- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:219136-219139
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮索促成元老院通过公开恺撒遗嘱并举行国葬的决议后,布鲁图斯与卡西乌斯召集民众登上卡皮托尔山,布鲁图斯发表演说阐明诛杀恺撒的正当性并捍卫共和自由。
ἐκβοήσας οὖν ὁ Πείσων ὅτι μέγιστον1 καὶ τοὺς ὑπάτους ἔτι παροῦσάν οἱ τὴν βουλὴν ἀξιώσας συναγαγεῖν, εἶπεν· “οἱ τύραννον λέγοντες ἕνα ἀνῃρηκέναι τοσοίδε ἡμῶν ἀνθʼ ἑνὸς ἤδη τυραννοῦσιν· οἳ θάπτειν με κωλύουσι τὸν ἀρχιερέα καὶ τὰς διαθήκας ἀπειλοῦσι προφέροντι καὶ τὴν οὐσίαν δημεύουσιν αὖθις ὡς τυράννου. καὶ τὰ μὲν ἐπὶ τούτοις αὐτῷ πεπραγμένα κεκύρωται· ἃ δὲ ἐφʼ ἑαυτῷ κατέλιπεν, ἀκυροῦσιν,2 οὐ Βροῦτος ἔτι οὐδὲ Κάσσιος, ἀλλʼ οἱ κἀκείνους ἐς τόνδε τὸν ὄλεθρον ἐκριπίσαντες. τῆς μὲν οὖν ταφῆς ὑμεῖς ἐστε κύριοι, τῶν δὲ διαθηκῶν ἐγώ· καὶ οὔποτε ἃ ἐπιστεύθην προδώσω, πρὶν κἀμέ τις ἐπανέλῃ.” θορύβου δὲ καὶ ἀγανακτήσεως γενομένης παρὰ πάντων, καὶ μάλιστα τῶν τι καὶ ἐλπιζόντων ἐκ τῶν διαθηκῶν αὑτοῖς ἔσεσθαι, τάς τε διαθήκας ἐς τὸ μέσον ἔδοξε προφέρειν καὶ θάπτειν τὸν ἄνδρα δημοσίᾳ. καὶ ἐπὶ τοῖσδε ἡ βουλὴ διελύθη.
皮索于是竭力大声疾呼,要求执政官在元老院尚未散会时再次将元老召集起来,并说道:“那些声称诛灭了一个僭主的人,如今竟有这么多人取代那一人来统治我们!他们阻挠我安葬大祭司,威胁要公布遗嘱的我,并再次将他的财产当作僭主的财产予以没收。为他们谋利而由他所办的施政措施已被追认;但他为自己所留下的遗赠,他们却要予以废除——这已不再是布鲁图斯或卡西乌斯的意愿,而是那些将他们两人煽动推向这般毁灭之境的人的作为。因此,关于葬礼,由诸位全权决断;但关于遗嘱,全权在于我。除非有人将我也一同杀害,否则我决不背弃受托之事!” 全体元老,尤其是那些指望从遗嘱中分得利益的人,爆发出一片骚动与愤慨,于是元老院决议将遗嘱公之于众,并由国家出资安葬此人。元老院便以此决议宣告散会。
Βροῦτος δὲ καὶ Κάσσιος αἰσθόμενοι τῶν γεγονότων ἐς τὸ πλῆθος περιέπεμπον καὶ παρεκάλουν πρὸς αὑτοὺς ἀνελθεῖν ἐς τὸ Καπιτώλιον. συνδραμόντων δὲ ὀξέως πολλῶν ὁ Βροῦτος ἔλεγεν· “ἐνταῦθα ὑμῖν ἐντυγχάνομεν, ὦ πολῖται, οἱ χθὲς κατʼ ἀγορὰν ἐντυχόντες, οὔτε ὡς ἐς ἱερὸν καταφυγόντες ʽοὐ γὰρ ἡμάρτομεν’ οὔτε ὡς ἐπὶ κρημνόν, οἳ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέπομεν ὑμῖν.3 ἀλλὰ τὸ Κίννα πάθος, ὀξύτερόν τε καὶ ἀλογώτερον αὐτῷ γενόμενον, οὕτως ἠνάγκασεν. ᾐσθόμην δὲ τῶν ἐχθρῶν διαβαλλόντων ἡμᾶς ἐς ἐπιορκίαν καὶ ἐς αἰτίαν ἀπορίας εἰρήνης ἀσφαλοῦς. ἃ δὴ περὶ τούτων ἔχομεν εἰπεῖν, ἐν ὑμῖν ἐροῦμεν, ὦ πολῖται, μεθʼ ὧν καὶ τἆλλα δημοκρατουμένων πράξομεν. ἐπειδὴ Γάιος Καῖσαρ ἐκ Γαλατίας ἐπὶ τὴν πατρίδα ἤλασε σὺν ὅπλοις πολεμίοις καὶ Πομπήιος μὲν ὁ δημοκρατικώτατος ὑμῶν ἔπαθεν, οἷα ἔπαθεν, ἐπὶ δʼ αὐτῷ πλῆθος ἄλλο πολιτῶν ἀγαθῶν ἔς τε Λιβύην καὶ Ἰβηρίαν ἐλαυνόμενοι διωλώλεσαν, εἰκότως αὐτῷ δεδιότι καὶ βέβαιον ἔχοντι τὴν τυραννίδα ἀμνηστίαν αἰτοῦντι ἔδομεν4 καὶ ὠμόσαμεν ὑπὲρ αὐτῆς. εἰ δὲ ἡμῖν ὀμνύναι προσέταττεν οὐ τὰ παρελθόντα μόνον οἴσειν ἐγκρατῶς, ἀλλὰ δουλεύσειν ἐς τὸ μέλλον ἑκόντας, τί ἂν ἔπραξαν οἱ νῦν ἐπιβουλεύοντες ἡμῖν; ἐγὼ μὲν γὰρ ὄντας γε Ῥωμαίους οἶμαι πολλάκις ἀποθανεῖν ἂν ἑλέσθαι μᾶλλον ἢ δουλεύειν ἑκόντας ἐπὶ ὅρκῳ.
布鲁图斯和卡西乌斯得知所发生的事后,派人联络民众,邀请他们上卡皮托尔山与自己会合。众人迅速汇集之后,布鲁图斯说道: “公民们,昨日在广场上与诸位相遇的我们,今日在此与诸位会面,既非作为逃入圣所的人(因为我们未曾犯罪),亦非逃上绝壁的人——我们本就将自身之事托付给诸位。然而辛纳所遭遇的横祸,来得如此迅疾且蛮横,迫使我们不得不如此。我察知敌人正在以背誓之罪中伤我们,并指责我们破坏了稳固的和平。关于这些事,公民们,凡是我们所要申述的,都将在诸位面前陈述,今后在民主政体之下我们亦将与诸位共同治理一切事务。 当盖约·恺撒率敌对武装自高卢进军祖国,诸位当中最维护民主政体的庞培遭受了那样的厄运,继他之后大批优秀的公民被驱赶至利比亚和伊比利亚而丧生,在此之后,鉴于恺撒心怀恐惧且僭主统治已然确立,当他请求大赦时,我们合情合理地允诺了他,并为此立下了誓言。但倘若他当时命令我们起誓的,不仅是以隐忍承受既往之事,而且还要自愿为未来的奴役效力,那么如今图谋陷害我们的人又会作何反应?依我看,他们作为罗马人,定宁愿死上千百次,也决不愿在誓言下甘受奴役。
εἰ μὲν δὴ μηδὲν ἔτι εἰς δουλείαν εἰργάζετο ὁ Καῖσαρ, ἐπιωρκήσαμεν· εἰ δὲ οὔτε τὰς ἀρχὰς τὰς ἐν ἄστει οὔτε τὰς τῶν ἐθνῶν ἡγεμονίας οὔτε στρατείας ἢ ἱερωσύνας ἢ κληρουχίας ἢ τιμὰς ἄλλας ὑμῖν ἀπέδωκεν οὐδὲ προεβούλευεν ἡ βουλὴ περὶ οὐδενὸς οὐδʼ ὁ δῆμος ἐπεκύρου, ἀλλὰ πάνθʼ ὁ Καῖσαρ ἦν ἅπασιν ἐξ ἐπιτάγματος καὶ οὐδὲ κόρος αὐτῷ τοῦ κακοῦ τις ἐγίγνετο, οἷος ἐγένετο Σύλλᾳ, ἀλλʼ ὁ μὲν τοὺς ἐχθροὺς καθελὼν ἀπέδωκεν ὑμῖν τὴν πολιτείαν, ὁ δʼ ἐπὶ ἄλλην στρατείαν χρόνιον ἀπιὼν ἐς πενταετὲς ὑμῶν τὰ ἀρχαιρέσια προελάμβανε, ποία ταῦτα ἦν ἐλευθερία, ἧς οὐδʼ ἐλπὶς ὑπεφαίνετο ἔτι; τί δὲ οἱ τοῦ δήμου προστάται Καισήτιος καὶ Μάρυλλος; οὐχ ἱερὰν καὶ ἄσυλον ἄρχοντες ἀρχὴν ἐξηλαύνοντο σὺν ὕβρει; καὶ ὁ μὲν νόμος ὁ τῶν προγόνων καὶ ὁ ὅρκος οὐδʼ ἐπάγεσθαι δίκην ἔτι οὖσι δημάρχοις ἐπιτρέπουσιν· ὁ δὲ Καῖσαρ αὐτοὺς ἐξήλασεν, οὐδὲ δίκην ἐπαγαγών. πότεροι οὖν ἐς τοὺς ἀσύλους ἡμάρτανον; ἢ Καῖσαρ μὲν ἱερὸς καὶ ἄσυλος, ὅτῳ ταῦτα οὐχ ἑκόντες, ἀλλʼ ὑπʼ ἀνάγκης οὐδὲ πρὶν ἐπελθεῖν αὐτὸν ἐς τὴν πατρίδα σὺν ὅπλοις καὶ τοσούσδε καὶ τοιούσδε ἀγαθοὺς πολίτας κατακανεῖν, ἐθέμεθα·5 τὴν δὲ τῶν δημάρχων ἀρχὴν οὐχ ἱερὰν καὶ ἄσυλον οἱ πατέρες ἡμῶν ἐν δημοκρατίᾳ χωρὶς ἀνάγκης ὤμοσάν τε καὶ ἐπηράσαντο ἐς ἀεὶ ἔσεσθαι; ποῦ δὲ οἱ φόροι τῆς ἡγεμονίας καὶ λογισμοὶ συνεφέροντο; τίς δʼ ἡμῶν ἀκόντων ἤνοιγε τὰ ταμιεῖα; τίς τῶν ἀψαύστων καὶ ἐπαράτων ἐκίνει χρημάτων καὶ ἑτέρῳ δημάρχῳ κωλύοντι θάνατον ἠπείλει;
倘若恺撒此后未曾进一步推行任何奴役之举,那么我们确实背誓了;然而,他既未将城内的官职归还诸位,也未归还各省的统治权、军职、祭司职位、殖民分配地或其他荣誉,元老院不能就任何事务预先审议,民众亦无法予以批准,凡百事务皆依恺撒一人之严命处置,且他未曾对恶行产生任何如苏拉那般的厌足——苏拉在击溃敌人后将政体归还给诸位,而恺撒在前往另一场旷日持久的远征前,竟预先独揽了诸位长达五年的选举任命——在此境况下,哪里还有哪怕一丝希望显现的自由? 再看民众的保护者凯塞提乌斯和马鲁卢斯又当如何?他们身居神圣不可侵犯之职,难道不是遭受凌辱而被逐出的吗?先祖的法律和誓言甚至不允许对在任的护民官提起诉讼;而恺撒竟在连诉讼都未提起的情况下就将他们驱逐。 那么,究竟是谁冒犯了神圣不可侵犯之人?恺撒的神圣不可侵犯,乃是我们并非出于自愿、而是受制于强权所设立的,且非在他持械进犯祖国、屠戮这般众多且优秀的公民之前设立;相反,护民官职位的神圣不可侵犯,难道不是我们的先祖在民主时代未经任何强迫,立誓并发下诅咒,要其永世长存的吗?帝国的赋税与账目汇总于何处?是谁违背我们的意愿强行打开国库?是谁动用了不可触碰且受诅咒守护的公款,并以死威胁前来阻拦的另一位护民官?
ἀλλὰ τίς, φασίν, ἔτι ὅρκος ἐς ἀσφάλειαν εἰρήνης ἂν γένοιτο; εἰ μὲν οὐ τυραννήσει τις, οὐδὲ ὅρκων δεῖ οὐδὲ γὰρ τοῖς πατράσιν ἡμῶν ἐδέησεν οὐδέποτε· εἰ δʼ ἐπιθυμήσει τις ἄλλος τυραννίδος, οὐδὲν πιστόν ἐστι Ῥωμαίοις πρὸς τύραννον οὐδʼ εὔορκον. καὶ τάδε προλέγομεν ἔτι ὄντες ὑπὸ τῷ κινδύνῳ καὶ προεροῦμεν ὑπὲρ τῆς πατρίδος αἰεί· καὶ γὰρ ὄντες ἐν ἀσφαλεῖ τιμῇ παρὰ Καίσαρι τὴν πατρίδα τῆς ἡμετέρας τιμῆς προετιμήσαμεν. διαβάλλουσι δʼ ἡμᾶς καὶ ἐπὶ ταῖς κληρουχίαις, ἐρεθίζοντες ὑμᾶς. εἰ δή τινες τῶν ᾠκισμένων ἢ οἰκισθησομένων πάρεστε, χαρίσασθέ μοι καὶ ἐπισημήνασθε ἑαυτούς.”
然而有人会问:今后还能有什么誓言来保障和平的安全?倘若无人行僭主之举,本就无需誓言(因为我们的先祖也从未需要过);但若另有人觊觎僭主之位,罗马人对僭主既无信义可言,亦无不可违背之誓。我们虽仍身处险境,却预先申明此点,并将永远为祖国申明此点;因为在恺撒麾下稳享荣衔之时,我们便已将祖国置于自身的荣名之上。他们还在土地分配问题上中伤我们,挑动诸位的怒火。若在场有任何已经安置或即将安置的屯垦兵,请帮我这个忙,亮明你们的身份。”
- 219136ἐκβοήσας οὖν ὁ Πείσων ὅτι μέγιστον
ὅτι 配合中性最高级 μέγιστον 构成常见惯用搭配,表示“尽可能……”,在此作副词短语修饰分词 ἐκβοήσας,意为“竭尽全力大声呼喊”。
- 219136καὶ τὰ μὲν ἐπὶ τούτοις αὐτῷ πεπραγμένα κεκύρωται· ἃ δὲ ἐφʼ ἑαυτῷ κατέλιπεν, ἀκυροῦσιν
介词短语 ἐπὶ τούτοις(“为了这些人[即刺客及元老同僚]的利益”或“在此等条件下”)与 ἐφʼ ἑαυτῷ(“为了他自己/涉及其私产”)形成对称对比。前者指已被追认的公共法令与封赏,后者指恺撒在遗嘱中留下的个人财产处置。
- 219137οἳ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέπομεν ὑμῖν
关系代名词 οἵ 指代第一人称复数主语(“我们”),带有说明性/原因性意味(“我们这些将自身之事托付给诸位的人”),与前面的 οὔτε ὡς ἐς ἱερὸν καταφυγόντες 与 οὔτε ὡς ἐπὶ κρημνόν 照应,表明他们不是作为穷途末路的逃亡者登临卫城。
- 219137εἰκότως αὐτῷ δεδιότι καὶ βέβαιον ἔχοντι τὴν τυραννίδα ἀμνηστίαν αἰτοῦντι ἔδομεν
副词 εἰκότως 在句法上既可修饰动词 ἔδομεν(“我们合情合理地允诺了他”),亦可修饰分词 δεδιότι(“他理所当然地心怀恐惧”)。就文意而言,指在恺撒握有大权却忧惧自身安危而求赦免的背景下,给予其大赦是合情合理的妥协。
- 219138ὅτῳ ταῦτα οὐχ ἑκόντες, ἀλλʼ ὑπʼ ἀνάγκης οὐδὲ πρὶν ἐπελθεῖν αὐτὸν ἐς τὴν πατρίδα σὺν ὅπλοις καὶ τοσούσδε καὶ τοιούσδε ἀγαθοὺς πολίτας κατακανεῖν, ἐθέμεθα
倒装与多重否定的复合结构。支配与格关系词 ὅτῳ 的主谓动词为句末的 ἐθέμεθα(“我们赋予其神圣不可侵犯地位的那个人”)。οὐχ ἑκόντες, ἀλλʼ ὑπʼ ἀνάγκης(“非出于自愿,而是迫于无奈”)后接否定连接词 οὐδέ 及 πρίν 与不定式 ἐπελθεῖν...,强调这一特权并非在他持械进逼祖国并屠戮优秀公民之前确立,而是事后被迫妥协的产物。
