← 阿庇安

内战记

§217118-217119

恺撒遇刺后的罗马恐慌与刺客的孤立

恺撒遇刺后,罗马城内陷入极度恐慌与骚乱;安东尼与雷必达各自强化防御并调动军队,恺撒的遗体则仅由三名仆役抬运回家。刺客们高呼自由游行示众,却未获民众响应,随之对城内的恺撒老兵及执政官安东尼的报复深感忧惧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§217118

Ἐκτελεσθέντος δὲ τοῖς φονεῦσι τοσοῦδε ἄγους ἐν ἱερῷ χωρίῳ καὶ ἐς ἄνδρα ἱερὸν καὶ ἄσυλον, φυγή τε ἦν ἀνὰ τὸ βουλευτήριον αὐτίκα καὶ ἀνὰ τὴν πόλιν ὅλην, καὶ ἐτρώθησάν τινες τῶν βουλευτῶν ἐν τῷδε τῷ θορύβῳ καὶ ἀπέθανον ἕτεροι. πολὺς δὲ καὶ ἄλλος ἀστῶν τε καὶ ξένων ἐγίγνετο φόνος, οὐ προβεβουλευμένος, ἀλλʼ οἷος ἐκ θορύβου πολιτικοῦ καὶ ἀγνωσίας τῶν ἐπιλαβόντων, οἵ τε γὰρ μονομάχοι, ὡπλισμένοι ἕωθεν ὡς ἐπὶ δή τινα θέας ἐπίδειξιν, ἐκ τοῦ θεάτρου διέθεον ἐς τὰ τοῦ βουλευτηρίου παραφράγματα, καὶ τὸ θέατρον ὑπὸ ἐκπλήξεως σὺν φόβῳ καὶ δρόμῳ διελύετο, τά τε ὤνια ἡρπάζετο· καὶ τὰς θύρας ἅπαντες ἀπέκλειον καὶ ἀπὸ τῶν τεγῶν ἐς ἄμυναν ἡτοιμάζοντο, Ἀντώνιός τε τὴν οἰκίαν ὠχύρου, τεκμαιρόμενος συνεπιβουλεύεσθαι τῷ Καίσαρι. καὶ Λέπιδος ὁ ἵππαρχος ἐν ἀγορᾷ μὲν ὢν ἐπύθετο τοῦ γεγονότος, ἐς δὲ τὴν ἐν τῷ ποταμῷ νῆσον διαδραμών, ἔνθα ἦν αὐτῷ τέλος στρατιωτῶν, ἐς τὸ πεδίον αὐτοὺς μετεβίβαζεν ὡς ἑτοιμοτέρους ἕξων ἐς τὰ παραγγελλόμενα ὑπʼ Ἀντωνίου· Ἀντωνίῳ γὰρ ἐξίστατο, φίλῳ τε τοῦ Καίσαρος ὄντι μᾶλλον καὶ ὑπάτῳ. καὶ αὐτοῖς σκεπτομένοις ὁρμὴ μὲν ἦν ἀμύνειν τῷ Καίσαρι τοιάδε παθόντι, τὴν δὲ βουλὴν πρὸς τῶν ἀνδροφόνων ἐσομένην ἐδεδοίκεσαν καὶ τὸ μέλλον ἔτι περιεσκόπουν. ἀμφὶ δὲ αὐτῷ Καίσαρι στρατιωτικὸν μὲν οὐκ ἦν, οὐ γὰρ δορυφόροις ἠρέσκετο, ἡ δὲ τῆς ἡγεμονίας ὑπηρεσία μόνη καὶ αἱ πλέονες ἀρχαὶ καὶ πολὺς ὅμιλος ἄλλος ἀστῶν καὶ ξένων καὶ πολὺς θεράπων καὶ ἐξελεύθερος αὐτὸν ἐπὶ τὸ βουλευτήριον ἐκ τῆς οἰκίας παρεπεπόμφεισαν, ὧν ἀθρόως διαφυγόντων τρεῖς θεράποντες μόνοι παρέμειναν, οἳ τὸ σῶμα ἐς τὸ φορεῖον ἐνθέμενοι διεκόμισαν οἴκαδε ἀνωμάλως, οἷα τρεῖς, τὸν πρὸ ὀλίγου γῆς καὶ θαλάττης προστάτην.

当凶手们在圣所之内、且针对一位神圣不可侵犯之人完成了如此巨大的亵圣之举后,恐慌的奔逃立即弥漫于整座元老院议事堂与全城之中,部分元老在此次骚乱中负伤,另有些人则丧命。此外亦有许多公民与外邦人惨遭杀戮,此非出于预谋,而是源于城邦的骚乱以及拿捕者盲目不识的暴行。盖因那些自清晨起便全副武装、佯称为某种演出而作准备的角斗士们,正从剧场奔往元老院的围栏隔断处,而剧场内的人群因惊恐万分,在一片恐惧与奔窜中溃散,商铺的货物亦遭哄抢;众人皆闭锁门户,在房顶整备防御,安东尼则加固了自己的住宅,推测自己正与恺撒一同成为密谋刺杀的目标。骑兵长官雷必达当时身在广场,听闻了所发生之事,便奔向位于河中岛屿的一支隶属于他的军团驻地,将其调遣至战神广场,以便更迅速地听候安东尼的调遣;因安东尼既是恺撒更为亲近的友人,又是执政官,雷必达遂向其让步。二人在商议之际,虽有一股为遭此厄运的恺撒复仇的冲动,但惧怕元老院会倒向凶手一方,因而仍在观望局势的发展。恺撒本人身旁并无军队护卫,盖因他不喜近身扈从;唯有执政官署的差役、多数官员、庞大的公民与外邦人群体,以及众多仆役和被释奴,曾护送他自住宅前往议事堂。当这些人仓皇散尽之后,仅有三名仆役留存原地,他们将遗体置于轿舆之上,因只有三人抬行而步履颠簸失衡地将这位不久前尚统领陆地与海洋的至尊运送回家。

§217119

οἱ δὲ σφαγεῖς ἐβούλοντο μέν τι εἰπεῖν ἐν τῷ βουλευτηρίῳ, οὐδενὸς δὲ παραμείναντος τὰ ἱμάτια ταῖς λαιαῖς ὥσπερ ἀσπίδας περιπλεξάμενοι καὶ τὰ ξίφη μετὰ τοῦ αἵματος ἔχοντες ἐβοηδρόμουν βασιλέα καὶ τύραννον ἀνελεῖν.1 καὶ πῖλόν τις ἐπὶ δόρατος ἔφερε, σύμβολον ἐλευθερώσεως ἐπί τε τὴν πάτριον πολιτείαν παρεκάλουν καὶ Βρούτου τοῦ πάλαι καὶ τῶν τότε σφίσιν ὀμωμοσμένων ἐπὶ τοῖς πάλαι βασιλεῦσιν2 ἀνεμίμνησκον συνέθεον δὲ αὐτοῖς τινες χρησάμενοι ξιφίδια, οἳ τοῦ ἔργου μὴ μετασχόντες προσεποιοῦντο τὴν δόξαν, Λέντλος τε ὁ Σπινθὴρ καὶ Φαώνιος καὶ Ἀκουῖνος καὶ Δολοβέλλας καὶ Μοῦρκος καὶ Πατίσκος· οἳ τῆς μὲν δόξης οὐ μετέσχον, τῆς δὲ τιμωρίας τοῖς ἁμαρτοῦσι συνέτυχον. τοῦ δήμου δὲ αὐτοῖς οὐ προσθέοντος ἠπόρουν καὶ ἐδεδοίκεσαν, τῇ μὲν βουλῇ, καὶ εἰ αὐτίκα ὑπʼ ἀγνοίας καὶ θορύβου διέφυγε, θαρροῦντες ὅμως, συγγενέσι τε σφῶν καὶ φίλοις οὖσι βαρυνομένοις τε τὴν τυραννίδα ὁμοίως, τὸν δὲ δῆμον ὑφορώμενοι3 καὶ τοὺς ἐστρατευμένους τῷ Καίσαρι πολλοὺς ἐν τῇ πόλει τότε παρόντας, τοὺς μὲν ἄρτι τῆς στρατείας ἀφειμένους καὶ ἐς κληρουχίας διατεταγμένους, τοὺς δὲ προαπῳκισμένους μέν, ἐς δὲ παραπομπὴν τοῦ Καίσαρος ἐξιόντος ἀφιγμένους. Λέπιδόν τε ἐδεδοίκεσαν καὶ τὸν ὑπὸ τῷ Λεπίδῳ στρατὸν ἐν τῇ πόλει καὶ Ἀντώνιον ὑπατεύοντα, μὴ ἀντὶ τῆς βουλῆς τῷ δήμῳ μόνῳ χρώμενος ἐργάσαιτό τι δεινὸν αὑτούς.

刺客们本欲在议事堂内发表言说,但因空无一人留守,他们便将长袍如盾牌般缠裹于左臂之上,手执尚带鲜血的利剑奔走疾呼,宣称已斩杀了国王与僭主。有人以长矛高挑起一顶毡帽,作为重获自由的标志;他们呼吁恢复祖传的政体,并令人们忆及昔日的布鲁图斯以及当时先人们针对昔日诸王所立下的誓言。另有一些并未参与刺杀之人,亦借取短剑随同奔跑,企图冒领这份声名,如伦图卢斯·斯平特尔、法奥尼乌斯、阿奎努斯、多拉贝拉、穆尔库斯与帕蒂斯库斯;他们未能分润这份声誉,反而与有罪之人一同遭受了惩罚。由于民众并未汇集奔迎他们,刺客们陷入困境并心生恐惧:对于元老院,纵然其成员当下因不明真相与骚乱而四散奔逃,他们仍抱有信心,因元老们既是他们的亲友,又同样不堪忍受专制暴政;但他们对民众以及当时滞留城中的众多恺撒退伍老兵深怀戒心——这些人中有的方才退役并已被指派殖民份地,有的虽早已在殖民地定居,却特地赶来为即将出征的恺撒送行。他们同样畏惧雷必达及其在城中统领的军队,以及身为执政官的安东尼,唯恐安东尼绕过元老院而单凭民众之力,会对他们施加可怕的报复。

语法注3 条
  1. 217119ἐβοηδρόμουν βασιλέα καὶ τύραννον ἀνελεῖν

    动词 ἐβοηδρόμουν 支配不定式短语 βασιλέα καὶ τύραννον ἀνελεῖν。此处 βοηδρομέω 含有奔跑与高呼的双重语义,兼具宣示动词的功能,引导间接引语的不定式,意为“一边奔走一边高呼他们杀死了国王与僭主”。

  2. 217119τῶν τότε σφίσιν ὀμωμοσμένων ἐπὶ τοῖς πάλαι βασιλεῦσιν

    中性复数完成时被动分词 ὀμωμοσμένων 的名词化用法(意为“所立的誓言”),作为动词 ἀνεμίμνησκον 所支配的属格宾语。σφίσιν 是表示施动者(或利益与格)的间接反身代词,指代其祖先;介词短语 ἐπὶ τοῖς πάλαι βασιλεῦσιν 中的 ἐπί 支配与格表示敌对关系,意为“针对昔日诸王”。

  3. 217119τοῦ δήμου δὲ αὐτοῖς οὐ προσθέοντος ἠπόρουν καὶ ἐδεδοίκεσαν, τῇ μὲν βουλῇ, καὶ εἰ αὐτίκα ὑπʼ ἀγνοίας καὶ θορύβου διέφυγε, θαρροῦντες ὅμως, συγγενέσι τε σφῶν καὶ φίλοις οὖσι βαρυνομένοις τε τὴν τυραννίδα ὁμοίως, τὸν δὲ δῆμον ὑφορώμενοι

    主句动词 ἠπόρουν καὶ ἐδεδοίκεσαν 之前置有表示原因的属格绝对结构 τοῦ δήμου... οὐ προσθέοντος。其后由 μέν... δέ 引领两个分词短语构成对比:τῇ μὲν βουλῇ... θαρροῦντες(动词 θαρρέω 支配与格 βουλῇ,其后附有解释信赖缘由的同位分词从句)与 τὸν δὲ δῆμον ὑφορώμενοι(动词 ὑφοράω 支配宾格 δῆμον),精细描摹了刺客对元老院与对平民截然相反的心态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:217118-217119