- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:215104-215105
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在蒙达战役中,恺撒目睹己方士卒畏战,遂亲自冲锋陷阵激励士气,终获险胜。战败的小庞培仓皇出逃,最终被追兵斩杀,其首级被呈献给恺撒。
διʼ ἃ καὶ ὁ Καῖσαρ αὐτὸς ἐβράδυνεν, ἔστε πού τι αὐτῷ κατασκεπτομένῳ προσπελάσας ὁ Πομπήιος ὠνείδισεν ἐς δειλίαν. καὶ τὸ ὄνειδος οὐκ ἐνεγκὼν ὁ Καῖσαρ ἐξέτασσε παρὰ πόλιν Κορδύβην, σύνθημα καὶ τότε δοὺς Ἀφροδίτην· ἔδωκε δὲ καὶ ὁ Πομπήιος Εὐσέβειαν. ὡς δὲ καὶ συνιόντων ἤδη τοῦ Καίσαρος στρατοῦ τὸ δέος ἥπτετο καὶ ὄκνος ἐπεγίγνετο τῷ φόβῳ, θεοὺς πάντας ὁ Καῖσαρ ἱκέτευε, τὰς χεῖρας ἐς τὸν οὐρανὸν ἀνίσχων, μὴ ἑνὶ πόνῳ τῷδε πολλὰ καὶ λαμπρὰ ἔργα μιῆναι,1 καὶ τοὺς στρατιώτας ἐπιθέων παρεκάλει τό τε κράνος τῆς κεφαλῆς ἀφαιρῶν ἐς πρόσωπον ἐδυσώπει καὶ προύτρεπεν. οἱ δὲ οὐδʼ ὥς τι μετέβαλλον ἀπὸ τοῦ δέους, ἕως ὁ Καῖσαρ αὐτὸς ἁρπάσας τινὸς ἀσπίδα καὶ τοῖς ἀμφʼ αὐτὸν ἡγεμόσιν εἰπών· “ἔσται τοῦτο τέλος ἐμοί τε τοῦ βίου καὶ ὑμῖν τῶν στρατειῶν,” προύδραμε τῆς τάξεως ἐς τοὺς πολεμίους ἐπὶ τοσοῦτον, ὡς μόνους αὐτῶν ἀποσχεῖν δέκα πόδας2 καὶ διακόσια αὐτῷ δόρατα ἐπιβληθῆναι καὶ τούτων τὰ μὲν αὐτὸν ἐκκλῖναι, τὰ δὲ ἐς τὴν ἀσπίδα ἀναδέξασθαι. τότε γὰρ δὴ τῶν τε ἡγεμόνων προθέων ἕκαστος ἵστατο παρʼ αὐτόν, καὶ ὁ στρατὸς ἅπας ἐμπεσὼν μετὰ ὁρμῆς ὅλην ἠγωνίζετο τὴν ἡμέραν, προύχων τε καὶ ἡττώμενος αἰεὶ παρὰ μέρος, μέχρις ἐς ἑσπέραν μόλις ἐνίκησεν, ὅτε καὶ φασὶν αὐτὸν εἰπεῖν, ὅτι πολλάκις μὲν ἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ καὶ περὶ ψυχῆς.
由于这些缘故,恺撒自己也一再迟延,直到他在某处进行侦察时,庞培逼近前来,讥讽他胆怯懦弱。恺撒不堪受此侮辱,遂在科尔杜巴城旁布列阵势,当时给出的口令仍是“维纳斯”,而庞培给出的则是“虔敬”。然而正当两军即将交锋之际,恐惧再度攫住了恺撒的军队,迟疑因惊恐而油然而生;恺撒遂向苍天高举双手,恳求众神切莫让如此众多的光辉功绩在这单单一役中蒙受污辱;他又奔走到士兵中间激励他们,并摘下头上的头盔,以真面目向他们哀告并催促其奋勇直前。但他们因惊惧仍丝毫未有改变,直至恺撒亲自夺过某人的盾牌,对身边的军官们说道:“这将是我生命的终点,也将是你们征战的结束。”说罢便冲出阵列直奔敌军,甚至冲到距离敌人仅剩十步之处,以致有两百支标枪朝他投来;他侧身闪过其中一部分,又用盾牌挡下了其余部分。这时,军官们才纷纷奔上前去,各自立于他的身旁;全军遂顺势发起猛冲,激战了一整日,胜负不断互有消长,直到傍晚时分才勉强取胜。据说就在那时,他曾说道:自己此前曾屡次为胜利而战,而这一次却是为保全性命而战。
φόνου δὲ πολλοῦ γενομένου καὶ φυγῆς τῶν Πομπηίου στρατιωτῶν ἐς τὴν Κορδύβην, ὁ μὲν Καῖσαρ, ἵνα μὴ διαφυγόντες οἱ πολέμιοι πάλιν ἐς μάχην παρασκευάσαιντο, ἐκέλευε τὸν στρατὸν ἐκτειχίσαι τὴν Κορδύβην, οἱ δὲ κάμνοντες τοῖς γεγονόσι τά τε σώματα καὶ τὰ ὅπλα τῶν ἀνῃρημένων ἐπεφόρουν ἀλλήλοις καὶ δόρασιν αὐτὰ διαπηγνύντες ἐς τὴν γῆν ἐπὶ τοιοῦδε τείχους ηὐλίσαντο. τῆς δʼ ἐπιούσης ἑάλω μὲν ἡ πόλις, τῶν δὲ ἡγεμόνων τοῦ Πομπηίου Σκάπλας μὲν νήσας πυρὰν ἑαυτὸν ἐνέπρησεν, Οὐάρου δὲ καὶ Λαβιηνοῦ καὶ ἑτέρων ἀνδρῶν ἐπιφανῶν ἐκομίσθησαν αἱ κεφαλαὶ Καίσαρι. Πομπήιος δʼ αὐτὸς διέφυγε μὲν ἀπὸ τῆς ἥττης σὺν ἑκατὸν καὶ πεντήκοντα ἱππεῦσιν ἐπὶ Καρθαίας, ἔνθα αὐτῷ νεῶν στόλος ἦν, καὶ παρῆλθεν ἐς τὰ νεώρια λαθὼν ὥς τις ἰδιώτης, φορείῳ κομιζόμενος· ὁρῶν δὲ καὶ τούτους ἀπογιγνώσκοντας ἑαυτῶν ἔδεισε περὶ ἐκδόσεως καὶ ἔφευγεν αὖθις, ἐπιβαίνων σκάφους. ἐμπλακέντα δʼ αὐτοῦ τὸν πόδα καλῳδίῳ,3 κόπτων τις τὸ καλώδιον ξιφιδίῳ, τὸν ταρσὸν ἔτεμεν ἀντὶ τοῦ καλωδίου τοῦ ποδός· καὶ διαπλεύσας ἔς τι χωρίον ἐθεραπεύετο. ζητούμενος δὲ κἀνταῦθα ἔφευγε διὰ δυσβάτου καὶ ἀκανθώδους ὁδοῦ, τὸ τραῦμα περικεντούμενος, μέχρι κάμνων ὑπό τι δένδρον ἐκαθέζετο καὶ τῶν ζητητῶν ἐπιπεσόντων οὐκ ἀγεννῶς αὐτοὺς ἀμυνόμενος κατεκόπη. τοῦδε μὲν δὴ τὴν κεφαλὴν ὁ Καῖσαρ ἐνεχθεῖσάν οἱ προσέταξέ τινι θάψαι, καὶ ὁ πόλεμος ἑνὶ ἔργῳ καὶ ὅδε παρὰ δόξαν ἐλέλυτο· τοὺς δʼ ἐξ αὐτοῦ διαφυγόντας ἤθροιζεν ὁ τοῦδε τοῦ Πομπηίου νεώτερος ἀδελφός, Πομπήιος μὲν καὶ ὅδε ὤν, Σέξστος δὲ καλούμενος τῷ προτέρῳ τῶν ὀνομάτων.
在发生惨烈的屠杀且庞培的士兵逃入科尔杜巴之后,恺撒为了防止敌人潜逃而再次备战,便命令军队将科尔杜巴修筑围墙封锁起来;然而将士们因连番恶战疲惫不堪,便将阵亡者的尸体与武器彼此堆叠,用长矛刺入地面加以固定,就依托这样筑起的尸墙露宿驻扎。次日,该城陷落;在庞培麾下的将领中,斯卡普拉堆积柴堆自焚而死,瓦鲁斯、拉比埃努斯以及其他显要人物的头颅则被送至恺撒面前。庞培本人则与一百五十名骑兵一起从败局中逃往卡尔泰亚,他在那里泊有一支舰队;他乘着担架、犹如平民一般悄悄潜入船坞。然而眼见这批人亦深感绝望,他因害怕被出卖引渡,遂登上一艘小舟再次逃亡。当时他的脚被缆绳缠住,有人用短刀割绳时,竟误割了他的脚背而非缆绳;他航行到某地接受医治,但在此处亦遭到搜捕,只能忍着伤口的剧烈刺痛在崎岖多荆棘的小道上逃窜,直至精疲力竭地坐在一棵树下;当搜捕者包围扑来时,他并不失尊严地奋力抵抗,但最终被斩杀。此人的头颅被呈送至恺撒面前时,恺撒吩咐人将其安葬。这场战争也出乎预料地以单单一役便告终结;而从这场战役中逃脱的人,则由这位庞培的弟弟召集起来——此人亦名为庞培,但在首个名字上被称为塞克斯图斯。
- 215104μὴ ἑνὶ πόνῳ τῷδε πολλὰ καὶ λαμπρὰ ἔργα μιῆναι
接在表示祈求的动词 ἱκέτευε 之后的否定不定词从句,表示祈求的内容:“切莫在这单单一役中玷污了如此众多的光辉功绩”。在祈求、命令等动词后引导间接从句的不定词习惯使用否定词 μή。
- 215104ἐς τοσοῦτον, ὡς μόνους αὐτῶν ἀποσχεῖν δέκα πόδας
与表示程度的副词短语 ἐς τοσοῦτον 相应的 ὡς 加不定词(ἀποσχεῖν)结果句,意为“冲出……直达与他们相距仅仅十步之遥的程度”。接在其后的 καὶ διακόσια... ἐπιβληθῆναι 同样是由 ὡς 管辖的不定词,延续表述其结果。
- 215105ἐμπλακέντα δʼ αὐτοῦ τὸν πόδα καλῳδίῳ
破格的宾格分词短语(悬垂宾格/anacoluthon)。按常规逻辑,此处本应使用属格独立结构(ἐμπλακέντος... τοῦ ποδός,“当他的脚被缆绳缠住时”),或作为主句谓语动词的宾语;然而句子开头以宾格(ἐμπλακέντα... τὸν πόδα)引出后,后半句另起新的主语与宾语(κόπτων τις τὸ καλώδιον... τὸν ταρσὸν ἔτεμεν),导致开头的短语在句法上悬空孤立。
