- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:216106-216108
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒平定内乱返回罗马后获赐空前荣誉,但围绕王号的争端随之而起;当保民官查办尊奉其为王者时,恺撒竟将保民官免职除名,从而彻底坐实了他意欲建立僭主政体的嫌疑。
ἀλλʼ ὅδε μὲν ἔτι λανθάνων καὶ διαδιδράσκων ἐλῄστευεν, ὁ δὲ Καῖσαρ ἐς Ῥώμην ἠπείγετο, τὰ ἐμφύλια πάντα καθελών, ἐπὶ φόβου καὶ δόξης, οἵας οὔ τις πρὸ τοῦ·1 ὅθεν αὐτῷ τιμαὶ πᾶσαι, ὅσαι ὑπὲρ ἄνθρωπον, ἀμέτρως ἐς χάριν ἐπενοοῦντο, θυσιῶν τε πέρι καὶ ἀγώνων καὶ ἀναθημάτων ἐν πᾶσιν ἱεροῖς καὶ δημοσίοις χωρίοις, ἀνὰ φυλὴν ἑκάστην καὶ ἐν ἔθνεσιν ἅπασι, καὶ ἐν βασιλεῦσιν, ὅσοι Ῥωμαίοις φίλοι. σχήματά τε ἐπεγράφετο ταῖς εἰκόσι ποικίλα, καὶ στέφανος ἐκ δρυὸς ἦν ἐπʼ ἐνίαις ὡς σωτῆρι τῆς πατρίδος, ᾧ πάλαι τοὺς ὑπερασπίσαντας ἐγέραιρον οἱ περισωθέντες. ἀνερρήθη δὲ καὶ πατὴρ πατρίδος, καὶ δικτάτωρ ἐς τὸν ἑαυτοῦ βίον ᾑρέθη καὶ ὕπατος ἐς δέκα ἔτη, καὶ τὸ σῶμα ἱερὸς καὶ ἄσυλος εἶναι2 καὶ χρηματίζειν ἐπὶ θρόνων ἐλεφαντίνων τε καὶ χρυσέων, καὶ θύειν μὲν αὐτὸν αἰεὶ θριαμβικῶς ἠμφιεσμένον, τὴν δὲ πόλιν ἀνὰ ἔτος ἕκαστον, αἷς αὐτὸς ἡμέραις ἐν παρατάξεσιν ἐνίκα,3 ἱερέας δὲ καὶ ἱερείας ἀνὰ πενταετὲς εὐχὰς δημοσίας ὑπὲρ αὐτοῦ τίθεσθαι, καὶ τὰς ἀρχὰς εὐθὺς καθισταμένας ὀμνύναι μηδενὶ τῶν ὑπὸ Καίσαρος ὁριζομένων ἀντιπράξειν. ἔς τε τιμὴν τῆς γενέσεως αὐτοῦ τὸν Κυϊντίλιον μῆνα Ἰούλιον ἀντὶ Κυϊντιλίου μετωνόμασαν εἶναι. καὶ νεὼς ἐψηφίσαντο πολλοὺς αὐτῷ γενέσθαι καθάπερ θεῷ καὶ κοινὸν αὐτοῦ καὶ Ἐπιεικείας, ἀλλήλους δεξιουμένων· οὕτως ἐδεδοίκεσαν μὲν ὡς δεσπότην, εὔχοντο δὲ σφίσιν ἐπιεικῆ γενέσθαι.
然而,此人仍旧藏匿并四处奔逃、行劫盗之事,而恺撒在平定了所有内乱之后,带着前所未有的威慑与荣耀匆匆赶回罗马。因此,为了博取他的欢心,人们无节制地构想出各种超越人类极限的荣誉:在所有的圣所与公共场所,在各个部族之中,在所有臣服的民族以及所有罗马结好之诸王那里,举行牺牲祭、竞技比赛并设立供奉物。人们在他的肖像上题写各式各样的铭文,并在若干雕像上冠以橡树叶的花冠,奉他为祖国的救主——往昔那些在战场上获救之人便是以这种花冠来酬谢庇护者的。他亦被宣布为祖国之父,获选为终身独裁官与任期十年的执政官,其人身被定为神圣且不可侵犯;他获准坐于象牙与黄金制成的宝座上处理公务,自身始终身着凯旋式盛装主持祭牲,而整座城市则在他亲历会战获胜的每一日举行年度祭典;祭司与女祭司每隔五年须代表国家为他举行祈愿,新就任的官吏须立即宣誓决不违抗恺撒所定立的任何规约。为了纪念他的诞辰,他们将“昆提利斯”月改名为“尤利乌斯”以取代“昆提利斯”。他们还通过决议,如同对待神明一般为他建造多座神殿,其中包括一座他与“宽仁”女神共享的殿堂,殿中描绘他们彼此携手——他们以此方式既像敬畏主宰一般惧怕他,又祈求他对他们施以宽厚。
εἰσὶ δʼ οἳ καὶ βασιλέα προσειπεῖν ἐπενόουν, μέχρι μαθὼν αὐτὸς ἀπηγόρευσε καὶ ἠπείλησεν ὡς ἀθέμιστον ὄνομα μετὰ τὴν τῶν προγόνων ἀράν. σπεῖραι δʼ ὅσαι στρατηγίδες αὐτὸν ἐκ τῶν πολέμων ἔτι ἐσωματοφυλάκουν, ἀπέστησε τῆς φυλακῆς καὶ μετὰ τῆς δημοσίας ὑπηρεσίας ἐπεφαίνετο μόνης. ὧδε δʼ ἔχοντι καὶ χρηματίζοντι πρὸ τῶν ἐμβόλων, τὸ ψήφισμα τῶν προλελεγμένων τιμῶν ἡ βουλή, τῶν ὑπάτων ἡγουμένων, ἐν κόσμῳ τῷ πρέποντι ἑκάστῳ προσέφερον. ὁ δὲ αὐτοὺς ἐδεξιοῦτο μέν, οὐχ ὑπανέστη δὲ προσιοῦσιν οὐδʼ ἐπιμένουσιν, ἀλλὰ τοῖς διαβάλλουσιν αὐτὸν ἐς τὴν ἐπιθυμίαν τῆς βασιλικῆς προσηγορίας καὶ τόδε παρέσχε. τὰς δὲ ἄλλας τιμὰς χωρὶς τῆς δεκαετοῦς ὑπατείας προσέμενος ὑπάτους ἐς τὸ μέλλον ἀπέφηνεν αὑτόν τε καὶ Ἀντώνιον, τὸν ἵππαρχον ἑαυτοῦ, Λεπίδῳ προστάξας ἱππαρχεῖν ἀντὶ τοῦ Ἀντωνίου, ἄρχοντι μὲν Ἰβηρίας, ἡγεμονεύοντι δʼ αὐτῆς διὰ φίλων. κατεκάλει δὲ καὶ τοὺς φεύγοντας ὁ Καῖσαρ, πλὴν εἴ τις ἐπὶ ἀνηκέστοις ἔφευγε· καὶ τοῖς ἐχθροῖς διηλλάσσετο καὶ τῶν πεπολεμηκότων οἱ πολλοὺς προῆγεν ἀθρόως ἐς ἐτησίους ἀρχὰς ἢ ἐς ἐθνῶν ἢ στρατοπέδων ἡγεμονίας. ᾧ δὴ καὶ μάλιστα ὑπαχθεὶς ὁ δῆμος ἤλπιζε καὶ τὴν δημοκρατίαν αὐτὸν αὑτοῖς ἀποδώσειν, καθάπερ Σύλλας ἐς ἴσον αὐτῷ δυναστεύσας ἐποίησεν.
甚至有人动念尊奉他为国王,直至他得知此事后亲自加以禁止并提出警告,称在先祖立下誓咒之后,此名乃是不法之名。他将战后仍担任其人身近卫的所有近卫步兵队尽数撤去警戒之责,此后仅在公职仆从的随行下现身。正当他保持这种状态并在讲坛前处理政务之时,元老院在执政官的率领下,按各自相称的礼仪将前述各项荣誉的决议案呈递至他面前。恺撒虽向他们致意,但在他们走近及停留之际却未曾起立相迎,这便为那些诽谤他觊觎王号的人提供了口实。在接纳了除十年执政官以外的其余荣誉之后,他指定自己与自己的骑兵长官安东尼为下一任执政官,并指派雷必达接替安东尼担任骑兵长官——雷必达当时本为西班牙总督,但通过友人代行管辖。恺撒亦召回流亡者(除非有人因不可赦免的罪行而流放),与仇敌和解,并将许多昔日与他交战的人大批擢升至年度官职或掌管行省与军队。民众正因受此感召,期望他能像当年握有同等权力的苏拉那样,将共和政体交还给他们。
ἀλλὰ τοῦδε μὲν ἐσφάλησαν, εἰκόνα δʼ αὐτοῦ τις τῶν ὑπερεθιζόντων τὸ λογοποίημα τῆς βασιλείας ἐστεφάνωσε δάφναις, ἀναπεπλεγμένης ταινίας λευκῆς· καὶ αὐτὸν οἱ δήμαρχοι Μάρυλλός τε καὶ Καισήτιος ἀνευρόντες ἐς τὴν φυλακὴν ἐσέβαλον, ὑποκρινάμενοί τι καὶ τῷ Καίσαρι χαρίζεσθαι, προαπειλήσαντι τοῖς περὶ βασιλείας λέγουσιν. ὁ δὲ τοῦτο μὲν ἤνεγκεν εὐσταθῶς, ἑτέρων δʼ αὐτὸν ἀμφὶ τὰς πύλας ἰόντα ποθὲν βασιλέα προσειπόντων καὶ τοῦ δήμου στενάξαντος, εὐμηχάνως εἶπε τοῖς ἀσπασαμένοις· “οὐκ εἰμὶ Βασιλεύς, ἀλλὰ Καῖσαρ,” ὡς δὴ περὶ τὸ ὄνομα ἐσφαλμένοις. οἱ δʼ ἀμφὶ τὸν Μάρυλλον καὶ τῶνδε τῶν ἀνδρῶν τὸν ἀρξάμενον ἐξεῦρον καὶ τοῖς ὑπηρέταις ἐκέλευον ἄγειν ἐς δίκην ἐπὶ τὸ ἀρχεῖον αὑτῶν. καὶ ὁ Καῖσαρ οὐκέτι ἐνεγκὼν κατηγόρησεν ἐπὶ τῆς βουλῆς τῶν περὶ τὸν Μάρυλλον ὡς ἐπιβουλευόντων οἱ μετὰ τέχνης ἐς τυραννίδος διαβολήν, καὶ ἐπήνεγκεν ἀξίους μὲν αὐτοὺς εἶναι θανάτου, μόνης δʼ αὐτοὺς ἀφαιρεῖσθαι καὶ παραλύειν τῆς τε ἀρχῆς καὶ τοῦ βουλευτηρίου.4 ὃ δὴ καὶ μάλιστα αὐτὸν διέβαλεν ὡς ἐπιθυμοῦντα τῆς ἐπικλήσεως καὶ τὰς ἐς τοῦτο πείρας καθιέντα καὶ τυραννικὸν ὅλως γεγονότα· ἥ τε γὰρ πρόφασις τῆς κολάσεως περὶ τῆς βασιλικῆς ἐπωνυμίας ἦν, ἥ τε τῶν δημάρχων ἀρχὴ ἱερὰ καὶ ἄσυλος ἦν ἐκ νόμου καὶ ὅρκου παλαιοῦ· τήν τε ὀργὴν ὀξεῖαν ἐποίει τὸ μηδʼ ἀναμεῖναι τῆς ἀρχῆς τὸ ὑπόλοιπον.
然而民众在此事上却大失所望。某个竭力煽动王政传闻的人,给恺撒的雕像戴上了缠绕着白色带子的月桂冠。保民官马鲁卢斯与凯塞提乌斯查明此人后将其投入监狱,佯装以此取悦恺撒,因恺撒此前曾警告过妄议王政者。恺撒平静地承受了此事;但当他从某处行至城门附近,另有人呼他为王,引得民众发出叹息之时,他机敏地对那些致敬者说:“我并非国王,而是恺撒”,仿佛他们只是在姓氏上弄错了。然而马鲁卢斯等人又查出了在这些人中带头呼喊者,命令随从将其押至官署受审。恺撒忍无可忍,在元老院当面控告马鲁卢斯等人,称他们存心设局陷害他以招致僭主之谤,并提出他们本该处死,但仅剥夺其官职并将他们从元老院中除名。这件事尤为招致了对他的毁谤,令人认为他实则渴望这一尊号,并暗中以此试探,完全变为了僭主;盖因惩戒的借口本关乎国王名号,而保民官的职权依据古老的法律与誓约乃是神圣不可侵犯的,更因他甚至未等到其任期届满便动手废黜,使得民愤尤为激烈。
- 216106ἐπὶ φόβου καὶ δόξης, οἵας οὔ τις πρὸ τοῦ
介词短语 ἐπὶ φόβου καὶ δόξης 表示伴随的状况(“带着威慑与荣耀”)。随后的关系代词 οἵας 在性与格上与紧邻的阴性属格名词 δόξης 一致,但在语义上统摄前文的威慑与名望(相当于省略了动词 ἔσχε 等),意为“此前无人曾拥有过的(威望与威慑)”。
- 216106καὶ τὸ σῶμα ἱερὸς καὶ ἄσυλος εἶναι
接续前文的限定动词 ᾑρέθη,句子转入表示决议内容的不定式结构。不定式 εἶναι 的表语形容词 ἱερὸς καὶ ἄσυλος 采用主格形式,是因为其逻辑主语与主句主语(恺撒)同一;宾格 τὸ σῶμα 则为关系宾格或限制宾格,表示“在身体/人身方面”神圣不可侵犯。
- 216106τὴν δὲ πόλιν ἀνὰ ἔτος ἕκαστον, αἷς αὐτὸς ἡμέραις ἐν παρατάξεσιν ἐνίκα
此为带有主语宾格(accusative subject)的不定式结构,从前面的 θύειν μὲν αὐτὸν 承前省略并补出不定式 θύειν,以 τὴν πόλιν 为其主语。在关系分句中,先行词 ἡμέραις 被并入关系从句内部(αἷς ... ἡμέραις),以与格表示时间,与 ἀνὰ ἔτος ἕκαστον 一同限定城邦每年献祭的具体日期。
- 216108ἐπήνεγκεν ἀξίους μὲν αὐτοὺς εἶναι θανάτου, μόνης δʼ αὐτοὺς ἀφαιρεῖσθαι καὶ παραλύειν τῆς τε ἀρχῆς καὶ τοῦ βουλευτηρίου
由限定动词 ἐπήνεγκεν 引出的两个“宾格加不定式”分句。在后半句 μόνης δʼ αὐτοὺς ἀφαιρεῖσθαι καὶ παραλύειν 中,αὐτούς 充当两个不定式的直接宾语,其后所接属格 τῆς ἀρχῆς 与 τοῦ βουλευτηρίου 表示被剥夺的对象。鉴于 ἀφαιρεῖσθαι 与主动语态不定式 παραλύειν 并列,此处宜将两者一并视为及物动词(由恺撒或元老院作为隐含动作主体执行免职)。
