- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:216109-216111
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒觉察到民怨,拒绝重新配备护卫,并在卢佩卡尔节上公开拒绝了安东尼献上的王冠。然而关于王政的非议依旧不绝,恺撒遂加速筹备征讨帕提亚的远征,但在启程前夕于元老院遭布鲁图斯与卡西乌斯等人谋杀。
ὧν καὶ αὐτὸς αἰσθανόμενος καὶ μετανοῶν καὶ τόδε πρῶτον ἡγούμενος ἄνευ πολεμικῆς ἀρχῆς ἐν εἰρήνῃ βαρὺ καὶ δυσχερὲς διαπεπρᾶχθαι, λέγεται τοῖς φίλοις αὑτὸν ἐντείλασθαι φυλάσσειν ὡς δεδωκότα τοῖς ἐχθροῖς λαβὴν ζητοῦσι καθʼ αὑτοῦ. πυθομένων δʼ ἐκείνων, εἰ συγχωρεῖ πάλιν αὐτὸν σωματοφυλακεῖν τὰς Ἰβηρικὰς σπείρας, “οὐδὲν ἀτυχέστερον,” ἔφη, “διηνεκοῦς φυλακῆς· ἔστι γὰρ αἰεὶ δεδιότος.”1 οὐ μὴν αἵ γε περὶ τῆς βασιλείας πεῖραι κατεπαύοντο οὐδʼ ὥς, ἀλλὰ θεώμενον αὐτὸν ἐν ἀγορᾷ τὰ Λουπερκάλια ἐπὶ θρόνου χρυσέου, πρὸ τῶν ἐμβόλων, Ἀντώνιος ὑπατεύων σὺν αὐτῷ Καίσαρι καὶ διαθέων τότε γυμνὸς ἀληλιμμένος, ὥσπερ εἰώθασιν οἱ τῆσδε τῆς ἑορτῆς ἱερέες, ἐπὶ τὰ ἔμβολα ἀναδραμὼν ἐστεφάνωσε διαδήματι. κρότου δὲ πρὸς τὴν ὄψιν παρʼ ὀλίγων γενομένου καὶ στόνου παρὰ τῶν πλειόνων, ὁ Καῖσαρ ἀπέρριψε τὸ διάδημα. καὶ ὁ Ἀντώνιος αὖθις ἐπέθηκε, καὶ ὁ Καῖσαρ αὖθις ἀπερρίπτει. καὶ ὁ δῆμος διεριζόντων μὲν ἔτι ἡσύχαζε, μετέωρος ὤν, ὅπῃ τελευτήσειε τὸ γιγνόμενον, ἐπικρατήσαντος δὲ τοῦ Καίσαρος ἀνεβόησαν ἥδιστον καὶ αὐτὸν ἅμα εὐφήμουν οὐ προσέμενον.
恺撒本人也察觉并后悔于这些举动,且认为这是自己在和平时期、未持战时军权的情况下首次做出如此沉重且招人怨恨的过火之举,据说他嘱咐友人保卫他自己的安全,因为他已给那些寻衅的政敌留下了把柄。当友人们询问他是否同意再次让西班牙近卫步兵队护卫其人身时,他说:“没有什么比持续受护卫更为不幸的了;因为那是时刻陷于恐惧者的行径。”然而,关于王位试探的举动即便如此也未曾停歇。正当恺撒坐在演坛前的黄金宝座上、在广场观看卢佩卡尔节时,与他共同担任执政官的安东尼正依循该节祭司的旧习赤身涂油穿行,他奔上讲坛,将王冠戴在恺撒头上。目睹此景,少数人报以掌声,多数人则发出叹息,恺撒遂将王冠掷开。安东尼再次为他戴上,恺撒再次掷开。在两人争执不下之际,民众屏息静观,悬心于事态将如何收场;但当恺撒最终占了上风时,民众发出了最由衷欢欣的呼喊,齐声称颂他拒绝接受此物。
ὁ δέ, εἴτε ἀπογνούς, εἴτε κάμνων καὶ ἐκκλίνων ἤδη τήνδε τὴν πεῖραν ἢ διαβολήν, εἴτε τισὶν ἐχθροῖς τῆς πόλεως ἀφιστάμενος, εἴτε νόσημα τοῦ σώματος θεραπεύων, ἐπιληψίαν καὶ σπασμὸν αἰφνίδιον ἐμπίπτοντα αὐτῷ μάλιστα παρὰ τὰς ἀργίας, ἐπενόει στρατείαν μακρὰν ἔς τε Γέτας καὶ Παρθυαίους, Γέταις μὲν αὐστηρῷ καὶ φιλοπολέμῳ καὶ γείτονι ἔθνει προεπιβουλεύων, Παρθυαίους δὲ τινύμενος τῆς ἐς Κράσσον παρασπονδήσεως. στρατιὰν δὴ προύπεμπεν ἤδη τὸν Ἰόνιον περᾶν, ἑκκαίδεκα τέλη πεζῶν καὶ ἱππέας μυρίους. καὶ λόγος ἄλλος ἐφοίτα, Σιβύλλειον εἶναι προαγόρευμα μὴ πρὶν ὑπακούσεσθαι Ῥωμαίοις Παρθυαίους, εἰ μὴ βασιλεὺς αὐτοῖς ἐπιστρατεύσειε. καί τινες ἀπὸ τοῦδε ἐτόλμων λέγειν, ὅτι χρὴ Ῥωμαίων μὲν αὐτόν, ὥσπερ ἦν, δικτάτορα καὶ αὐτοκράτορα καλεῖν καὶ ὅσα ἄλλα ἐστὶν αὐτοῖς ἀντὶ βασιλείας ὀνόματα, τῶν δὲ ἐθνῶν, ὅσα Ῥωμαίοις ὑπήκοα, ἄντικρυς ἀνειπεῖν βασιλέα. ὁ δὲ καὶ τόδε παρῃτεῖτο καὶ τὴν ἔξοδον ὅλως ἐπετάχυνεν, ἐπίφθονος ὢν ἐν τῇ πόλει.
恺撒不知是由于绝望,或是厌倦并试图避开此种试探与非难,或是为了避开城内的某些政敌,抑或是为了调理身体的疾患——主要是闲居之时突发于他的癫痫与痉挛——便策划对盖塔人和帕提亚人进行长期的远征。对盖塔人这一严酷、尚武且邻近的民族,他意在先发制人;对帕提亚人,则是为了报复其撕毁对克拉苏所立誓约之仇。他已率先派遣军队横渡伊奥尼亚海,包括十六个步兵军团与一万骑兵。坊间亦流传着另一说法,称西卜神谕曾预言,帕提亚人决不会归顺罗马人,除非由一位国王率军征讨。有些人据此甚至大胆宣称,对罗马人自当照旧称他为独裁官与最高统帅以及一切取代国王之名的头衔,但对臣属于罗马的各异族,则应公然宣告他为国王。恺撒对此提议亦加以拒绝,且鉴于自己在城内招人怨恨,愈发加速了启程的步伐。
ἐξιέναι δʼ αὐτὸν μέλλοντα πρὸ τετάρτης ἡμέρας οἱ ἐχθροὶ κατέκανον ἐν τῷ βουλευτηρίῳ, εἴτε διὰ ζῆλον εὐτυχίας τε καὶ δυνάμεως ὑπερόγκου πάνυ γενομένης, εἴθʼ, ὡς ἔφασκον αὐτοί, τῆς πατρίου πολιτείας ἐπιθυμίᾳ, εὖ γὰρ ᾔδεσαν αὐτόν, μὴ καὶ τάδε τὰ ἔθνη προσλαβὼν ἀναμφιλόγως γένοιτο βασιλεύς.2 ταύτης δὲ σκοπῶν ἡγοῦμαι τῆς προσθήκης ἀφορμὴν λαβεῖν ἐγχειρήσεως,3 ἐς ὄνομα μόνον αὐτοῖς διαφερούσης, ἔργῳ δὲ καὶ τοῦ δικτάτορος ὄντος ἀκριβῶς βασιλέως. συνεστήσαντο δὲ τὴν ἐπιβουλὴν μάλιστα δύο ἄνδρε, Μᾶρκός τε Βροῦτος, ὁ Καιπίων ἐπίκλην, Βρούτου τοῦ κατὰ Σύλλαν ἀνῃρημένου παῖς αὐτῷ τε Καίσαρι προσφυγὼν ἐκ τοῦ κατὰ Φάρσαλον ἀτυχήματος, καὶ Γάιος Κάσσιος, ὁ τὰς τριήρεις κατὰ τὸν Ἑλλήσποντον ἐγχειρίσας τῷ Καίσαρι, οἵδε μὲν ἄμφω τῆς Πομπηίου μοίρας γεγονότε, τῶν δʼ αὐτῷ Καίσαρι φιλτάτων Δέκμος Βροῦτος Ἀλβῖνος, ἅπαντες αἰεὶ παρὰ Καίσαρι τιμῆς καὶ πίστεως χρηματίζοντες ἄξιοι· οἷς γε καὶ πράξεις ἐνεχείρισε μεγίστας καὶ ἐπὶ τὸν ἐν Λιβύῃ πόλεμον ἀπιὼν στρατεύματα ἔδωκε καὶ τὴν Κελτικὴν ἐπέτρεψε, τὴν μὲν ὑπὲρ Ἄλπεων Δέκμῳ, τὴν δʼ ἐντὸς Ἄλπεων Βρούτῳ.
然而就在他预定启程的前四天,敌人们在元老院议事堂内将他刺杀,这或是出于嫉妒他那极其庞大的幸运与权势,或是如他们自己所声称的那样,出于对祖传政体的渴望;因为他们深知,若他再收服了这些民族,便将毫无争议地成为国王。而经我审视,我认为他们正是从这一名号的增添中找到了动手的由头;尽管对他们而言这仅仅是名义上的差别,在实际上独裁官委实就是国王。策划这一阴谋的主要是两人:其一是别名凯皮奥的马尔库斯·布鲁图斯,他是苏拉时期被杀之布鲁图斯之子,在法萨卢斯兵败后投奔了恺撒本人;其二是曾在赫勒斯滂将三列桨座战船移交给恺撒的盖乌斯·卡西乌斯。这两人原先皆属于庞培派系;另一人则是恺撒本人最亲近的友人之一德基穆斯·布鲁图斯·阿尔比努斯。他们所有人都始终在恺撒身边被视为值得荣宠与信赖之人;恺撒不仅将极其重大的事务托付予他们,在前往阿非利加作战时更授予他们军队,并将凯尔特高卢委任给他们管辖——阿尔卑斯山外归德基穆斯,阿尔卑斯山内归布鲁图斯。
- 216109ἔστι γὰρ αἰεὶ δεδιότος
完成体分词 δεδιότος 为属格形式,用作表语性属格(表特质或属性),意为“因为这乃是时刻陷于恐惧者的行径/特征”。
- 216111εὖ γὰρ ᾔδεσαν αὐτόν, μὴ καὶ τάδε τὰ ἔθνη προσλαβὼν ἀναμφιλόγως γένοιτο βασιλεύς
αὐτόν 作为主句动词 ᾔδεσαν 的宾语被前置(先取构式 prolepsis),随后由连接词 μή 引导从句,表达担忧或忧虑:“盖因他们深知他若再收服了这些民族,便势必毫无争议地成为国王”。
- 216111ταύτης δὲ σκοπῶν ἡγοῦμαι τῆς προσθήκης ἀφορμὴν λαβεῖν ἐγχειρήσεως
此处包含语序倒置(hyperbaton)。主格单数分词 σκοπῶν 与主动词 ἡγοῦμαι 的主语一致,作绝对用法(“经审视”),σκοπῶν ἡγοῦμαι 插入被分隔开的属格短语 ταύτης ... τῆς προσθήκης 之间;该属格短语从属于 ἡγοῦμαι 所辖不定式短语 ἀφορμὴν λαβεῖν ἐγχειρήσεως(“从这一增添中找到了动手的由头”)。
