολλὰ δὲ ἐκ τῶν δεδημευμένων, ἀλλὰ τὴν Ἰταλίαν οὐδὲν ἁμαρτοῦσαν οὐδὲ ἀδικοῦσαν πολέμου νόμῳ καὶ λῃστηρίου νόμῳ τήν τε γῆν ἀφῃροῦντο καὶ οἰκίας καὶ τάφους καὶ ἱερά, ὧν οὐδὲ τοὺς ἀλλοφύλους πολεμίους ἀφῃρούμεθα, ἀλλὰ δεκάτην αὐτοῖς μόνην καρπῶν ἐπετάσσομεν.

许多人表态示意之后,他说道: “诸位做得好!你们一同集会,为其他人树立了良好的表率。你们从祖国获得了应得的荣耀与优待,理当以同等的敬意回报派出你们的城邦。民众将你们交给恺撒去征讨凯尔特人与不列颠人,建立了卓越功勋的你们理应获得荣誉与嘉奖。然而,他却先以誓言束缚你们,在你们极为不情愿的情况下将你们引向自己的城邦,又同样在你们迟疑不决的情况下,派你们去利比亚进犯最优秀的同胞公民。若你们仅立下了这些作为,或许诸位还会耻于为这类事情索求嘉奖;但既然没有任何嫉妒、岁月或人间的遗忘能够磨灭你们对抗凯尔特人和不列颠人的伟绩,你们的嘉奖正是为了这些伟绩而设。古时出征的将士,民众也曾如此嘉奖他们,却从未剥夺同胞或无辜之人的土地,亦未将他人之物分给旁人,更不认为应当通过行不义之举来给予酬谢。 古时民众即便战胜了敌人,也未曾剥夺他们的全部土地,而是加以划分,将退伍老兵安置在其中一部分,作为防范战败者的守卫;倘若战利土地有时不够充裕,他们便拨出公有土地,或是出资购买其他土地。民众正是以此种方式安置你们,未让任何人感到痛苦。然而苏拉与恺撒,持械进犯祖国宛如进犯敌邦,正需要防范祖国本身的卫队和亲卫军,他们既未将你们遣散回各自的家乡,也未为你们购置土地,亦未将没收财产者的土地分配给你们,更未向被剥夺者提供补偿金以作慰藉——尽管他们从国库中获得了巨款,从没收财产中也获得了巨额财富;相反,他们依照战时法则和盗匪之法,剥夺了未曾犯下任何过错与不义的意大利的土地、房屋、坟墓和神殿,而这些东西,我们甚至未曾剥夺过异族的敌人,对他们仅仅课以农产的什一税。

§219141

οἱ δὲ ὑμῖν τὰ τῶν ὑμετέρων ὁμοεθνῶν διένεμον, τῶν ἐπὶ Κελτοὺς ὑμᾶς αὐτῷ Καίσαρι στρατευσάντων καὶ προπεμψάντων καὶ εὐξαμένων πολλὰ κατὰ τῶν ὑμετέρων νικητηρίων. καὶ συνῴκιζον ὑμᾶς ἐς ταῦτα ἀθρόους ὑπὸ σημείοις καὶ συντάξει στρατιωτικῇ, μήτε εἰρηνεύειν δυναμένους μήτε ἀδεεῖς εἶναι τῶν ἐξελαθέντων· ὁ γὰρ ἀλώμενος καὶ τῶν ὄντων ἀφῃρημένος ἔμελλεν ὑμῖν περιπολῶν ἐφεδρεύειν καιροφυλακῶν. τοῦτο δʼ ἦν, ὅπερ οἱ τύραννοι μάλιστα ἐβούλοντο, οὐ γῆν ὑμᾶς λαβεῖν, ἣν δὴ καὶ ἑτέρωθεν εἶχον παρασχεῖν, ἀλλʼ ὅπως ἐχθροὺς ἐφεδρεύοντας ἔχοντες ἀεὶ βέβαιοι φύλακες ἦτε τῆς ἀρχῆς τῆς ταῦτα ὑμῖν συναδικούσης· εὔνοια γὰρ ἐς τυράννους γίγνεται δορυφόρων ἐκ τοῦ συναδικεῖν καὶ συνδεδιέναι. καὶ τοῦτο, ὦ θεοί, συνοικισμὸν ἐκάλουν, ᾧ θρῆνος ὁμοφύλων ἀνδρῶν ἐπῆν καὶ ἀνάστασις οὐδὲν ἀδικούντων. ἀλλʼ ἐκεῖνοι μὲν ὑμᾶς ἐξεπίτηδες ἐχθροὺς ἐποίουν τοῖς ὁμοεθνέσιν ὑπὲρ τοῦ σφετέρου συμφέροντος· ἡμεῖς δέ, οὓς οἱ νῦν τῆς πατρίδος προστάται φασὶν ἐλέῳ περισῴζειν, τήν τε γῆν ὑμῖν τήνδε αὐτὴν ἐσαεὶ βεβαιοῦμεν καὶ βεβαιώσομεν καὶ μάρτυρα τὸν θεὸν τῶνδε ποιούμεθα. καὶ ἔχετε καὶ ἕξετε, ἃ εἰλήφατε· καὶ οὐ μή τις ὑμᾶς ἀφέληται ταῦτα,2 οὐ Βροῦτος, οὐ Κάσσιος, οὐχ οἵδε πάντες, οἳ τῆς ὑμετέρας ἐλευθερίας προεκινδυνεύσαμεν. ὃ δʼ ἐν τῷ ἔργῳ μόνον ἐστὶν ἐπίμεμπτον, ἰασόμεθα ἡμεῖς, διαλλακτήριον ὑμῖν ἅμα ἐς τοὺς ὁμοεθνεῖς ἐσόμενον καὶ ἥδιστον ἤδη πυθομένοις. οἷς τὴν τιμὴν τῆσδε τῆς γῆς τοῖς ἀφῃρημένοις ἡμεῖς ἐκ τῶν δημοσίων χρημάτων εὐθὺς ἐκ πρώτης ἀφορμῆς ἀποδώσομεν,3 ἵνα μὴ βέβαιον ἔχητε μόνον ὑμεῖς τὴν κληρουχίαν, ἀλλὰ καὶ ἄφθονον.”

他们却将你们同胞的财产分给了你们——正是这些同胞,在恺撒麾下送你们出征凯尔特人,为你们送行,并为你们的凯旋虔诚祈祷。他们将你们整编在军旗下、以军事序列集体安置在这些土地上,使你们既无法安享和平,亦无法免于对被驱逐者的恐惧;因为那流离失所、财产被夺的人,必将在你们周围游荡,伺机而动。而这正是僭主们最渴望见到的:并非让你们获得土地(土地本可从别处提供),而是通过让你们面临伺机报复的仇敌,使你们始终成为这同你们一起行不义的统治权力的忠实卫士;因为亲卫军对僭主的效忠,正源自于共同行恶与共同恐惧。诸神啊,他们竟将伴随着同胞的哀号与无辜者的流离失所之事,称为‘屯垦安置’! 那些人为了自身的利益,蓄意使你们与自己的同胞反目为仇;而我们——如今的祖国保护者们声称出于怜悯才予以保全的人——却向你们永远确认、且将永远保障这同一块土地,我们更请神明为此作证。你们所获得的,你们如今拥有,将来亦将拥有;绝无任何人会从你们手中夺走这些,无论是布鲁图斯,无论是卡西乌斯,抑或我们这些为你们的自由冒死效命的所有人。在这件事情上唯一值得非难之处,将由我们亲自予以弥补,这同时将成为你们与同胞和解的纽带,并使闻知此事的民众喜出望外。对于那些被剥夺土地的人,我们将利用首批可用公款,立即向他们偿付这块土地的价金,好让你们不仅稳固地保有这份分配地,而且不招致怨恨。”

§219142

τοιαῦτα τοῦ Βρούτου λέγοντος ἀκροώμενοί τε ἔτι πάντες καὶ διαλυόμενοι κατὰ σφᾶς ἐπῄνουν ὡς δικαιότατα, καὶ τοὺς ἄνδρας ὡς ἀκαταπλήκτους δὴ καὶ μάλιστα φιλοδήμους ἐν θαύματι ἐποιοῦντο, καὶ ἐς εὔνοιαν πρὸς αὐτοὺς μετετίθεντο καὶ ἐς τὴν ἐπιοῦσαν αὐτοῖς συμπράξειν ἔμελλον. ἅμα δὲ ἡμέρᾳ οἱ μὲν ὕπατοι τὸ πλῆθος ἐς ἐκκλησίαν συνεκάλουν, καὶ ἀνεγινώσκετο αὐτοῖς τὰ δόξαντα, καὶ Κικέρων πολὺ τῆς ἀμνηστίας ἐγκώμιον ἐπέλεγεν· οἱ δὲ ἡδόμενοι κατεκάλουν ἐκ τοῦ ἱεροῦ τοὺς ἀμφὶ τὸν Κάσσιον. καὶ οἵδε ἀναπέμπειν αὑτοῖς ἐν τοσῷδε ὅμηρα ἐκέλευον, καὶ ἀνεπέμποντο οἱ παῖδες Ἀντωνίου τε καὶ Λεπίδου. ὀφθέντων δὲ τῶν ἀμφὶ τὸν Βροῦτον κρότος ἦν καὶ βοή, καὶ τῶν ὑπάτων εἰπεῖν τι βουλομένων οὐκ ἀνασχόμενοι δεξιώσασθαι αὐτοὺς καὶ συναλλαγῆναι πρότερον ἐκέλευον. καὶ γίγνεται μὲν οὕτω, καὶ διεσείετο μάλιστα τοῖς ὑπάτοις ἡ γνώμη ὑπὸ δέους ἢ φθόνου, ὡς τῶν ἀνδρῶν καὶ τὰ ἄλλα αὑτοὺς ὑπεροισόντων ἐν τῇ πολιτείᾳ.4

布鲁图斯这般陈述时,所有人在聆听过程中以及私下散去之时,皆交口称赞他的话极为公正,感叹这些人为真正无所畏惧、深爱民众之士,对他们的态度转为亲善,并准备在次日协助他们。拂晓时分,执政官召集民众召开大会,向他们宣读了决议,西塞罗亦为大赦发表了长篇赞词。民众欣喜万分,从圣所中召请卡西乌斯一行下山。卡西乌斯等人要求在此期间向他们送去人质,安东尼与雷必达的儿子们便被送了上去。当布鲁图斯一行出现时,掌声与呼喊声四起;执政官试图发言,但民众不予容忍,而是要求他们先与对方握手和解。事情便如此办成,执政官的心绪则因恐惧或嫉妒而大受震动,深感这些人在国家的其他一切事务上也必将凌驾于自己之上。

语法注4 条
  1. 219140τὰ εἰκότα τιμωμένους τε καὶ περιποιουμένους ἐκ τῆς πατρίδος, τὰ ἴσα τὴν ἐκπέμπουσαν ἀντιγεραίρειν

    τὰ εἰκότα 和 τὰ ἴσα 均用作副词性宾格(内在宾格)。τὴν ἐκπέμπουσαν 为冠词加现在分词阴性宾格,指代派出将士的祖国/城邦,作动词 ἀντιγεραίρειν(回报以敬意)的直接宾语。

  2. 219141οὐ μή τις ὑμᾶς ἀφέληται ταῦτα

    οὐ μή 搭配不定过去时虚拟式(ἀφέληται),构成强烈的否定和确信的句式(“绝无人能从你们手中夺走这些”)。动词 ἀφαιρέω 带双宾格(指人的 ὑμᾶς 与指物的 ταῦτα)。

  3. 219141οἷς τὴν τιμὴν τῆσδε τῆς γῆς τοῖς ἀφῃρημένοις ἡμεῖς ἐκ τῶν δημοσίων χρημάτων εὐθὺς ἐκ πρώτης ἀφορμῆς ἀποδώσομεν

    此处出现前置关系词与同指名词并存的结构:关系代词 οἷς 置于句首,随后以同格的与格分词短语 τοῖς ἀφῃρημένοις(被剥夺者)予以呼应和明确。句子的核心骨架为:ἡμεῖς ἀποδώσομεν τὴν τιμὴν τοῖς ἀφῃρημένοις(我们将向被剥夺者偿付地价)。

  4. 219142ὡς τῶν ἀνδρῶν καὶ τὰ ἄλλα αὑτοὺς ὑπεροισόντων ἐν τῇ πολιτείᾳ

    连词 ὡς 引导的属格绝对结构(τῶν ἀνδρῶν... ὑπεροισόντων),表示执政官心中的主观判断和担忧(“认为/惧怕这些人在国家其他各方面也将凌驾于自己之上”)。ὑπεροισόντων 是 ὑπερφέρω 的将来时主动分词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:219140-219142