- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:218128-218129
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼指出若宣布恺撒为僭主则其所指定的五年官职将全数作废,元老们顿时恐慌,多拉贝拉等官职持有者出于自保而群起激烈反对。
ὁ δὲ Ἀντώνιος ἐφορῶν αὐτοὺς καὶ ἐφεδρεύων, ἐπειδὴ λόγων ὕλην οὐκ ἄπορον οὐδὲ ἀναμφίλογον εἶδεν ἐσφερομένην, ἔγνω τὸ ἐνθύμημα αὐτῶν οἰκείῳ φόβῳ καὶ φροντίδι περὶ σφῶν αὐτῶν διαχέαι. εἰδὼς οὖν τῶν βουλευτῶν αὐτῶν πολὺ πλῆθος ἔς τε τὰς ἀρχὰς τὰς ἐν ἄστει καὶ ἐς ἱερωσύνας καὶ ἐθνῶν ἢ στρατοπέδων ἡγεμονίας ὑπὸ τοῦ Καίσαρος εἰς τὸ μέλλον ᾑρημένους1 (ὡς γὰρ ἐπὶ χρόνιον στρατείαν ἐξιὼν ἐπὶ πενταετὲς ᾕρητο), σιωπὴν ὡς ὕπατος ἐπικηρύξας ἔφη· “τοῖς αἰτοῦσι περὶ Καίσαρος ψῆφον ἀνάγκη τάδε προειδέναι, ὅτι ἄρχοντος μὲν αὐτοῦ καὶ αἱρετοῦ προστάτου γενομένου τὰ πεπραγμένα καὶ δεδογμένα πάντα κύρια μενεῖ, δόξαντος δʼ ἐπὶ βίᾳ τυραννῆσαι τό τε σῶμα ἄταφον τῆς πατρίδος ὑπερορίζεται καὶ τὰ πεπραγμένα πάντα ἀκυροῦται. ἔστι δέ, ὡς ὅρῳ περιλαβεῖν, ἐπὶ πᾶσαν ἀφικνούμενα γῆν καὶ θάλασσαν, καὶ τὰ πολλὰ αὐτῶν οὐδὲ βουλομένοις ἡμῖν ὑπακούσεται·2 καὶ δείξω μετʼ ὀλίγον. ὃ δέ ἐστι μόνον ἐφʼ ἡμῖν, ὅτι καὶ περὶ μόνων ἐστὶν ἡμῶν, τοῦτο ὑμῖν προθήσω πρὸ τῶν ἄλλων, ὡς ἂν ἐν τῷ εὐμαρεῖ τὴν εἰκόνα τῶν δυσχερεστέρων προλάβοιτε. ἡμεῖς γὰρ αὐτοὶ σχεδὸν ἅπαντες οἱ μὲν ἤρξαμεν ὑπὸ τῷ Καίσαρι, οἱ δὲ ἔτι ἄρχομεν αἱρετοὶ πρὸς ἐκείνου γενόμενοι, οἱ δὲ ἐς τὸ μέλλον ἄρχειν κεχειροτονήμεθα· ἐς γὰρ πενταετές, ὡς ἴστε, καὶ τὰ ἀστικὰ ἡμῖν καὶ τὰ ἐτήσια τὰς τῶν ἐθνῶν ἢ στρατοπέδων ἡγεμονίας διετάξατο. εἰ δὴ ταῦτα ὑμεῖς ἑκόντες ἀποθήσεσθε (ἐστὲ γὰρ ὑμεῖς τοῦδε μάλιστα κύριοι), τόδε πρῶτον ὑμᾶς ἀξιῶ κρῖναι· καὶ τὰ λοιπὰ ἐποίσω.”
安东尼一边监视着他们,一边静候良机;见他们所提出的言论材料并非匮乏,亦非毫无争议,便决意借他们切身的恐惧与自危之心来瓦解其图谋。他深知元老们自身有极多的人已被恺撒指定在未来担任城内官职、祭司之职以及行省或军团的统帅之职(因恺撒即将出征远伐,故预先指定了五年的官职),遂以执政官的身份勒令肃静,说道:“要求就恺撒一事进行表决的人,必须预先明晰这一点:若判定他是一位执政者兼民选的领袖,则他所为的一切法令与决议将全数保持有效;但若判定他是以暴力实行僭政,则其尸骨将被抛弃于祖国境外不得安葬,其一切政绩法令亦将全归无效。简而言之,这些法令涉及普天下的陆地与海洋,且其中大部分即便我们有意废除,也绝不会服从我们的意愿;关于这一点,我稍后自会明示。然而,唯有一事全凭我们掌握,因其唯独关涉我们自身,我愿将此事置于其余诸事之先呈交诸位,以便诸位能从容易的事上预先看清更为艰难之事的轮廓。因为我们几乎所有人,要么曾在恺撒治下任职,要么如今作为经他指定之人仍在任上,要么已被推举于未来就任官职;正如诸位所知,他为我们妥善安排了为期五年的城内官职以及每年的行省或军团统帅权。那么,诸位是否愿意主动放弃这些职务——因诸位对此事拥有最高的决断权——我要求诸位首先对此作出裁决;随后我再提出其余事项。”
ὁ μὲν δὴ τοιοῦτον αὐτοῖς οὐ περὶ Καίσαρος, ἀλλὰ περὶ σφῶν αὐτῶν δαλὸν ἐξάψας ἡσύχαζεν· οἱ δʼ εὐθὺς ἀνεπήδων ἀθρόοι μετὰ βοῆς, οὐκ ἀξιοῦντες ἐπὶ χειροτονίαις ἄλλαις οὐδʼ ἐπὶ τῷ δήμῳ γενέσθαι μᾶλλον ἢ βεβαίως ἔχειν, ἃ ἔλαβον. τοῖς δὲ καὶ ἡλικίας τι νεώτερον ἢ ἄλλη πρὸς χειροτονίαν ἐναντίωσις ὑποῦσα ἀνηρέθιζε. καὶ τῶνδε αὐτὸς ὁ ὕπατος ἐξῆρχε Δολοβέλλας· οὐ γὰρ αὐτῷ δυνατὸν ἐφαίνετο κατʼ ἔννομον χειροτονίαν ὑπατεῦσαι, πέντε καὶ εἴκοσιν ἐνιαυτῶν ὄντι. ὀξεῖα δὴ τοῦ χθὲς ὑποκριναμένου μετασχεῖν τῶν γεγονότων ἐγίγνετο μεταβολή, λοιδορουμένου τοῖς πολλοῖς, εἰ τοὺς ἀνδροφόνους τιμᾶν ἀξιοῦντες τοὺς ἄρχοντας σφῶν ἀτιμώσουσιν ἐς εὐπρέπειαν τῆς ἐκείνων σωτηρίας. οἱ δὲ αὐτόν τε τὸν Δολοβέλλαν καὶ τοὺς ἄλλους ἐπήλπιζον χάριν ἐκ τοῦ δήμου λαβόντες ἐς τὰς αὐτὰς ἀρχὰς ἀποφανεῖν αὐτίκα καὶ οὐκ ἀρχόντων ἀλλαγήν, ἀλλὰ μόνης ἔσεσθαι χειροτονίας ἐπὶ τὸ νομιμώτερον ἐκ τοῦ μοναρχικοῦ·3 ὃ καὶ κόσμον αὐτοῖς οἴσειν ἔν τε μοναρχίᾳ καὶ δημοκρατίᾳ τὰ ὅμοια προτιμωμένοις. καὶ τούτων ἔτι λεγομένων ἔνιοι τῶν στρατηγῶν τὰς ἐσθῆτας ἐπὶ ἐνέδρᾳ τῶν ἀντιλεγόντων ἀπετίθεντο, ὡς καὶ αὐτοὶ μετὰ τῶν ἄλλων αὐτὰς ἀντιληψόμενοι νομιμώτερον. τοῖς δὲ ἥ τε ἐνέδρα κατεφαίνετο, καὶ οὐδὲ κυρίους ἔτι τῆσδε τῆς χειροτονίας ἐσομένους ᾔδεσαν.
安东尼借此向他们抛下的不是关涉恺撒、而是关涉他们自身的引火之物,随后便默不作声。众人顿时一齐喧嚷着跳将起来,坚决不愿任凭重新选举或受制于人民,而是誓要牢固保有已得之职。此外,那些年纪尚轻或在选举上存在其他不利障碍的人更是被激怒了。执政官多拉贝拉亲自充当了这批人的领头者;因他年仅二十五岁,按合法选举似乎绝无可能担任执政官。昨日还伪称参与了刺杀之事的他,此时发生了迅疾的转变,他斥责多数派竟然企图嘉奖凶手,却为了掩饰保全凶手的体面而剥夺自己执政者的官职。刺客一派则试图让多拉贝拉本人及其他人抱有期望,声称自己一旦博得人民的好感,便会立刻确认他们留任原职,这并非更换执政者,而仅仅是将原本出自君主任命的选举转变为更合法的选举;这甚至会为他们带来荣光,因为他们在君主统治与民主政治下皆同样受到推崇。正在这番议论未休之际,若干裁判官为了给反对派设下圈套,竟解下了自己的官袍,佯装他们也将与其他所有人一道,以更合法的形式重新接受这些官袍。然而对方已看穿了这套圈套,并且深知他们将不再能够掌控这等选举了。
- 218128πολὺ πλῆθος ἔς τε τὰς ἀρχὰς τὰς ἐν ἄστει καὶ ἐς ἱερωσύνας καὶ ἐθνῶν ἢ στρατοπέδων ἡγεμονίας ὑπὸ τοῦ Καίσαρος εἰς τὸ μέλλον ᾑρημένους
分词 ᾑρημένους(阳性宾格复数)与语法上的先行词集合名词 πολὺ πλῆθος(中性宾格单数)在意义上保持一致(按意义一致,constructio ad sensum / synesis),指代被任命的元老们(τῶν βουλευτῶν αὐτῶν)各个个体。
- 218128οὐδὲ βουλομένοις ἡμῖν ὑπακούσεται
此处 ἡμῖν 是受动词 ὑπακούσεται(ὑπακούω 的将来时中间语态,与中性复数主语 τὰ πολλά 搭配用单数)支配的与格宾语,分词 βουλομένοις 与之保持一致,表让步(“即便我们愿意,它们也不会服从我们”)。
- 218129οὐκ ἀρχόντων ἀλλαγήν, ἀλλὰ μόνης ἔσεσθαι χειροτονίας ἐπὶ τὸ νομιμώτερον ἐκ τοῦ μοναρχικοῦ
在由动词 ἐπήλπιζον 引出的“宾格加不定词”结构中,属格 μόνης ... χειροτονίας 与前文的属格 ἀρχόντων 平行对比,二者共同修饰 ἀλλαγήν(后一分句承前省略 ἀλλαγήν,意指“不会是官员的更迭,而仅仅是选举从君主任命向更为合法之形式的变更”)。
