- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:218133-218135
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
返回议事堂的安东尼向元老们发出警告,指出废除恺撒法令必将激起全帝国被征服者与退役军人的叛乱,由此促成一项决议:在赦免刺客的同时全面追认恺撒的一切政令。
σιωπήν τε κατακηρύξας αὖθις ἔλεγεν· “ἐγὼ περὶ μὲν τῶν ἁμαρτόντων πολιτῶν, ὦ ἄνδρες ὁμότιμοι, σκεπτομένοις ὑμῖν οὐδὲν ἐπεφθεγγόμην· περὶ δὲ Καίσαρος ἀντʼ ἐκείνων ψῆφον αἰτοῦσιν ἓν ἐκ τῶν Καίσαρος ἔργων προύθηκα μέχρι νῦν, καὶ τοσούτους ἡμῖν τὸ ἓν ἀγῶνας ἤγειρεν, οὐκ ἀλόγως· εἰ γὰρ ἀποθησόμεθα τὰς ἀρχάς, ὁμολογήσομεν ἄνδρες τοσοίδε καὶ τοιοίδε ἀναξίως αὐτῶν τετυχηκέναι. ὅσα δʼ οὖν μηδὲ ἐπακούσεται ῥᾳδίως,1 ἐπισκέψασθε νῦν αὐτὰ καὶ συναριθμεῖτε κατά τε πόλεις καὶ κατὰ ἔθνη καὶ βασιλέας καὶ δυνάστας. πάντα γὰρ δὴ σχεδὸν εἰπεῖν, ὅσα ἐξ ἠοῦς ἐπὶ δύσιν ὁ Καῖσαρ ἡμῖν ἐχειρώσατο δυνάμει καὶ κράτει, συνεστήσατο, νόμοις καὶ χάρισι καὶ φιλανθρωπίαις βεβαιωσάμενος· ὧν τίνας ὑποστήσεσθαι δοκεῖτε ἀφαιρουμένους, ἃ ἔλαβον, εἰ μὴ πάντα ἐμπλῆσαι πολέμων ἐθέλετε, οἳ τῇ πατρίδι ὡς ἀσθενεστάτῃ μάλιστα οὔσῃ τοὺς ἐναγεῖς περισῴζειν ἀξιοῦτε; καὶ τὰ μὲν πορρωτέρω τοῖς τε δεινοῖς ἔτι καὶ τοῖς φόβοις ἀφεστηκότα ἐάσω· ἃ δὲ οὐκ ἀγχοῦ μόνον ἐστὶν ἡμῖν, ἀλλὰ σύνοικα ἀνὰ τὴν Ἰταλίαν αὐτήν, τοὺς τὰ νικητήρια λαβόντας καὶ κατὰ πλῆθος ἅμα τοῖς ὅπλοις, ὡς ἐστρατεύοντο, ὑπὸ τῇ αὐτῇ συντάξει συνῳκισμένους ὑπὸ Καίσαρος, ὧν ἔτι πολλαὶ μυριάδες εἰσὶν ἐν τῇ πόλει, τί νομίζετε πράξειν2 ἀφαιρουμένους, ὧν εἰλήφασιν ἢ προσδοκῶσι λήψεσθαι πόλεών τε καὶ χωρίων; καὶ τοῦδε μὲν ὑμῖν καὶ ἡ παρελθοῦσα νὺξ τὴν εἰκόνα ἔδειξε.
安东尼再次下令肃静,接着说道: “同僚们,当诸位审议那些犯下罪行的公民之事时,我并未插言;但当诸位要求对恺撒的作为进行表决以替代对他们的追责时,我迄今为止仅提出了恺撒诸多施政中的这一件,而仅仅这一件事就在我们中间激起了如此激烈的争端,这并非毫无缘由。因为倘若我们要交出官职,那便等于承认我们这么多位身居高位之人是不配获得这些职位的。那么,请诸位现在按各城邦、各部族、诸王及各地统治者,亲自审视并清算那些绝不会轻易顺从你们号令的万般事务吧。因为几乎从日出之处到日落之乡,恺撒凭其武力和权威为我们所平定的一切,皆已通过法律、恩赏与宽容处置得以确立并巩固。除非诸位一心想让各处重新陷入战火,否则在被剥夺已获之物时,你们认为这些属下有谁会顺服?而诸位却恰恰在祖国最为虚弱之时,主张去保全那些沾满罪孽之人! 那些在危险与恐慌上尚且遥远的远方之事,我且置之不理。然而,对于那些不仅靠近我们、而且遍布于整个意大利与我们同处的人——那些获得胜利报偿之人,他们整队荷枪实弹、一如当年从军般依同一编制由恺撒安置定居,如今尚有数万人留在城中——当他们被剥夺已获得或指望获得的城邦与土地时,诸位以为他们会做出何等举动?昨夜的情形便已向诸位昭示了这一景象。
δεομένοις γὰρ ὑμῖν ὑπὲρ τῶν ἁμαρτόντων ἀντιπαρέθεον ἐκεῖνοι μετὰ ἀπειλῆς· τὸ δὲ σῶμα τοῦ Καίσαρος συρόμενον καὶ αἰκιζόμενον καὶ ἄταφον ῥιπτούμενον ʽκαὶ γὰρ ταῦτα ἐκ τῶν νόμων τοῖς τυράννοις ἐπιτέτακταἰ περιόψεσθαι νομίζετε τοὺς ἐστρατευμένους αὐτῷ; καὶ τὰ Κελτῶν καὶ Βρεττανῶν νομιεῖν, ἃ εἰλήφασιν, ἕξειν βέβαια τοῦ δόντος ὑβριζομένου; τί δὲ τὸν δῆμον αὐτὸν ἐργάσεσθαι; τί δὲ τοὺς Ἰταλιώτας; πόσον δὲ ὑμῖν ἔσεσθαι φθόνον παρά τε ἀνδρῶν καὶ θεῶν, ἐνυβρίζουσιν ἐς τὸν ὑμῖν τὴν ἡγεμονίαν μέχρις ὠκεανοῦ, ἐπὶ τὴν ἄγνωστον προαγαγόντα; καὶ οὐκ ἐν αἰτίᾳ καὶ καταγνώσει μᾶλλον ἔσεσθαι τὴν τοσήνδε ἡμῶν ἀνωμαλίαν, εἰ τοὺς μὲν ὕπατον ἐν βουλευτηρίῳ καὶ ἱερὸν ἄνδρα ἐν ἱερῷ χωρίῳ, βουλῆς ἀγηγερμένης, ὑπὸ ὄψεσι θεῶν κατακανόντας τιμᾶν ἀξιώσομεν, ἀτιμοῦν δὲ τὸν καὶ τοῖς πολεμίοις διʼ ἀρετὴν τίμιον; τούτων μὲν οὖν ὡς οὔτε ὁσίων οὔτε ἐφʼ ἡμῖν ὄντων προλέγω πάμπαν ἀπέχεσθαι· γνώμην δὲ ἐσφέρω τὰ μὲν πεπραγμένα καὶ βεβουλευμένα τῷ Καίσαρι πάντα κυροῦν, τοὺς δὲ ἁμαρτόντας ἐπαινεῖν μὲν οὐδενὶ τρόπῳ ʽοὐ γὰρ ὅσιον οὐδὲ δίκαιον, οὐδὲ σύμφωνον ἔτι τῷ κυροῦν τὰ Καίσαρι πεπραγμένἀ, περισῴζειν δὲ ἐξ ἐλέου μόνον, εἰ ἐθέλοιτε, διὰ τοὺς οἰκείους αὐτῶν καὶ φίλους, εἰ δὴ καὶ τόδε αὐτὸ οἵδε λαμβάνειν ὑπὲρ ἐκείνων ὁμολογοῖεν ἐν χάριτος μέρει.”
因为正当诸位为罪犯请命之际,他们却带着威胁与你们奔走对抗。难道诸位以为,曾随恺撒征战的将士们会坐视他的遗体被拖拽、受凌辱、暴尸荒野而不管吗(须知法律对僭主确实规定了这般处置)?当赐予者遭受凌辱之时,将士们难道还会认为自己所获得的高卢与不列颠之物能够稳固保有吗?罗马民众自身又将如何作为?意大利人又将如何作为?诸位若凌辱那位将你们的霸业推进至大洋边缘乃至未知之境的人,人神之间对诸位该会产生多么巨大的愤恨!倘若我们竟决意去奖赏那些在元老院议事堂内、在神圣场所、在元老齐集之时、当着诸神的面刺杀执政官兼神圣之人的刺客,却去贬损那位即便在敌人眼中也因骁勇品德而受尊崇的伟人,我们如此巨大的悖谬岂不会招致更大的责难与定罪吗?因此,我预先告诫诸位切莫触碰这些事,因为这既不虔敬,也非我们能力所能左右。我的提议是:将恺撒所行及所决议的一切皆予以追认;但决不可对罪人予以褒奖(因为这既不虔敬也不公正,且与追认恺撒的法令不再相符);若诸位愿意,仅出于怜悯、为了他们的亲友而予以保全,前提是这些亲友也承认这是代他们领受的一项殊恩。”
τοιαῦτα εἰπόντος τοῦ Ἀντωνίου σὺν ἀνατάσει τε καὶ ὁρμῇ βαρυτέρᾳ, γίγνεται δόγμα, ἡσυχαζόντων ἤδη καὶ ἀγαπώντων ἁπάντων, φόνου μὲν οὐκ εἶναι δίκας ἐπὶ τῷ Καίσαρι, κύρια δὲ εἶναι τὰ πεπραγμένα αὐτῷ πάντα καὶ ἐγνωσμένα, “ἐπεὶ τῇ πόλει συμφέρει.” ἐβιάσαντο γὰρ τόδε ἐς ἀσφάλειαν οἱ τῶν περισῳζομένων οἰκεῖοι προστεθῆναι μάλιστα, ὡς οὐ δικαίως φυλασσόμενα μᾶλλον ἢ διὰ χρείαν.3 καὶ ὁ Ἀντώνιος αὐτοῖς ἐς τοῦτο ἐνέδωκεν. ἐψηφισμένων δὲ τούτων, ὅσοι τῶν κληρούχων ἡγεμόνες ἦσαν, ἠξίουν ἴδιον περὶ σφῶν ἐπὶ τῷ κοινῷ δόγμα ἕτερον γενέσθαι, βεβαιοῦν αὐτῶν τὰς κληρουχίας. καὶ οὐκ ἐκώλυεν ὁ Ἀντώνιος, ἐπιδεικνὺς τῇ βουλῇ τὸν φόβον. γίγνεται μὲν δὴ καὶ τοῦτο καὶ ἕτερον αὖ περὶ τῶν ἐξιόντων ἐπὶ τὰς ἀποικίας ὅμοιον· Λεύκιον δὲ Πείσωνα, ὅτῳ τὰς διαθήκας ὁ Καῖσαρ παρετίθετο, τοῦτον ἤδη τὸν τρόπον τῆς βουλῆς διαλελυμένης τινὲς περιστάντες παρεκάλουν μήτε τὰς διαθήκας προφέρειν μήτε θάπτειν τὸ σῶμα φανερῶς, μή τι νεώτερον ἕτερον ἐκ τούτων γένοιτο. καὶ οὐ πειθόμενον ἠπείλουν ἐσαγγέλλειν, ὅτι τὸν δῆμον οὐσίαν τηλικαύτην ἀφαιροῖτο γιγνομένην κοινήν, αὖθις ἄρα ἐνσημαινόμενοι τὴν τυραννίδα.
安东尼以威吓的声势和更为沉重的力道说出这番话后,众人皆已平息顺从,元老院遂通过决议:对恺撒之死不予追究谋杀之罪,但由他所推行与决断的一切皆完全有效,“因其有利于城邦”。被保全者的亲友竭力强求加上这句附文以求自保,以便显得这些法令是出于现实需要而非出于公正才予以保留。安东尼在这点上也顺从了他们。这些决议通过后,各屯垦殖民团的领袖们要求在公共法令之外,另行通过一项专门针对他们的决议,以确认其分得的土地。安东尼借机向元老院渲染恐惧,未加阻拦。于是这项决议及另一项关于前往各殖民地之人的类似决议皆获通过。元老院以此种方式散会之后,有人围住了代恺撒保管遗嘱的卢修斯·皮索,敦促他既不可公布遗嘱,亦不可公开安葬遗体,以免由此引发新的事端。见他不从,那些人便威胁要告发他,指控他从民众手中夺取这笔理应归公的巨额财产,从而再次暗指那是一场僭主统治。
- 218133ὅσα δʼ οὖν μηδὲ ἐπακούσεται ῥᾳδίως
关系代名词 ὅσα 预先提示了后文 ἐπισκέψασθε αὐτά 的宾语。动词 ἐπακούσεται 虽为中动未来时形态,既可作被动解(“不会轻易被听从之事”),亦可作主动义取“不易服从、不愿听命”之意。鉴于后文紧接着列举 κατά τε πόλεις καὶ κατὰ ἔθνη 等各方政治势力,此处取后一种解释,指那些不会轻易听从元老院决议的属地与部族。
- 218133ἃ δὲ οὐκ ἀγχοῦ μόνον ἐστὶν ἡμῖν, ἀλλὰ σύνοικα ἀνὰ τὴν Ἰταλίαν αὐτήν, τοὺς τὰ νικητήρια λαβόντας ... τί νομίζετε πράξειν
全句先以中性复数关系代词 ἃ δέ(“那些不仅临近我们的事务……”)作为主题引导,但随即通过破格语法(anacoluthon)转入阳性宾格名词短语 τοὺς τὰ νικητήρια λαβόντας...(“那些获得胜利报偿的人……”),成为从属于 τί νομίζετε 的不定式 πράξειν 的逻辑主语(宾格不定式主语)。译文在全语言中均将 ἃ δέ 视为前置的主题提示,顺畅过渡到对老兵行动的质问。
- 218135ὡς οὐ δικαίως φυλασσόμενα μᾶλλον ἢ διὰ χρείαν
连词 ὡς 后接的中性复数分词 φυλασσόμενα 指代前文的“恺撒所行之法令”(τὰ πεπραγμένα),构成分词从句,表示获赦者亲属的主观意图与口实(“并非由于合乎正义,而是迫于现实需要才予以保留”)。短语 οὐ ... μᾶλλον ἤ 构成鲜明的对比关系(“与其说是……不如说是……”)。
