← 阿庇安

内战记

§217123-217125

刺客遣使求和与安东尼势力的扩张

刺客一派退回卡庇托林山后遣使向安东尼与莱庇达斯求和,二人虽图谋复仇,但审时度势后谨慎应允交由元老院决议;当夜各方势力在城内激烈游说,而恺撒的资财与政案则悉数转入安东尼手中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§217123

τοιάδε μὲν εἶπον οἱ περὶ τὸν Κάσσιον καὶ ἐπανῆλθον αὖθις ἐς τὸ Καπιτώλιον· οὐ γὰρ ἐθάρρουν πω τοῖς παροῦσι. τῶν δʼ οἰκείων σφίσι καὶ συγγενῶν τότε πρῶτον ἐς τὸ ἱερὸν ἐλθεῖν πρὸς αὐτοὺς δυνηθέντων ᾑρέθησαν οἱ πρεσβεύσοντες ὑπὲρ αὐτῶν ἐς Λέπιδόν τε καὶ Ἀντώνιον ὁμονοίας πέρι καὶ προνοίας τῆς ἐλευθερίας καὶ φειδοῦς τῶν ἐσομένων τῇ πατρίδι κακῶν, εἰ μὴ συμφρονοῖεν. καὶ ἐδέοντο οἱ πεμφθέντες, οὐκ ἐπαινοῦντες μὲν τὸ πεπραγμένον (οὐ γὰρ ἐθάρρουν ἐν φίλοις Καίσαρος), γενόμενον δʼ ἐνεγκεῖν ἀξιοῦντες ἐλέῳ τε τῶν δεδρακότων αὐτὸ οὐ κατὰ μῖσος, ἀλλʼ ἐπʼ εὐνοίᾳ τῆς πατρίδος καὶ οἴκτῳ τῆς πόλεως κεκενωμένης στάσεσιν ἤδη συνεχέσιν, εἰ καὶ τοὺς ὑπολοίπους ἀγαθοὺς ἄνδρας ἡ μέλλουσα στάσις διολέσει.1 οὐδὲ γὰρ ὅσιον, εἴ τις αὐτοῖς ἔστιν ἔχθρα πρὸς ἐνίους, ἐν τοῖς δημοσίοις κινδύνοις ἐξερίζειν, πολὺ δὲ μᾶλλον ἐν τοῖς κοινοῖς καὶ τὰ ἴδια καταθέσθαι ἤ, εἴ τις ἀνηκέστως ἔχει, τὰ ἴδια ἐν τῷ παρόντι ἀναθέσθαι.

卡西乌斯等人说完这番话,便再次退回卡庇托林山上,因为他们尚不敢信任眼前的局势。此时他们的亲眷与同族之人方才得以首次前往圣所与他们相会,于是推选出替他们出使的代表,为了促成和解、关照自由以及免除若不齐心协力则将降临于祖国的灾祸,前往莱庇达斯与安东尼处求和。被遣使者向他们恳求,既未赞扬所做之事(因在恺撒的朋友面前他们尚无此胆量),又请求他们宽宥既成之事,体谅行事者并非出于私怨,而是出于对祖国的善意以及对已因连绵不断的内讧而衰竭的城邦的怜悯,唯恐行将到来的争斗会令硕果仅存的贤良之士亦遭毁灭。他们指出,即便他们对某些人怀有仇怨,在国家危难之际争执不休实为不义,反而在公患临头时放下私怨,或者即便仇隙难以化解,至少在当下搁置私怨,才远合道义。

§217124

Ἀντώνιος δὲ καὶ Λέπιδος ἐβούλοντο μὲν ἀμύνειν Καίσαρι, ὥς μοι προείρηται, εἴτε φιλίας ἕνεκα εἴτε τῶν ὀμωμοσμένων, εἴτε καὶ ἀρχῆς ὀρεγόμενοι καὶ νομίζοντες εὐμαρέστερα σφίσιν ἅπαντα ἔσεσθαι τοιῶνδε καὶ τοσῶνδε ἀνδρῶν ἀθρόως ἐκποδὼν γενομένων· τοὺς δὲ φίλους καὶ συγγενεῖς αὐτῶν ἐδεδοίκεσαν καὶ τὴν ἄλλην βουλὴν ἐπιρρέπουσαν ἐς ἐκείνους, Δέκμον τε μάλιστα, τῆς ὁμόρου Κελτικῆς ᾑρημένον ὑπὸ Καίσαρος ἄρχειν, στρατὸν πολὺν ἐχούσης. ἐδόκει δὴ καραδοκεῖν ἔτι τὰ γενησόμενα καὶ τεχνάζειν εἰ δύναιντο περισπάσαι πρὸς ἑαυτοὺς τὴν στρατιὰν τὴν Δέκμου, ἄθυμον ἤδη τοῖς ἀτρύτοις πόνοις γεγενημένην. οὕτω δὲ δόξαν αὐτοῖς ὁ Ἀντώνιος τοὺς εἰπόντας ἠμείψατο· “κατὰ μὲν ἔχθραν ἰδίαν οὐδὲν ἐργασόμεθα· ἕνεκα δὲ τοῦ μύσους καὶ ὧν Καίσαρι πάντες ὠμόσαμεν, φύλακες αὐτῷ τοῦ σώματος ἢ τιμωροὶ παθόντι τι ἔσεσθαι, εὔορκον ἦν τὸ ἄγος ἐξελαύνειν2 καὶ μετʼ ὀλιγωτέρων καθαρῶν βιοῦν μᾶλλον ἢ πάντας ἐνόχους ὄντας ταῖς ἀραῖς. ἀλλὰ διʼ ὑμᾶς οἷς οὕτω δοκεῖ, σκεψόμεθα μεθʼ ὑμῶν ἐν τῷ βουλευτηρίῳ καὶ νομιοῦμεν εὐαγὲς ἔσεσθαι τῇ πόλει, ὅ τι ἂν κοινῇ δοκιμάσητε.”

然而,安东尼与莱庇达斯一如我此前所述,一心想要为恺撒复仇,或出于旧谊,或鉴于所立下的誓言,抑或觊觎大权,认为若如此众多显赫之士一朝除尽,万事对他们而言皆会更为顺遂。但他们畏惧刺客的朋友、亲族以及倒向对方的其余元老院成员,尤其是恺撒任命统领拥有重兵的毗邻高卢行省的德基穆斯。因此,他们决意暂且静观事态发展,并设法探查是否能将德基穆斯那支因无休止的劳顿而已然军心涣散的军队拉拢过来。定计之后,安东尼向进言者答复道:“我们绝不会出于私人恩怨而采取行动。然而鉴于此种罪孽,以及我们全体曾对恺撒立下的誓言——充当其人身护卫,或在其遭遇不测时代行复仇——驱逐污秽、与少数清白之人共存,总比所有人皆受咒诅牵连要合乎誓约。不过,为了顾及如此认为〔应宽宥既成之事〕的你们,我们将与你们一同在元老院议事堂中予以商榷;无论你们共同裁定何事,我们皆将视其为有利于城邦的神圣之举。”

§217125

ὁ μὲν ἀσφαλῶς οὕτως ἀπεκρίνατο. οἱ δὲ χάριν τε ᾔδεσαν καὶ ἀπεχώρουν ἐν ἐλπίδι βεβαίῳ τὰ πάντα θέμενοι· τὴν γὰρ βουλὴν σφίσι συμπράξειν ἐς πάντα ἐπεποίθεσαν. ὁ δὲ Ἀντώνιος τὰς μὲν ἀρχὰς ἐκέλευσε νυκτοφυλακεῖν τὴν πόλιν, ἐκ διαστήματος ἐν μέσῳ προκαθημένας ὥσπερ ἐν ἡμέρᾳ· καὶ ἦσαν πυραὶ πανταχοῦ κατὰ τὸ ἄστυ καὶ διʼ αὐτῶν ἔθεον ἀνὰ τὴν νύκτα πᾶσαν ἐς τὰς τῶν βουλευτῶν οἰκίας οἱ τῶν ἀνδροφόνων οἰκεῖοι, παρακαλοῦντες ὑπὲρ αὐτῶν καὶ ὑπὲρ τῆς πατρίου πολιτείας· ἀντιπαρέθεον δὲ καὶ οἱ τῶν κληρούχων ἡγεμόνες ἀπειλοῦντες, εἰ μή τις αὐτοῖς φυλάξει τὰς κληρουχίας τάς τε ἤδη δεδομένας καὶ τὰς ἐπηγγελμένας. ἤδη δὲ καὶ τῶν ἀστῶν ὁ καθαρώτατος λεὼς ἀνεθάρρει, τὴν ὀλιγότητα τῶν δεδρακότων πυθόμενοι·3 καὶ ἐς μνήμην τοῦ Καίσαρος ὑπεφέροντο καὶ ταῖς γνώμαις διῃροῦντο. τῆς δʼ αὐτῆς νυκτὸς καὶ τὰ χρήματα τοῦ Καίσαρος καὶ τὰ ὑπομνήματα τῆς ἀρχῆς ἐς τὸν Ἀντώνιον μετεκομίζετο, εἴτε τῆς γυναικὸς αὐτὰ τῆς Καίσαρος ἐξ ἐπικινδύνου τότε οἰκίας ἐς ἀκινδυνοτέραν τὴν Ἀντωνίου μεταφερούσης, εἴτε τοῦ Ἀντωνίου κελεύσαντος.

他便作出了如此谨慎周全的答复。使者们深表感激并辞行离去,满怀坚定的希望;盖因他们坚信元老院会在一切事上全力支持他们。但安东尼命令长官们于夜间在城内布防巡查,宛如白昼一般按间距在公共场所列席坐镇。全城各处篝火通明,刺客们的亲眷整夜穿行于篝火之间,奔走于元老院议员们的宅邸,为刺客们以及祖传政体百般游说;另一方,领受殖民地的退役老兵首领们亦奔走抗议,威胁称若无人替他们保全已获得的份地及所许诺的土地,绝不善罢甘休。此时,城中未受污染的寻常百姓得知行刺者人数寥寥,亦开始重拾勇气,思绪渐渐转向对恺撒的追念,舆论因而分裂。就在同一夜晚,恺撒的钱财与治政档案皆被转移至安东尼处,这或是由于恺撒的妻子将这些财物从当时险象环生的家中迁往较为安全的安东尼府邸,亦或是出于安东尼本人的严令。

语法注3 条
  1. 217123εἰ καὶ τοὺς ὑπολοίπους ἀγαθοὺς ἄνδρας ἡ μέλλουσα στάσις διολέσει

    连词 εἰ 在此引出依附于前文“怜悯”(οἴκτῳ)的忧虑内容,构成表达担忧的条件/忧虑从句(“唯恐行将到来的争斗会令硕果仅存的贤良之士亦遭毁灭”)。将来时直陈语气 διολέσει 将此种危险表现为若冲突持续则迫在眉睫的现实危机。

  2. 217124εὔορκον ἦν τὸ ἄγος ἐξελαύνειν

    未完成过去时 ἦν 与表示正当性、合宜性的形容词 εὔορκον 结合,在不带小词 ἄν 的情况下构成无人称结构,表示客观上的理所应当或潜在义务(“驱逐污秽……本应是合乎誓言的”),在此带有让步及非现实假设的意味,因安东尼紧接着转折表示愿意顾及对方而暂且妥协。

  3. 217125ὁ καθαρώτατος λεὼς ἀνεθάρρει, τὴν ὀλιγότητα τῶν δεδρακότων πυθόμενοι

    主语为单数集合名词 ὁ ... λεώς(平民、民众),其谓语动词采用单数(ἀνεθάρρει),而分词 πυθόμενοι 则依据其内在包含复数个体的含义采用了阳性复数主格,属于依意一致(constructio ad sensum)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:217123-217125