- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:216114-216115
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
刺杀同谋者商定在元老院议事堂起事并放弃诛杀安东尼。恺撒无视不祥之兆前往会场,而在现场守候的密谋者们则遭遇数度疑似泄密的惊险波折。
ὡς δὲ σφίσιν ἐδόκουν ἅλις ἔχειν καὶ πλέοσιν ἐκφέρειν οὐκ ἐδοκίμαζον, συνέθεντο μὲν ἀλλήλοις ἄνευ τε ὅρκων καὶ ἄνευ σφαγίων, καὶ οὐδεὶς μετέθετο οὐδὲ προύδωκε, καιρὸν δʼ ἐζήτουν καὶ τόπον· ὁ μὲν δὴ καιρὸς ὑπερήπειγεν ὡς Καίσαρος ἐς τετάρτην ἡμέραν ἐξιόντος ἐπὶ τὰς στρατείας, καὶ φυλακῆς αὐτὸν αὐτίκα περιεξούσης στρατιωτικῆς· χωρίον δʼ ἐπενόουν τὸ βουλευτήριον ὡς τῶν βουλευτῶν, εἰ καὶ μὴ προμάθοιεν, προθύμως, ὅτε ἴδοιεν τὸ ἔργον, συνεπιληψομένων, ὃ καὶ περὶ Ῥωμύλον τυραννικὸν ἐκ βασιλικοῦ γενόμενον ἐλέγετο συμβῆναι. δόξειν τε τὸ ἔργον,1 ὥσπερ ἐκεῖνο καὶ τόδε ἐν βουλευτηρίῳ γενόμενον, οὐ κατʼ ἐπιβουλήν, ἀλλʼ ὑπὲρ τῆς πόλεως πεπρᾶχθαι ἀκίνδυνόν τε, ὡς κοινόν, ἔσεσθαι παρὰ τῷ Καίσαρος στρατῷ· καὶ τὴν τιμὴν σφίσι μενεῖν, οὐκ ἀγνοουμένοις, ὅτι ἦρξαν. διὰ μὲν δὴ ταῦτα τὸ βουλευτήριον ἐπελέγοντο πάντες ὁμαλῶς· περὶ δὲ τοῦ τρόπου διεφέροντο, οἱ μὲν καὶ Ἀντώνιον συναναιρεῖν ἀξιοῦντες, ὕπατόν τε ὄντα σὺν τῷ Καίσαρι καὶ φίλον αὐτοῦ δυνατώτατον καὶ τοῖς στρατιώταις γνωριμώτατον· ὁ δὲ Βροῦτος ἔλεγεν ἐπὶ μὲν τῷ Καίσαρι μόνῳ δόξαν οἴσεσθαι τυραννοκτόνων ὡς βασιλέα ἀναιροῦντες, ἐπὶ δὲ τοῖς φίλοις αὐτοῦ ἐχθρῶν ὡς Πομπηίου στασιῶται.
当他们认为人数已足,且判定不宜向更多人泄露时,便在未立誓言、未行献祭的情况下相互立约,并且无人变节,亦无人出卖同谋;于是他们开始寻找时机与地点。时机已迫在眉睫,因恺撒将在第四日启程远征,军士卫队随即将环护其身。至于地点,他们属意于元老院议事堂,料想元老们即便事先不知,一旦亲眼目睹此举,亦必乐于协同相助——据传昔日罗穆卢斯由君王沦为僭主之时,亦曾发生过同样的情形。他们亦料定,此事若同当年那般发生于议事堂中,将被视为出于城邦公利而非出于阴谋叛逆,且因其属于全体之公举,在恺撒的军队面前亦不致招致危险;而由于他们首事之功人尽皆知,荣耀亦将归于他们自身。正因这些缘故,众人一致选定了议事堂;然而关于行事的方式,他们却产生了分歧:有人主张将安东尼一并诛杀,因其与恺撒同任执政官,且是恺撒最有权势之友,又在士兵中最为知名;但布鲁图斯则言,单杀恺撒一人,世人会因其诛灭君王而奉其为诛戮僭主之士,若加害其友,则会被视为庞培一派之党徒出于私仇而杀敌。
καὶ οἱ μὲν τῷδε μάλιστα ἀναπεισθέντες τὴν προσιοῦσαν αὐτίκα τῆς βουλῆς σύνοδον ἐφύλασσον· ὁ δὲ Καῖσαρ πρὸ μιᾶς τοῦδε τοῦ βουλευτηρίου2 χωρῶν ἐπὶ δεῖπνον ἐς Λέπιδον τὸν ἵππαρχον, ἐπήγετο Δέκμον Βροῦτον Ἀλβῖνον ἐς τὸν πότον καὶ λόγον ἐπὶ τῇ κύλικι προύθηκε, τίς ἄριστος ἀνθρώπῳ θάνατος· αἱρουμένων δὲ ἕτερα ἑτέρων αὐτὸς ἐκ πάντων ἐπῄνει τὸν αἰφνίδιον. καὶ ὁ μὲν ὧδε προυμαντεύετο ἑαυτῷ καὶ ἐλεσχήνευε περὶ τῶν ἐς τὴν αὔριον ἐσομένων· ἐπὶ δὲ τῷ πότῳ νυκτὸς αὐτῷ τὸ σῶμα νωθρὸν ἐγίγνετο, καὶ ἡ γυνὴ Καλπουρνία ἐνύπνιον αἵματι πολλῷ καταρρεόμενον ἰδοῦσα κατεκώλυε μὴ προελθεῖν. θυομένῳ τε πολλάκις ἦν τὰ σημεῖα φοβερά. καὶ πέμπειν ἔμελλεν Ἀντώνιον διαλύσοντα τὴν βουλήν. ἀλλὰ Δέκμος παρὼν ἔπεισε μὴ λαβεῖν ὑπεροψίας διαβολήν, αὐτὸν δὲ αὐτὴν ἐπελθόντα διαλῦσαι. καὶ ὁ μὲν ἐπὶ τοῦτο ἐκομίζετο φορείῳ, θέαι δʼ ἦσαν ἐν τῷ Πομπηίου θεάτρῳ, καὶ βουλευτήριον ἔμελλε τῶν τις περὶ αὐτὸ οἴκων ἔσεσθαι, εἰωθὸς ἐπὶ ταῖς θέαις ὧδε γίγνεσθαι. οἱ δʼ ἀμφὶ τὸν Βροῦτον ἕωθεν κατὰ τὴν στοὰν τὴν πρὸ τοῦ θεάτρου τοῖς δεομένοις σφῶν ὡς στρατηγῶν εὐσταθέστατα ἐχρημάτιζον, πυνθανόμενοι δὲ περὶ τῶν γιγνομένων ἱερῶν τῷ Καίσαρι καὶ τῆς ἀναθέσεως τοῦ βουλευτηρίου πάνυ ἠποροῦντο. καί τις, αὐτῶν ὧδε ἐχόντων, τῆς Κάσκα χειρὸς λαβόμενος εἶπε· “σὺ μὲν ὄντα με φίλον ἀπέκρυψας, Βροῦτος δʼ ἀνήνεγκέ μοι.” καὶ ὁ μὲν Κάσκας ὑπὸ τοῦ συνειδότος ἄφνω τεθορύβητο, ὁ δʼ ἐπιμειδιάσας ἔφη· “πόθεν οὖν ἔσται σοι τὰ χρήματα τῆς ἀγορανομίας;” καὶ ὁ Κάσκας ἀνήνεγκεν.3 αὐτὸν δὲ Βροῦτον καὶ Κάσσιον σύννους τε ὄντας καὶ συλλαλοῦντας ἀλλήλοις τῶν τις βουλευτῶν ἐπισπάσας, Ποπίλιος Λαίνας, ἔφη συνεύχεσθαι περὶ ὧν ἔχουσι κατὰ νοῦν, καὶ παρῄνει ἐπιταχύνειν. οἱ δὲ ἐθορυβήθησαν μέν, ὑπὸ δὲ ἐκπλήξεως ἐσιώπων.
众人主要被此言说服,便静候即将召开的元老院会议。至于恺撒,在此次元老院会议的前一日,前往骑兵长官雷必达处赴宴,并携德基穆斯·布鲁图斯·阿尔比努斯共饮。酒席之间,恺撒举杯提出论题:何为人之至善之死?众人各执一词,他本人则在诸说中唯独赞美突然而至的骤死。他如此这般为自身预言,并闲谈着翌日将临之事。然而饮宴过后的夜间,他感到身体倦怠沉重,其妻卡尔普尼亚亦在梦中见他血流如注,极力劝阻他出门。加之数度行祭,凶兆频现,恺撒遂打算遣安东尼前去解散元老院。然而在场的德基穆斯劝导他切莫蒙受傲慢专横之讥毁,应当亲自前往宣布休会。恺撒于是乘轿舆前往。当时庞培剧场内正有演艺盛典,而元老院会议定于剧场周围的一处厅堂举行,每逢有盛典时照例皆是如此安排。布鲁图斯一行人自拂晓起便在剧场前方的柱廊内,以法官身份神色极其镇定地为有求于他们的民众办理公事,然而探听到恺撒行祭的情况以及元老院会议延期的消息,心中深感焦虑困惑。正当他们处于此境之际,有一人执卡斯卡之手道:“我既为你之友,你却对我隐瞒,而布鲁图斯已向我和盘托出。”卡斯卡因做贼心虚骤然大惊失色,那人却微笑道:“那么,你营谋市政官所需的资财要从何处筹措呢?”卡斯卡这才松了一口气。而当布鲁图斯与卡西乌斯二人正在沉思且低声私语时,一位名叫波庇利乌斯·莱纳斯的元老将他们拉到一旁,声称与他们同心祈求所谋之事顺遂,并劝告他们务须从速。二人虽惊恐万状,却因过度骇愕而默然无言。
- 216114δόξειν τε τὸ ἔργον
承接前文 χωρίον δʼ ἐπενόουν τὸ βουλευτήριον ὡς τῶν βουλευτῶν... συνεπιληψομένων,表示同谋者推想与谋划内容的“带对格的不定式”结构。由 ἐπενόουν(或其所含的“思忖”之意)统辖,将来不定式 δόξειν(统辖完成不定式 πεπρᾶχθαι)、将来不定式 ἔσεσθαι 以及将来不定式 μενεῖν 与各自的对格主语并列,以间接引语的形式展开了他们对刺杀实施后局势走向的预期。
- 216115πρὸ μιᾶς τοῦδε τοῦ βουλευτηρίου
直译自拉丁语习语 pridie(前一日)的希腊语表达,此处省略了阴性名词 ἡμέρας,意为“在本次元老院会议的前一日”。介词 πρό 本身支配属格,但此处整个短语 πρὸ μιᾶς [ἡμέρας] 作为复合介词性短语使用,其后接所参照事件的属格(τοῦδε τοῦ βουλευτηρίου)。
- 216115ἀνήνεγκεν
此为动词 ἀναφέρω 的不及物(或反身)惯用义,意为“回过神来”、“平复心情”、“松了一口气”,与前句对方所用的及物动词用法(Βροῦτος δʼ ἀνήνεγκέ μοι,“布鲁图斯已向我合盘托出/告知了我”)构成修辞上的巧妙对照,生动刻画了卡斯卡意识到并非密谋败露之后如释重负的心理状态。
