← 阿庇安

内战记

§218126-218127

地母神庙的元老院会议与关于恺撒的争论

安东尼于天明前召集元老院于地母神庙,裁判官琴纳遭民众袭击被救;元老院内部则就刺客的处理与对恺撒的定性展开激烈争辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§218126

γιγνομένων δὲ τούτων διάγραμμα νυκτὸς ἀνεγινώσκετο Ἀντωνίου τὴν βουλὴν συγκαλοῦντος ἔτι πρὸ ἡμέρας ἐς τὸ τῆς Γῆς ἱερόν, ἀγχοτάτω μάλιστα ὂν τῆς οἰκίας Ἀντωνίου· οὔτε γὰρ ἐς τὸ βουλευτήριον ἐθάρρει κατελθεῖν, ὑποκείμενον τῷ Καπιτωλίῳ, τῶν μονομάχων ὄντων ἐκείνοις συνεργῶν, οὔτε στρατιὰν ἐσαγαγὼν ἐς τὴν πόλιν διαταράξαι· Λέπιδος δὲ ὅμως εἰσήγαγε. πλησιαζούσης δὲ τῆς ἡμέρας οἵ τε ἄλλοι βουλευταὶ συνέθεον ἐς τὸ τῆς Γῆς ἱερὸν καὶ Κίννας ὁ στρατηγός, αὖθις ἐπικείμενος τὴν στρατηγικὴν ἐσθῆτα, ἣν ἐχθὲς ὡς τυράννου δόντος ἐξερρίφει.1 θεασάμενοι δʼ αὐτόν τινες τῶν ἀδεκάστων καὶ τῶν ἐστρατευμένων τῷ Καίσαρι, διʼ ὀργῆς ἔχοντες ὅτι πρῶτος ἐπὶ τῷ Καίσαρι, καίπερ οἰκεῖος ὢν αὐτοῦ, βλασφήμως ἐδημηγόρησε, λίθοις ἔβαλλον καὶ ἐδίωκον· καὶ ἐς οἰκίαν τινὰ συμφυγόντα, ξύλα συμφέροντες, ἐμπρήσειν ἔμελλον, εἰ μὴ Λέπιδος μετὰ στρατιᾶς ἐπελθὼν ἐκώλυσε.

正当这些事进行之际,夜间宣读了一道告示:安东尼在天明之前召集元老院于地母神庙开会,该庙恰好与安东尼的寓所极近。盖因他既不敢前往位于卡庇托林山下的元老院议事堂——角斗士正作为刺客的同伙驻扎在那里——亦不愿引军入城以致引发骚乱;然而莱庇达斯依然率军进城。天色将晓时,其余元老院议员及裁判官琴纳皆纷沓奔赴地母神庙;琴纳再度穿上了昨日因声称是僭主所赐而弃置的裁判官袍服。一些未受收买的平民和曾随恺撒征战的老兵一见此人,念及其身为恺撒亲眷却率先发表诋毁恺撒的演说,顿时怒不可遏,遂投石击之并穷追不舍。当他逃入一所民宅时,众人纷纷运聚木柴正欲纵火焚烧,幸得莱庇达斯率军赶来予以制止。

§218127

τοῦτο μὲν δὴ πρῶτον ἔργον παρρησίας ἦρξεν ἐπὶ τῷ Καίσαρι, καὶ αὐτὸ κατέδεισαν οἵ τε μισθωτοὶ καὶ οἱ σφαγεῖς αὐτοί· ἐν δὲ τῷ βουλευτηρίῳ βραχὺ μὲν ἦν τὸ καθαρεῦον σπουδῆς βιαίου καὶ ἀγανακτοῦν, οἱ δὲ πλέονες σὺν παρασκευῇ ποικίλῃ τοῖς ἀνδροφόνοις συνήργουν. καὶ πρῶτα μὲν αὐτοὺς ἀξιοπίστως ἠξίουν καὶ παρεῖναι σφίσι καὶ συνεδρεύειν, ἐξ ὑπευθύνων ἐς κριτὰς μεταφέροντες.2 καὶ ὁ Ἀντώνιος οὐκ ἐκώλυεν, εἰδὼς οὐκ ἐλευσομένους· οὐδὲ ἦλθον. εἶτα ἐπὶ διαπείρᾳ τῆς βουλῆς οἱ μὲν αὐτῶν μάλα θρασέως τὸ πεπραγμένον ἐπῄνουν ἄντικρυς καὶ τοὺς ἄνδρας ἐκάλουν τυραννοκτόνους καὶ γεραίρειν ἐκέλευον, οἱ δὲ τὰ μὲν γέρα περιῄρουν, ὡς οὐδὲ ἐκείνων δεομένων οὐδὲ ἐπὶ τῷδε αὐτὰ πραξάντων. εὐφημεῖν δὲ μόνον αὐτοὺς ἐδικαίουν ὡς εὐεργέτας· οἱ δὲ καὶ τὴν εὐφημίαν ὑπανῄρουν καὶ φείδεσθαι μόνον αὐτῶν ἠξίουν. καὶ οἱ μὲν τάδε ἐτέχναζον καὶ περιεώρων, ὅ τι πρῶτον αὐτῶν ἐνδεξαμένη μάλιστα ἡ βουλὴ πρὸς τὰ λοιπὰ κατʼ ὀλίγον εὐεπιχείρητος αὑτοῖς ἔσοιτο· οἱ δὲ καθαρώτεροι τὸ μὲν ἔργον ὡς ἄγος ἀπεστρέφοντο, αἰδοῖ δὲ μεγάλων οἴκων περισῴζειν αὐτοὺς οὐκ ἐκώλυον, ἠγανάκτουν δέ, εἰ καὶ τιμήσουσιν ὡς εὐεργέτας. οἱ δὲ ἀντέλεγον μὴ χρῆναι περισῴζοντας φθονεῖν τῶν περισσῶν ἐς ἀσφάλειαν. ὡς δέ τις εἶπε τὴν τούτων τιμὴν ὕβριν Καίσαρι φέρειν, οὐκ εἴων ἔτι τὸν τεθνεῶτα τῶν περιόντων προτιθέναι. ἑτέρου δὲ ἐγκρατῶς εἰπόντος, ὅτι χρὴ δύο τῶνδε πάντως τὸ ἕτερον, ἢ Καίσαρα τύραννον προαποφαίνειν ἢ τούτους ἐξ ἐλέου περισῴζειν, τούτου μόνου δεξάμενοι τὸ λεχθὲν οἱ ἕτεροι ᾔτουν σφίσι ψῆφον ἀναδοθῆναι περὶ τοῦ Καίσαρος ἐπὶ ὅρκῳ, καὶ εἰ καθαρῶς ἐθέλουσι κρῖναι, μηδένʼ αὑτοῖς ἐπιθεάσαι τὰ ἐξ ἀνάγκης ἐψηφισμένα3 ἄρχοντι ἤδη, ὧν οὐδὲν ἑκόντας οὐδὲ πρὶν ἢ δεῖσαι περὶ σφῶν αὐτῶν. ἀνῃρημένου τε Πομπηίου καὶ ἐπὶ Πομπηίῳ μυρίων ἄλλων, ψηφίσασθαι.4

这实乃公然为恺撒挺身而出的首个果敢之举,令受雇之徒与刺客本人皆深感畏惧。然而在元老院中,未染党争狂热而对弑君之举深感愤慨者仅占少数,多数人则以种种手段协助凶手。他们起初冠冕堂皇地要求刺客们亦当列席并共商国是,企图借此将他们从戴罪受审之人转变为审判者。安东尼深知他们不敢前来,并未加以阻拦;而刺客们亦果真未到。随后,为试探元老院的倾向,他们中有人竟肆无忌惮地公然赞扬弑君之举,称行刺者为“弑僭主之勇士”,并要求对其予以嘉奖;另有人则撤回了嘉奖提议,声称行刺者既未索求亦非为此行事,但主张仅将其赞誉为有功之臣便已足矣;更有人连赞誉也一并撤去,仅仅要求免其一死。 这些人如此费尽心机、察言观色,意图观察元老院最先采纳哪一条提议,以便随后循序渐进地使其就范。那些较为正直的元老们虽将弑君之举视为罪不容诛的亵圣之孽而深恶痛绝,但出于对显赫世家的尊崇,亦未阻止赦免其性命,唯独对将其尊为恩人予以嘉许深感愤慨。刺客的支持者则反驳道,既然愿意保全其性命,便不应吝惜超出死罪之外以确保其安全之举。当有人指出嘉奖刺客乃是对恺撒的侮辱时,他们便不再容许将死者置于生者之上。另有一人严正指出,二者之中必居其一:要么预先宣告恺撒为僭主,要么纯粹出于怜悯而保全这些人;对方闻言立即抓住这唯一的话柄,要求就恺撒一事在誓言之下进行表决,并宣称若欲公正裁决,任何人皆不应因被迫向那位已成统治者之人所通过的法令而向神明控诉他们,因为那些决议无一项是出于自愿,亦无一项不是在庞培被诛、万千生灵随之丧命后因自身性命堪忧方才通过的。

语法注4 条
  1. 218126ἣν ἐχθὲς ὡς τυράννου δόντος ἐξερρίφει

    ὡς 搭配属格独立结构(τυράννου δόντος),表示主观借口或理由:“以其系僭主所赐为由”。过去完成时 ἐξερρίφει 则表明脱去袍服是此前已经完成的行为。

  2. 218127ἐξ ὑπευθύνων ἐς κριτὰς μεταφέροντες

    ὑπεύθυνος 原指须承担责任、接受查账或受审之人(被告/戴罪者)。此短语通过 ὑπευθύνων 与 κριτάς(审判者)的鲜明对比,揭示了支持者试图通过让刺客同席参会,使其从“戴罪受审者”摇身变为“共议裁判者”的程序性企图。

  3. 218127μηδένʼ αὑτοῖς ἐπιθεάσαι τὰ ἐξ ἀνάγκης ἐψηφισμένα

    动词 ἐπιθεάζω 意为“呼求神明以指责/发誓控诉”。不定式以 μηδένα 为逻辑主语,αὑτοῖς 为不利与格(“对他们”),τὰ ἐξ ἀνάγκης ἐψηφισμένα 为宾格受词。整句意为“任何人皆不应因出于被迫而通过的决议呼求神明来谴责他们”。

  4. 218127ὧν οὐδὲν ἑκόντας οὐδὲ πρὶν ἢ δεῖσαι περὶ σφῶν αὐτῶν. ἀνῃρημένου τε Πομπηίου καὶ ἐπὶ Πομπηίῳ μυρίων ἄλλων, ψηφίσασθαι.

    关系代词属格 ὧν 的先行词为前文的 τὰ ἐξ ἀνάγκης ἐψηφισμένα。该句核心为宾格补语 ἑκόντας 修饰的不定式短语 οὐδὲν ψηφίσασθαι(“未曾自愿通过其中任何一项”),并由 πρὶν ἢ δεῖσαι...(“在为自身担忧之前”)修饰。句中的独立属格 ἀνῃρημένου τε Πομπηίου... 充当背景时间状语,解释元老们因何产生恐惧并被迫表决。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:218126-218127