← 阿庇安

内战记

§218130-218132

面向民众的演说与追认政令保全刺客的决议

安东尼与雷必达应民众呼唤走出元老院,机敏地周旋于求惩凶者与求和平者之间,雷必达在获得接任大祭司职位的许诺后倾向支持和平。安东尼在探明广场民众意向并嘲弄了死缠官职的多拉贝拉后,最终决意在掩饰自身无可奈何的前提下保全刺客,同时正式追认恺撒生前的各项政令。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§218130

ὧδε δὲ ἔτι ἐχόντων, ὁ Ἀντώνιος καὶ ὁ Λέπιδος ἐκ τοῦ βουλευτηρίου προῆλθον· καὶ γάρ τινες αὐτοὺς ἐκ πολλοῦ συνδραμόντες ἐκάλουν ὡς δὲ ὤφθησαν ἐκ μετεώρου καὶ σιγὴ κεκραγότων μόλις ἐγίγνετο, εἷς μέν τις ἐβόησεν, εἴτε κατὰ γνώμην ἰδίαν εἴτε παρεσκευασμένος· “φυλάσσεσθε παθεῖν ὅμοια.” καὶ ὁ Ἀντώνιος αὐτῷ παραλύσας τι τοῦ χιτωνίσκου θώρακα ἐντὸς ἐπεδείκνυεν, ὑπερεθίζων ἄρα τοὺς ὁρῶντας ὡς οὐκ ἐνὸν σῴζεσθαι χωρὶς ὅπλων οὐδὲ ὑπάτοις.1 ἐπιβοώντων δʼ ἑτέρων τὸ πεπραγμένον ἐπεξιέναι καὶ τῶν πλεόνων περὶ τῆς εἰρήνης παρακαλούντων, τοῖς μὲν περὶ τῆς εἰρήνης ἔφη· “περὶ τούτου σκοποῦμεν, ὡς ἔσται τε καὶ γενομένη διαμενεῖ· δυσεύρετον γὰρ ἤδη τὸ ἀσφαλὲς αὐτῆς, ὅτι μηδὲ Καίσαρα ὤνησαν ὅρκοι τοσοίδε καὶ ἀραί.” ἐς δὲ τοὺς ἐπεξιέναι παρακαλοῦντας ἐπιστραφεὶς ἐπῄνει μὲν ὡς εὐορκότερα καὶ εὐσεβέστερα αἱρουμένους καί “αὐτὸς ἄν,” ἔφη, "συνετασσόμην ὑμῖν καὶ τὰ αὐτὰ πρῶτος ἐβόων, εἰ μὴ ὕπατος ἦν, ᾧ τοῦ λεγομένου συμφέρειν μᾶλλον ἢ τοῦ δικαίου μέλει·2 ὧδε γὰρ ἡμῖν οἱ ἔνδον παραινοῦσιν. οὕτω δέ που καὶ Καῖσαρ αὐτός, οὓς εἷλε πολέμῳ τῶν πολιτῶν, διὰ τὸ συμφέρον τῆς πόλεως περισώσας ὑπʼ αὐτῶν ἀπέθανε."

正当局势仍处在如此状态时,安东尼与雷必达走出了元老院议事堂;因为早先聚集的人群一直在呼唤他们。当他们出现在高台之上,喧闹的人群好不容易安静下来时,有人——不知是出于个人的心思还是受人指使——大喊道:“小心遭受同样的下场!”安东尼随即向他解开内袍的一角,露出了穿在里面的胸甲,以此向围观者极力渲染:即便执政官没有武器也无法自保。另有人叫嚷着要惩办这桩凶行,而多数人则恳求和平;安东尼对求和的人说:“我们正在审议的正是此事:和平如何达成,以及达成之后如何维持下去。因为如今和平的保障已难以找寻,毕竟连如此众多的誓言与诅咒都未能庇佑恺撒。”接着,他转向那些要求追究罪行的人,赞扬他们选择的是更忠于誓言、更为虔敬之道,并说:“若我不是执政官,我也定会与诸位站在一起,率先发出同样的呼声;但身为执政官,必须顾及所谓的大局利害,而非仅顾正义;因为屋里的人正是这样告诫我们的。想必当年恺撒本人也是如此,因顾及城邦的利害而保全了那些在内战中俘获的公民,最终却死在这些人手里。”

§218131

τοιαῦτα τοῦ Ἀντωνίου παρὰ μέρος τεχνάζοντος οἱ ἀμύνειν τοῖς γεγονόσιν ἀξιοῦντες Λέπιδον ἠξίουν ἀμύνειν. Λεπίδου δέ τι μέλλοντος λέγειν, οἱ πόρρω συνεστῶτες κατελθεῖν αὐτὸν εἰς τὴν ἀγορὰν ἠξίουν, ἵνα ὁμαλῶς ἅπαντες ἐπακούσειαν. καὶ ὁ μὲν εὐθὺς ᾔει, νομίζων ἤδη τὸ πλῆθος τρέπεσθαι, καὶ ἐπὶ τὰ ἔμβολα παρελθὼν ἔστενε καὶ ἔκλαιεν ἐν περιόπτῳ μέχρι πολλοῦ, ἀνενεγκὼν δέ ποτε εἶπεν· “ἐνταῦθα χθὲς μετὰ Καίσαρος ἱστάμην, ἔνθα νῦν ἀναγκάζομαι ζητεῖν περὶ Καίσαρος ἀνῃρημένου, τί βούλεσθε.” ἀναβοησάντων δὲ πολλῶν· “ἀμύνειν σε τῷ Καίσαρι,” ἀντανεβόησαν οἱ μισθωτοί. “τὴν εἰρήνην τῇ πόλει.” ὁ δὲ τούτοις μὲν ἔφη· “βουλόμεθα. ἀλλὰ ποίαν λέγετε εἰρήνην; ἢ ποίοις ὅρκοις ἀσφαλὴς ἔσται; τοὺς μὲν γὰρ πατρίους πάντας ὠμόσαμεν Καίσαρι καὶ κατεπατήσαμεν, οἱ τῶν ὀμωμοκότων ἄριστοι εἶναι λεγόμενοι.” πρὸς δὲ τοὺς ἀμύνειν ἀξιοῦντας ἐπιστραφείς “ὁ μὲν Καῖσαρ ἡμῶν,” ἔφη, “μεθέστηκεν, ἱερὸς τῷ ὄντι καὶ τίμιος ἀνήρ, τὴν δὲ πόλιν τοὺς ὑπολοίπους αἰδούμεθα βλάψαι. καὶ τάδε,” ἔφη, “σκοποῦσιν ἡμῶν οἱ πρόβουλοι, καὶ δοκεῖ τοῖς πλέοσιν.” ἀνακραγόντων δὲ αὖθις· “ἐπέξιθι μόνος,” "βούλομαι," εἶπε, "καὶ εὔορκόν ἐστί μοι καὶ μόνῳ. ἀλλʼ οὐκ ἐμὲ καὶ ὑμᾶς βούλεσθαι δεῖ μόνους οὐδὲ μόνους ἀντιτιθέναι.3"

安东尼如此两面应对之际,主张惩办凶行的人便要求雷必达挺身复仇。雷必达正欲发言,站在远处的人群便要求他下到广场上来,以便众人都能均匀地听清。雷必达料想民众正倒向自己一边,便立刻前去;他走上演讲台,在众目睽睽之下痛哭哀叹了许久。良久,他缓过神来,说道:“昨日我还与恺撒一同站在此地,而今日我竟被迫就恺撒被刺一事询问诸位究竟意欲何为。”许多人大喊道:“要你为恺撒复仇!”而受雇的人则反驳叫喊:“给城邦以和平!”雷必达便对这些人说道:“我们何尝不想。但诸位说的是怎样的和平?又凭怎样的誓言才能确保它的稳固?要知我们曾向恺撒发过祖传的一切誓言,却又亲脚将它们践踏,而我们还是这群立誓者中被称为最优秀的人。”随后他转向要求复仇的人说:“我们的恺撒已经离世了,他委实是神圣而尊贵之人;但我们不忍伤害遗留下来的城邦。元老的领袖们正在商议这些事,且多数人也是这般意见。”众人再次大喊:“你独自去追讨惩办吧!”他回答道:“我愿如此,即便仅由我一人去办,也是符合誓言的;但绝不能仅仅由我和诸位心怀此愿,也不能单凭我们与全局对抗。”

§218132

τοιαῦτα καὶ τοῦτον τεχνάζοντα οἱ μισθωτοὶ φιλότιμον εἰδότες ἐπῄνουν καὶ ᾑροῦντο ἐπὶ τὴν Καίσαρος ἱερωσύνην. τοῦ δὲ ἥψατο μὲν ἡ ἡδονή, “μέμνησθε,” δὲ ἔφη, “μοι τοῦδε καὶ ὕστερον, ἂν ἄξιος εἶναι δοκῶ.” μᾶλλον οὖν ἔτι παρρησίᾳ διὰ τὴν ἱερωσύνην ὑπὲρ τῆς εἰρήνης τῶν μισθωτῶν ἐνισταμένων, “ἀσεβὲς μέν,” ἔφη, “καὶ παράνομον, ἐργάσομαι δὲ ὅμως, ὃ βούλεσθε.” καὶ εἰπὼν ἐς τὸ βουλευτήριον ἀνέτρεχεν, ἐν ᾧ πάντα τὸν χρόνον τόνδε ὁ Δολοβέλλας ὑπὲρ τῆς ἀρχῆς ἐνίστατο ἀσχημόνως. καὶ ὁ Ἀντώνιος, ἀναμένων ἅμα τὰ ἐν τῷ δήμῳ γιγνόμενα, σὺν γέλωτι αὐτὸν ἐφεώρα· καὶ γὰρ ἤστην διαφόρω. ὡς δὲ ἅλις ἔσχε τῆς ὄψεως καὶ οὐδʼ ἐν τῷ δήμῳ τι γεγένητο θερμότερον, τοὺς μὲν οὖν ἄνδρας ἔγνω περισῴζειν ὑπὸ ἀνάγκης, ἐπικρύπτων τὴν ἀνάγκην καὶ ὡς ἐν βαρυτάτῃ χάριτι περισῴζων,4 τὰ δὲ τῷ Καίσαρι πεπραγμένα κυροῦν συμβόλῳ καὶ τὰ βεβουλευμένα συντελεῖν.

见他也如此借机弄巧,受雇之人深知他贪慕虚名,便赞扬他,并推举他接任恺撒的大祭司一职。雷必达心中暗喜,说道:“若我看似配得上,日后也请诸位为我记住此事。”因有着大祭司职位的许诺,受雇之人便更加放胆地坚持要求和平,雷必达遂说道:“虽是不敬与不法,但我仍将照诸位所愿去办。”说罢,他便快步跑回元老院议事堂;在整段期间里,多拉贝拉一直在议事堂内为这一官职而丑态百出地纠缠不休。安东尼一边等待平民这边的动向,一边带着讥笑打量着他;因为两人素有嫌隙。及至安东尼看够了这场笑话,且平民那边也并未发生更为激烈的变故,他遂决意迫于无奈保全那些刺客,同时掩盖这种无奈,佯装是以最厚重的人情保全他们,并通过协议确认恺撒所行的一切政令,贯彻既定的各项规划。

语法注4 条
  1. 218130ὡς οὐκ ἐνὸν σῴζεσθαι χωρὶς ὅπλων οὐδὲ ὑπάτοις

    非人称动词 ἔνεστι(可能)的中性宾格分词 ἐνόν 与 ὡς 连用,构成宾格绝对独立结构,表示主观陈述的理由或情状:“以即便是执政官没有武器也无法自保为由/显得即便是执政官……”。

  2. 218130ᾧ τοῦ λεγομένου συμφέρειν μᾶλλον ἢ τοῦ δικαίου μέλει

    非人称动词 μέλει 与关系代词与格 ᾧ(先行词为 ὕπατος)及属格补足语连用。属格成分中,τοῦ λεγομένου 为名词化的被动分词,接补足不定式 συμφέρειν,意为“所谓的大局利害/被称为权宜之计者”,与 τοῦ δικαίου(正义)相对。

  3. 218131οὐδὲ μόνους ἀντιτιθέναι

    动词 ἀντιτίθημι 通常为及物动词,意为“置于相对地位/对比”,此处无反身宾语(如 ἑαυτούς)而作绝对(不及物)用法,意为“独力抗衡/与大局相对立”。

  4. 218132ὡς ἐν βαρυτάτῃ χάριτι περισῴζων

    介词短语 ἐν χάριτι 意为“作为恩惠/承情”。最高级形容词 βαρυτάτῃ 表示分量之沉重,与 ὡς 引导的分词 περισῴζων 连用,刻画安东尼掩盖被迫之实、刻意表现出的姿态:“仿佛是施予了极其沉重的天大恩情般保全他们”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:218130-218132