← 阿庇安

内战记

§216112-216113

布鲁图斯与卡西乌斯共谋刺杀恺撒

记述了恺撒对布鲁图斯的深厚恩宠、推动布鲁图斯参与谋刺的内心动机与民间舆论压力,以及卡西乌斯与布鲁图斯坦诚结盟并从双方友人中联络同谋者的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§216112

μέλλοντες δὲ ὁμοῦ τότε τῆς πόλεως στρατηγήσειν ὁ Βροῦτος καὶ ὁ Κάσσιος ἐς ἀλλήλους διήριζον περὶ τῆς καλουμένης πολιτικῆς στρατηγίας, ἣ τῶν ἄλλων προτιμᾶται, εἴτε τῷ ὄντι φιλοτιμούμενοι περὶ αὐτήν, εἴθʼ ὑπόκρισις ἦν τοῦ μὴ πάντα συμπράσσειν ἀλλήλοις νομίζεσθαι.1 καὶ ὁ Καῖσαρ αὐτοῖς διαιτῶν λέγεται πρὸς τοὺς φίλους εἰπεῖν, ὡς τὰ μὲν δίκαια Κάσσιος ἀποφαίνοι, Βρούτῳ δʼ αὐτὸς χαρίζοιτο· τοσῇδε ἐν ἅπασιν εὐνοίᾳ καὶ τιμῇ πρὸς τὸν ἄνδρα ἐχρῆτο. καὶ γὰρ αὐτῷ καὶ παῖς ἐνομίζετο εἶναι, Σερουιλίας τῆς Κάτωνος ἀδελφῆς ἐρασθείσης τοῦ Καίσαρος, ὅτε ὁ Βροῦτος ἐγίγνετο. διὸ καὶ νικῶν ἐν Φαρσάλῳ μετὰ σπουδῆς λέγεται τοῖς ἡγεμόσιν εἰπεῖν Βροῦτον, ὅπῃ δύναιντο, περισῴζειν. ἀλλʼ εἴτε ἀχάριστος ὢν ὁ Βροῦτος, εἴτε τὰ τῆς μητρὸς ἁμαρτήματα ἀγνοῶν ἢ ἀπιστῶν ἢ αἰδούμενος, εἴτε φιλελεύθερος ὢν ἄγαν καὶ τὴν πατρίδα προτιμῶν, εἴθʼ ὅτι ἔκγονος ὢν Βρούτου τοῦ πάλαι τοὺς βασιλέας ἐξελάσαντος ἐρεθιζόμενος καὶ ὀνειδιζόμενος μάλιστα ἐς τοῦτο ὑπὸ τοῦ δήμου πολλὰ γὰρ τοῖς ἀνδριᾶσι τοῦ πάλαι Βρούτου καὶ τῷ δικαστηρίῳ τοῦδε τοῦ Βρούτου τοιάδε ἐπεγράφετο λάθρᾳ· “Βροῦτε δωροδοκεῖς; Βροῦτε νεκρὸς εἶ;” ἤ “ὤφελές γε νῦν περιεῖναι”2 ἤ “ἀνάξιά σου τὰ ἔκγονα” ἤ "οὐδʼ ἔκγονος εἶ σὺ τοῦδε"ʼ, ταῦτα καὶ τοιουτότροπα ἄλλα πολλὰ τὸν νεανίαν ἐξέκαυσεν ἐπὶ τὸ ἔργον3 ὡς ἑαυτοῦ προγονικόν.

当时布鲁图斯与卡西乌斯皆将担任城务大法官,二人为了被称为“城市法官”这一位列诸法官之首的职位而相互争执,不知是当真热衷于此职,抑或是为了避免被认为事事协同所作的伪装。据说恺撒在为二人调解时曾对友人们说,卡西乌斯的申辩固然合乎情理,但他自己则偏爱布鲁图斯;他在一切事上皆给予此人如此深厚的恩宠与礼遇。事实上,布鲁图斯甚至被认为是他的亲生子,因为小加图之妹塞尔维莉娅正是在布鲁图斯出生前后倾心于恺撒的。因此据传,当恺撒在法萨卢斯获胜时,曾殷切叮嘱诸将领务必竭尽全力保全布鲁图斯的性命。然而,不知是布鲁图斯忘恩负义,抑或是对他母亲的不端行径毫不知情、不予置信、或引以为耻,抑或是他过于热爱自由而将祖国置于首位,又或是因为作为当年驱逐诸王的古布鲁图斯之后裔,而在这方面尤其受到民众的激将与责难——盖因古布鲁图斯的雕像与这位布鲁图斯的裁判席上,常被人暗中写下诸多此类字句:“布鲁图斯,你受贿了吗?”“布鲁图斯,你死了吗?”或“但愿你今日尚在!”或“你的子孙不配为你之后!”或“你根本不是他的后裔!”——凡此种种,皆促使这年轻人将这一事业视为自己祖传的使命而热血沸腾。

§216113

ἀκμάζοντος δʼ ἔτι τοῦ περὶ βασιλείας λόγου καὶ συνόδου μελλούσης ἔσεσθαι τῆς βουλῆς μετʼ ὀλίγον, ὁ Κάσσιος ἐμβαλὼν τὴν χεῖρα τῷ Βρούτῳ “τί ποιήσομεν,” ἔφη, “παρὰ τὸ βουλευτήριον, ἂν οἱ κόλακες τοῦ Καίσαρος γνώμην περὶ βασιλείας προθῶσι;” καὶ ὁ Βροῦτος οὐκ ἔφη παρέσεσθαι τῷ βουλευτηρίῳ. ἐπανερομένου δὲ τοῦ Κασσίου· “τί δʼ, ἂν ἡμᾶς καλῶσιν ὡς στρατηγούς, τί ποιήσομεν, ὦ ἀγαθὲ Βροῦτε;” “ἀμυνῶ τῇ πατρίδι,” ἔφη, “μέχρι θανάτου.” καὶ ὁ Κάσσιος αὐτὸν ἀσπασάμενος “τίνα δʼ,” ἔφη, “οὐ προσλήψῃ τῶν ἀρίστων οὕτω φρονῶν; ἤ σοι δοκοῦσιν οἱ χειροτέχναι καὶ κάπηλοι καταγράφειν σου τὸ δικαστήριον ἀσήμως μᾶλλον ἢ οἱ Ῥωμαίων ἄριστοι, παρὰ μὲν τῶν ἄλλων στρατηγῶν θέας αἰτοῦντες ἵππων ἢ θηρίων, παρὰ δὲ σοῦ τὴν ἐλευθερίαν ὡς σὸν προγονικὸν ἔργον;” οἱ μὲν δὴ τάδε ἄρα ἐκ πολλοῦ διανοούμενοι τότε πρῶτον ἐς τὸ φανερὸν ἀλλήλοις προύφερον καὶ τῶν ἰδίων ἑκάτερος φίλων ἀπεπειρῶντο καὶ τῶν αὐτοῦ Καίσαρος, οὓς εὐτολμοτάτους ἑκατέρων ᾔδεσαν. καὶ συνήγειραν ἐκ μὲν τῶν σφετέρων ἀδελφὼ δύο, Καικίλιόν τε καὶ Βουκολιανόν, καὶ ἐπὶ τούτοις Ῥούβριον Ῥῆγα καὶ Κόιντον Λιγάριον καὶ Μᾶρκον Σπόριον καὶ Σερουίλιον Γάλβαν καὶ Σέξστιον Νάσωνα καὶ Πόντιον Ἀκύλαν, τούσδε μὲν ἐκ τῶν οἰκείων σφίσιν, ἐκ δὲ τῶν αὐτοῦ φίλων Καίσαρος Δέκμον τε, περὶ οὗ μοι προείρηται, καὶ Γάιον Κάσκαν καὶ Τρεβώνιον καὶ Τίλλιον καὶ Κίμβρον καὶ Μινούκιον καὶ Βάσιλον.

正当有关称王的议论甚嚣尘上、元老院不久即将召开会议之际,卡西乌斯执布鲁图斯之手道:“倘若恺撒的谄媚之徒在议事堂提出有关称王的动议,我们当如何应对?”布鲁图斯答道自己将不去出席议事堂。卡西乌斯复问道:“但若他们以法官身份召集我们,良友布鲁图斯啊,我们又当如何?”布鲁图斯道:“我将捍卫祖国,至死方休。”卡西乌斯遂拥抱他道:“你抱有如此志向,最优秀的人士中你将争取不到何人?抑或你当真以为,在你的裁判席上匿名涂写的是工匠与小贩,而非罗马的翘楚之人?他们向其他法官索求的是赛马或野兽的表演,向你索求的却是作为你祖传功业的自由啊!”他们二人心中盘算此事已久,至此方首次向对方坦陈其志,并各自去试探自己的友人以及恺撒本人的友人中,那些他们所知各方最为果敢无畏之辈。他们从自己的亲友中纠集了凯基利乌斯与布科利亚努斯二兄弟,此外还有鲁布里乌斯·雷克斯、昆图斯·利加里乌斯、马尔库斯·斯普里乌斯、塞尔维利乌斯·加尔巴、塞克斯提乌斯·纳索以及庞提乌斯·阿奎拉,这些皆是出于他们的私交;而从恺撒本人的友朋中,则纠集了我前文提及的德基穆斯、盖乌斯·卡斯卡、特雷波尼乌斯、提利乌斯、辛伯、米努基乌斯以及巴西卢斯。

语法注3 条
  1. 216112ὑπόκρισις ἦν τοῦ μὴ πάντα συμπράσσειν ἀλλήλοις νομίζεσθαι

    带冠词的不定式 τοῦ ... νομίζεσθαι 用作说明性属格(同格属格),修饰名词 ὑπόκρισις,意为“为了不被认为事事协同所作的伪装”。否定词 μή 否定 νομίζεσθαι,表示避免给人造成这种印象。

  2. 216112ὤφελές γε νῦν περιεῖναι

    表示不可实现的愿望句式,由 ὀφείλω 的第二不定过去时 ὤφελες 搭配现在时不定式 περιεῖναι 构成。因接现在时不定式,表达与现在事实相反的愿望:“但愿你如今尚在人世!”

  3. 216112ἀλλʼ εἴτε ἀχάριστος ὢν ὁ Βροῦτος ... ταῦτα καὶ τοιουτότροπα ἄλλα πολλὰ τὸν νεανίαν ἐξέκαυσεν ἐπὶ τὸ ἔργον

    此处出现倒错破格(anacoluthon):全句本拟以主格分词短语(εἴτε ἀχάριστος ὢν ὁ Βροῦτος ...)引导、以布鲁图斯作句法主语;但经过插入描述匿名涂鸦的长句(πολλὰ γὰρ ...)后,句式转为由中性复数代词 ταῦτα καὶ τοιουτότροπα ἄλλα πολλά 作主语,支配及物动词 ἐξέκαυσεν,并以 τὸν νεανίαν 作宾语(“凡此种种促使这年轻人热血沸腾”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:216112-216113