← 阿庇安

内战记

§216116-216117

无视预警与恺撒在元老院遇刺

尽管频现凶兆且有人试图向恺撒预警刺杀阴谋,他仍步入元老院议事堂,被伪装成友人的同谋者以短剑围攻,身中二十三创遇刺身亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§216116

φερομένου δὲ ἤδη τοῦ Καίσαρος, τῶν οἰκείων τις αὐτῷ περὶ τῆσδε τῆς ἐπιβουλῆς μαθὼν ἔθει μηνύσων, ὃ ἔμαθεν. καὶ ὁ μὲν ἐς Καλπουρνίαν ἦλθε καὶ τοσόνδε μόνον εἰπών, ὅτι χρῄζοι Καίσαρος ὑπὲρ ἔργων ἐπειγόντων, ἀνέμενεν αὐτὸν ἐπανελθεῖν ἀπὸ τοῦ βουλευτηρίου, οὐκ εἰς τέλος ἄρα τὰ γιγνόμενα πάντα πεπυσμένος. ὁ δʼ ἐν Κνίδῳ γεγονὼς αὐτῷ ξένος Ἀρτεμίδωρος ἐς τὸ βουλευτήριον ἐσδραμὼν εὗρεν ἄρτι ἀναιρούμενον. ὑπὸ δʼ ἄλλου καὶ βιβλίον περὶ τῆς ἐπιβουλῆς ἐπιδοθὲν αὐτῷ προθυομένῳ τοῦ βουλευτηρίου καὶ εὐθὺς ἐσιόντι, μετὰ χεῖρας εὑρέθη τεθνεῶτος.1 ἄρτι δʼ ἐκβαίνοντι τοῦ φορείου Λαίνας, ὁ τοῖς ἀμφὶ τὸν Κάσσιον πρὸ ὀλίγου συνευξάμενος, ἐντυχὼν διελέγετο ἰδίᾳ μετὰ σπουδῆς. καὶ τοὺς μὲν ἥ τε ὄψις αὐτίκα τοῦ γιγνομένου κατέπλησσε καὶ τὸ μῆκος τῆς ἐντεύξεως, καὶ διένευον ἀλλήλοις διαχρήσασθαι σφᾶς αὐτοὺς πρὸ συλλήψεως· προϊόντος δὲ τοῦ λόγου τὸν Λαίναν ὁρῶντες οὐ μηνύοντι μᾶλλον ἢ περί του δεομένῳ καὶ λιπαροῦντι ἐοικότα, ἀνέφερον, ὡς δʼ ἐπὶ τῷ λόγῳ καὶ ἀσπασάμενον εἶδον, ἀνεθάρρησαν. ἔθος δʼ ἐστὶ τοῖς ἄρχουσιν ἐς τὴν βουλὴν ἐσιοῦσιν οἰωνίζεσθαι προσιοῦσι. καὶ πάλιν τῶν ἱερῶν ἦν τῷ Καίσαρι τὸ μὲν πρῶτον ἄνευ καρδίας ἤ, ὡς ἕτεροι λέγουσιν, ἡ κεφαλὴ τοῖς σπλάγχνοις ἔλειπε. καὶ τοῦ μάντεως εἰπόντος θανάτου τὸ σημεῖον εἶναι, γελάσας ἔφη τοιοῦτον αὑτῷ καὶ περὶ Ἰβηρίαν γενέσθαι πολεμοῦντι Πομπηίῳ. ἀποκριναμένου δὲ τοῦ μάντεως, ὅτι καὶ τότε κινδυνεύσειε λαμπρῶς καὶ νῦν ἐπιθανατώτερον εἴη τὸ σημεῖον, αὖθις αὐτὸν ὁ Καῖσαρ ἐκέλευε θύεσθαι. καὶ οὐδενὸς οὐδʼ ὣς καλλιερουμένου, τὴν βουλὴν βραδύνουσαν αἰδούμενος καὶ ὑπὸ τῶν ἐχθρῶν ὡς φίλων ἐπειγόμενος ἐσῄει τῶν ἱερῶν καταφρονήσας· χρῆν γὰρ ἃ ἐχρῆν Καίσαρι γενέσθαι.2

正当恺撒乘舆前行之时,他的一名仆役探知了这一阴谋,遂奔跑前去告知其所知之事。此人来到卡尔普尼亚处,仅声称有急务求见恺撒,便等候他从元老院议事堂归来,盖因此人终究未曾探明事情的全貌。另一方面,在克尼多斯曾为恺撒宾客的阿特米多鲁斯奔入议事堂,却发觉恺撒方遭杀戮。另有一人曾将揭发阴谋的书卷递呈给正在议事堂前行预备祭礼并正欲入内的恺撒,恺撒死后,该书卷在其手中被寻获。就在恺撒刚步下轿舆之际,不久前曾向卡西乌斯一伙祝愿的莱纳斯迎上前去,神情急切地与他私下交谈。暗杀者们目睹眼前之景,又见会谈如此冗长,顿时惊恐万分,彼此示意在被捕前自裁;但随着交谈持续,他们见莱纳斯的神态不似告发者,反倒像是在有所恳求与祈请之人,方才缓过神来,而在交谈结束时见二人互道致敬而别,便重拾了勇气。长官进入元老院时,在步入之际察看鸟卜乃是惯例。恺撒行祭的牺牲中,第一头再度缺少心脏,抑或如他人所言,内脏缺少了瓣头。占卜官言此为死兆,恺撒笑道,昔日在伊斯帕尼亚与庞培作战时,自己亦曾遇过这般情形。占卜官答道,彼时恺撒亦曾陷于绝大险境,而如今此兆更为致命,恺撒遂令其再度献祭。尽管如此,仍无吉兆呈现,恺撒既顾惜让元老院久候,又受假扮为友人的仇敌们催促,便藐视祭兆步入议事堂;盖因注定要降临于恺撒之事,终归不得不发生。

§216117

οἱ δʼ Ἀντώνιον μὲν πρὸ θυρῶν ἀποδιατρίβειν ἐν ὁμιλίᾳ Τρεβώνιον ἐξ ἑαυτῶν ὑπελίποντο, Καίσαρα δʼ ἐπὶ τοῦ θρόνου προκαθίσαντα περιέστησαν οἷα φίλοι σὺν λεληθόσι ξιφιδίοις. καὶ αὐτῶν Τίλλιος μὲν Κίμβερ, ἐντυχὼν ἐς πρόσωπον, ἀδελφῷ φυγάδι κάθοδον ᾔτει· ἀνατιθεμένου δὲ καὶ ἀντιλέγοντος ὅλως τοῦ Καίσαρος, ὁ μὲν Κίμβερ αὐτοῦ τῆς πορφύρας ὡς ἔτι δεόμενος ἐλάβετο καὶ τὸ εἷμα περισπάσας ἐπὶ τὸν τράχηλον εἷλκε, βοῶν· “τί βραδύνετε ὦ φίλοι;” Κάσκας δʼ ἐφεστὼς ὑπὲρ κεφαλῆς ἐπὶ τὴν σφαγὴν τὸ ξίφος ἤρεισε πρῶτος, παρολισθὼν δὲ ἐνέτεμε τὸ στῆθος. καὶ ὁ Καῖσαρ τό τε ἱμάτιον ἀπὸ τοῦ Κίμβερος ἐπισπάσας καὶ τῆς χειρὸς τοῦ Κάσκα λαβόμενος καὶ καταδραμὼν ἀπὸ τοῦ θρόνου καὶ ἐπιστραφεὶς τὸν Κάσκαν εἵλκυσε σὺν βίᾳ πολλῇ. οὕτω δʼ ἔχοντος αὐτοῦ τὸ πλευρὸν ἕτερος, ὡς ἐπὶ συστροφῇ τεταμένον, διελαύνει ξιφιδίῳ· καὶ Κάσσιος ἐς τὸ πρόσωπον ἔπληξε καὶ Βροῦτος ἐς τὸν μηρὸν ἐπάταξε καὶ Βουκολιανὸς ἐς τὸ μετάφρενον, ὥστε τὸν Καίσαρα ἐπὶ μέν τι σὺν ὀργῇ καὶ βοῇ καθάπερ θηρίον ἐς ἕκαστον αὐτῶν ἐπιστρέφεσθαι, μετὰ δὲ τὴν Βρούτου πληγήν, εἴτε ἀπογινώσκοντα ἤδη, τὸ ἱμάτιον περικαλύψασθαι καὶ πεσεῖν εὐσχημόνως3 παρὰ ἀνδριάντι Πομπηίου· οἱ δὲ καὶ ὣς ἐνύβριζον αὐτῷ πεσόντι, μέχρι τριῶν ἐπὶ εἴκοσι πληγῶν· πολλοί τε διωθιζόμενοι μετὰ τῶν ξιφῶν ἀλλήλους ἔπληξαν.

刺客们将自己同党中的特雷波尼乌斯留于门外,以便在闲谈中羁留安东尼,其余人则如友人般携藏匿的匕首围绕在已坐于座椅之上的恺撒身边。他们之中的蒂利乌斯·辛伯当面上前,为其遭流放的兄弟乞求还乡;在恺撒推延且断然拒绝之时,辛伯便抓住恺撒的紫袍,佯装仍在哀求,将袍服拉扯至其颈部,呼喊道:“朋友们,你们还迟疑何事?”伫立在恺撒头侧上方的卡斯卡首先执剑刺向其咽喉,但剑锋滑脱,割破了其胸膛。恺撒从辛伯手中夺回袍服,抓住卡斯卡的手臂,从座椅上跃下,转身以极大的力量将卡斯卡拖倒。当恺撒处于这般姿态、侧肋因身躯扭转而绷紧之时,另一人用匕首刺穿了他的肋腹;卡西乌斯击中其面门,布鲁图斯刺破其大腿,布科利亚努斯刺入其双肩胛之间,以致恺撒起初宛如猛兽般怀着盛怒与咆哮转战应对他们当中的每一人,但在遭受布鲁图斯的一击之后,或许是因心已绝望,便用长袍裹蔽住自身,仪容端庄地倒在庞培雕像身旁。众人即使见他倒地,依然肆意施暴,所刺创口达二十三处之多;许多人持剑彼此推搡拥挤,甚至相互刺伤。

语法注3 条
  1. 216116μετὰ χεῖρας εὑρέθη τεθνεῶτος

    τεθνεῶτος 为完成时分词阳性属格单数,在此处用作修饰 μετὰ χεῖρας 的领属性属格(“在已死之人的手中”)或表示时间与情态的属格(“在其殒命时被发现于手中”)。介词短语 μετὰ χεῖρας 为固定习语,意为“在手中”。

  2. 216116χρῆν γὰρ ἃ ἐχρῆν Καίσαρι γενέσθαι

    此处运用了非人称动词 χρή 的未完成过去时形式(χρῆν 与 ἐχρῆν)构成的同语反复式宿命论表达。关系从句 ἃ ἐχρῆν ... γενέσθαι(“注定要降临于恺撒之事”)充当主句动词 χρῆν 的主语。Καίσαρι 为与格,表示承受者或关涉对象。

  3. 216117ὥστε τὸν Καίσαρα ἐπὶ μέν τι σὺν ὀργῇ καὶ βοῇ καθάπερ θηρίον ἐς ἕκαστον αὐτῶν ἐπιστρέφεσθαι, μετὰ δὲ τὴν Βρούτου πληγήν, εἴτε ἀπογινώσκοντα ἤδη, τὸ ἱμάτιον περικαλύψασθαι καὶ πεσεῖν εὐσχημόνως

    由表示结果的连词 ὥστε 引导的“宾格加不定式”结构。宾格主语 τὸν Καίσαρα 支配由 μέν...δέ 对应的两组不定式:前半部的 ἐπιστρέφεσθαι 与后半部的 περικαλύψασθαι 及 πεσεῖν。插入语 εἴτε ἀπογινώσκοντα ἤδη 为宾格分词,修饰主语 τὸν Καίσαρα,表达省略了后续对应项的推测性原因(“或许因已陷入绝望……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:216116-216117