- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:217120-217122
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
退守卡庇托林山的刺客试图收买并动员民众,但因罗马社会结构的质变而未获普遍响应;在法务官秦纳与执政官多拉贝拉的公开支持下,卡西乌斯与布鲁图斯走下山丘发表演说。
οὕτω δʼ ἔχοντες τὸ Καπιτώλιον σὺν τοῖς μονομάχοις ἀνέθορον. καὶ αὐτοῖς βουλευομένοις ἔδοξεν ἐπὶ τὰ πλήθη μισθώματα περιπέμπειν· ἤλπιζον γάρ, ἀρξαμένων τινῶν ἐπαινεῖν τὰ γεγενημένα, καὶ τοὺς ἄλλους συνεπιλήψεσθαι λογισμῷ τε τῆς ἐλευθερίας καὶ πόθῳ τῆς πολιτείας. ἔτι γὰρ ᾤοντο τὸν δῆμον εἶναι Ῥωμαῖον ἀκριβῶς, οἷον ἐπὶ τοῦ πάλαι Βρούτου τὴν τότε βασιλείαν καθαιροῦντος ἐπυνθάνοντο γενέσθαι· καὶ οὐ συνίεσαν δύο τάδε ἀλλήλοις ἐναντία προσδοκῶντες, φιλελευθέρους ὁμοῦ καὶ μισθωτοὺς σφίσιν ἔσεσθαι χρησίμως τοὺς παρόντας. ὧν θάτερον εὐχερέστερον ἦν,1 διεφθαρμένης ἐκ πολλοῦ τῆς πολιτείας. παμμιγές τε γάρ ἐστιν ἤδη τὸ πλῆθος ὑπὸ ξενίας, καὶ ὁ ἐξελεύθερος αὐτοῖς ἰσοπολίτης ἐστὶ καὶ ὁ δουλεύων ἔτι τὸ σχῆμα τοῖς δεσπόταις ὅμοιος· χωρὶς γὰρ τῆς βουλευτικῆς ἡ ἄλλη στολὴ τοῖς θεράπουσίν ἐστιν ἐπίκοινος. τό τε σιτηρέσιον τοῖς πένησι χορηγούμενον ἐν μόνῃ Ῥώμῃ τὸν ἀργὸν καὶ πτωχεύοντα καὶ ταχυεργὸν τῆς Ἰταλίας λεὼν ἐς τὴν Ῥώμην ἐπάγεται. τό τε πλῆθος τῶν ἀποστρατευομένων, οὐ διαλυόμενον ἐς τὰς πατρίδας ἔτι ὡς πάλαι καθʼ ἕνα ἄνδρα δέει τοῦ μὴ δικαίους πολέμους ἐνίους πεπολεμηκέναι,2 κοινῇ δὲ ἐς κληρουχίας ἀδίκους ἀλλοτρίας τε γῆς καὶ ἀλλοτρίων οἰκιῶν ἐξιόν, ἄθρουν τότε ἐστάθμευεν ἐν τοῖς ἱεροῖς καὶ τεμένεσιν ὑφʼ ἑνὶ σημείῳ καὶ ὑφʼ ἑνὶ ἄρχοντι τῆς ἀποικίας, τὰ μὲν ὄντα σφίσιν ὡς ἐπὶ ἔξοδον ἤδη διαπεπρακότες, εὔωνοι δʼ ἐς ὅ τι μισθοῖντο.
在此情形下,刺客们协同角斗士径直奔上了卡庇托林山。他们在商议之后,决定向人群散发赏金收买人心;盖因他们期望,若有人带头赞美所发生之事,其余之人亦会出于对自由的明智考量以及对旧政体的渴望而起而附和。他们仍旧以为当下的民众一如他们听闻昔日布鲁图斯推翻当时王权时的情形那样,是纯粹的罗马人;他们并未领悟到自己是在指望两件截然相反的事:指望眼前的众人既是热爱自由者,又能充当为己所用的受雇之徒。这两者之中,后者反而更为轻易,因城邦政体早已败坏。外来人口的大量涌入已使民众彻底混杂,被释奴享有与公民同等的权利,而身处奴役者在外貌装束上亦与主人无异;盖因除元老院议员的袍服外,其他服饰对奴仆而言皆是共通无差的。加之仅在罗马向穷人发放的口粮配给,更将全意大利游手好闲、赤贫如洗且行事鲁莽的民众吸引至罗马城内。此外,那批大批退役的老兵,因畏惧其中有人曾参与非正义战争,不再像往昔那般各自散归故里,而是结队出动去夺占他人的土地与房屋以获取不义的份地,此时他们聚集在单一军旗与单一殖民长官之下,成群结队地驻扎于神庙与圣域之中,因即将启程而已将所有家当变卖一空,极易为了受雇之利而被收买。
ὅθεν οὐ δυσχερῶς ἐκ τοσῶνδε καὶ τοιῶνδε ἀνδρῶν πλῆθός τι τοῖς ἀμφὶ τὸν Κάσσιον ἐς τὴν ἀγορὰν εὐθὺς ἀγήγερτο· οἳ καίπερ ὄντες ἔμμισθοι τὰ μὲν γενόμενα ἐπαινεῖν οὐκ ἐθάρρουν, δεδιότες τὴν Καίσαρος δόξαν καὶ τὸ πρὸς τῶν ἑτέρων ἐσόμενον, ὡς δʼ ἐπὶ συμφέροντι κοινῷ τὴν εἰρήνην ἐπεβόων καὶ θαμινὰ τοὺς ἄρχοντας ὑπὲρ αὐτῆς παρεκάλουν, τέχνασμα τοῦτο ἐς τὴν τῶν ἀνδροφόνων σωτηρίαν ἐπινοοῦντες· οὐ γὰρ ἔσεσθαι τὴν εἰρήνην μὴ γενομένης αὐτοῖς ἀμνηστίας. ὧδε δὲ αὐτοῖς ἔχουσι πρῶτος ἐπιφαίνεται Κίννας στρατηγός, οἰκεῖος ὢν ἐξ ἐπιγαμίας τῷ Καίσαρι, καὶ παρὰ δόξαν ἐπελθὼν ἐς μέσους τήν τε ἐσθῆτα τὴν στρατηγικὴν ἀπεδύσατο, ὡς παρὰ τυράννου δεδομένης ὑπερορῶν,3 καὶ τὸν Καίσαρα τύραννον ἐκάλει καὶ τοὺς ἀνελόντας τυραννοκτόνους, καὶ τὸ πεπραγμένον ἐσέμνυνεν ὡς ὁμοιότατον μάλιστα τῷ προγονικῷ καὶ τοὺς ἄνδρας ὡς εὐεργέτας καλεῖν ἐκέλευεν ἐκ τοῦ Καπιτωλίου καὶ γεραίρειν. καὶ Κίννας μὲν οὕτως ἔλεξεν, οἱ δὲ τὸ καθαρὸν τοῦ πλήθους οὐχ ὁρῶντες ἐπιμιγνύμενον αὑτοῖς οὐκ ἐκάλουν τοὺς ἄνδρας οὐδέ τι πλέον ἢ περὶ τῆς εἰρήνης μόνης αὖθις παρεκάλουν.
由此,卡西乌斯一派轻而易举地从如此众多且属此类之人中,在广场上立刻聚集起了一批人群;这些人虽受贿雇佣,却因畏惧恺撒的威望以及对立派系可能带来的报复,不敢公开赞美弑君之举,反而假托公共利益之名高呼和平,并不住地就和平之事恳求执政官吏,借此谋求刺客们保全性命的策略;因他们深知,若刺客得不到赦免,和平便绝不可能实现。众人正处此境时,恺撒的姻亲、法务官秦纳率先现身,他出人意料地步入人群中央,脱下了法务官的长袍,仿佛鄙弃这由僭主赐予的官职,痛斥恺撒为僭主,称刺客为弑僭者的义士,极力赞颂此举与先祖之伟业最为契合,并呼吁众人将那些英雄作为恩人从卡庇托林山请下并予以尊崇。秦纳虽如此陈词,但受雇者见城中纯正的平民并未加入己方,便未敢召请刺客,亦未敢再提任何要求,仅再次呼求和平。
ἐπεὶ δὲ καὶ Δολοβέλλας, νέος ἀνὴρ καὶ περιώνυμος, ὑπατεύειν ὑπʼ αὐτοῦ Καίσαρος ἐς τὸ ἐπίλοιπον τοῦ ἔτους ᾑρημένος, ὅτε ὁ Καῖσαρ ἐξορμήσειε τῆς πόλεως, τὴν μὲν ὕπατον ἐσθῆτα ἠμφιέσατο καὶ τὰ σημεῖα τῆς ἀρχῆς περιεστήσατο, τὸν δὲ ταῦτά οἱ παρασχόντα δεύτερος ὅδε ἐλοιδόρει καὶ συνεγνωκέναι τοῖς ἐπʼ αὐτῷ βεβουλευμένοις ὑπεκρίνετο καὶ μόνης ἄκων τῆς χειρὸς ἀπολειφθῆναι ʽεἰσὶ δʼ οἳ καὶ λέγουσιν αὐτὸν εἰσηγήσασθαι τὴν ἡμέραν θέσθαι τῇ πόλει γενέθλιον̓, τότε δὴ καὶ οἱ μεμισθωμένοι ἀνεθάρρουν ὡς καὶ στρατηγοῦ καὶ ὑπάτου σφίσι συγγνωμόνων ὄντων καὶ τοὺς ἀμφὶ τὸν Κάσσιον ἐκ τοῦ ἱεροῦ κατεκάλουν. οἱ δὲ ἥδοντο μὲν τῷ Δολοβέλλᾳ καὶ ἐνόμιζον ἄνδρα νέον καὶ γνώριμον καὶ ὕπατον ἕξειν ἐς ἐναντίωσιν Ἀντωνίου, κατῄεσαν δὲ αὐτῶν μόνοι Κάσσιός τε καὶ Βροῦτος ὁ Μᾶρκος, ᾑμαγμένος τὴν χεῖρα· συγκατήνεγκαν γὰρ δὴ τὰς πληγὰς ἐπὶ τὸν Καίσαρα Κάσσιός τε καὶ Βροῦτος. ἐπεὶ δὲ παρῆλθον ἐς τὸ μέσον, οὐδὲν ταπεινὸν οὐδέτερος εἶπεν, ἀλλʼ ὡς ἐπὶ καλοῖς ὁμολογουμένοις ἀλλήλους ἐπῄνουν καὶ τὴν πόλιν ἐμακάριζον καὶ Δέκμῳ μάλιστα ἐμαρτύρουν, ὅτι τοὺς μονομάχους σφίσιν ἐν καιρῷ παράσχοι. τόν τε δῆμον ἐξώτρυνον ὅμοια τοῖς προγόνοις ἐργάσασθαι τοῖς καθελοῦσι τοὺς βασιλέας, οὐκ ἐκ βίας ἄρχοντας ὥσπερ ὁ Καῖσαρ, ἀλλʼ ᾑρημένους ὑπὸ νόμοις· Σέξστον τε Πομπήιον, τὸν Πομπηίου Μάγνου, τοῦ Καίσαρι περὶ τῆς δημοκρατίας πεπολεμηκότος, καλεῖν ἠξίουν, πολεμούμενον ἔτι πρὸς τῶν Καίσαρος στρατηγῶν ἐν Ἰβηρίᾳ, καὶ τοὺς δημάρχους Καισήτιον καὶ Μάρυλλον, οἳ τὴν ἀρχὴν ὑπὸ τοῦ Καίσαρος ἀφαιρεθέντες ἠλῶντο.
及至多拉贝拉——一位年轻且声名显赫之人,本由恺撒亲自选定在恺撒离城出征后担任该年余下任期的执政官——亦披上执政官袍,罗列起象征权力的仪仗,紧随其后辱骂赐予他这一切的恺撒,佯称自己亦曾密谋参与弑君、唯独未能亲自动手是违逆本心的憾事(甚至有人称他曾提议将此日定为罗马城的建城诞辰),此时受雇的众人见法务官与执政官皆支持自己,方才重获勇气,呼请卡西乌斯等人自圣所下山。山上众人对多拉贝拉大为欣喜,以为得了一位能与安东尼抗衡的年轻、显赫的执政官,然而他们之中唯有卡西乌斯与马库斯·布鲁图斯二人下山,后者的手上仍染着鲜血;盖因卡西乌斯与布鲁图斯确实是一同向恺撒施加了打击。当他们来到人群中央时,二人皆未吐露任何卑微之词,反而仿佛面对公认的崇高伟业一般互相赞许,为城邦庆贺,并尤其为德基穆斯作证,感谢他在关键时刻提供了角斗士。他们极力激励民众效法昔日推翻诸王的先祖——那些国王并非如恺撒那般凭暴力统治,而是依法被推选出来的;他们还要求召回大庞培之子塞克斯图斯·庞培(大庞培曾为共和国而与恺撒交战,其子彼时仍在伊比利亚受恺撒的部将攻打),以及被恺撒剥夺官职而流亡在外的护民官凯塞蒂乌斯与马鲁卢斯。
- 217120ὧν θάτερον εὐχερέστερον ἦν
ὧν 为部分属格,指代前文提到的两项互相对立的期望,即众人既是“热爱自由者”(φιλελευθέρους)又是“受雇之徒”(μισθωτούς)。θάτερον 系 τὸ ἕτερον 的合音,在此语境中指“后者”(即受雇被收买者)。紧随其后的属格独立结构 διεφθαρμένης ἐκ πολλοῦ τῆς πολιτείας(因国制早已败坏)阐明了为何后一种期望更容易兑现。
- 217120δέει τοῦ μὴ δικαίους πολέμους ἐνίους πεπολεμηκέναι
定冠词属格不定式 τοῦ πεπολεμηκέναι 依附于 δέει(出于恐惧),用以表述所恐惧的具体内容。否定词 μή 在表示恐惧的名词 δέος 影响下与不定式连用,表达“唯恐自己打了某些非正义战争”的心态。该成分说明了老兵不再像往昔那样各自散归故里的原因,与眼下退役兵结成群体、强占他人产业的蛮横行径形成鲜明对照。
- 217121ὡς παρὰ τυράννου δεδομένης ὑπερορῶν
δεδομένης 为阴性单数属格分词,在句意上承接前文的 τήν τε ἐσθῆτα τὴν στρατηγικὴν(法务官长袍)。表示轻蔑、鄙弃的动词 ὑπερορῶν 支配属格补足语,此处即由该分词短语承担,连词 ὡς 则引出主观理由,意为“视其为僭主所赐而予以轻蔑唾弃”。
