← 阿庇安

内战记

§215101-215103

恺撒的四场凯旋式与远征伊比利亚

恺撒返回罗马举行了四场凯旋式,向军民进行丰厚赏赐并举办盛大庆典,营建维纳斯神庙与新广场,并查知公民人口因内战减半;随后他挥师进军伊比利亚,讨伐最后的内战对手小庞培。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§215101

τοῦτο μὲν δὴ καὶ τῷ περὶ Λιβύην Καίσαρος πολέμῳ τέλος ἐγίγνετο, αὐτὸς δʼ ἐπανελθὼν ἐς Ῥώμην ἐθριάμβευε τέσσαρας ὁμοῦ θριάμβους, ἐπί τε Γαλάταις, ὧν δὴ πολλὰ καὶ μέγιστα ἔθνη προσέλαβε καὶ ἀφιστάμενα ἄλλα ἐκρατύνατο, καὶ Ποντικὸν ἐπὶ Φαρνάκει καὶ Λιβυκὸν ἐπὶ Λιβύων τοῖς συμμαχήσασι τῷ Σκιπίωνι· ἔνθα καὶ Ἰόβα παῖς, Ἰόβας ὁ συγγραφεύς, βρέφος ὢν ἔτι παρήγετο. παρήγαγε δέ τινα καὶ τῆς ἀνὰ τὸν Νεῖλον ναυμαχίας θρίαμβον Αἰγύπτιον, μεταξὺ τοῦ Γαλατῶν καὶ Φαρνάκους. τὰ δὲ Ῥωμαίων φυλαξάμενος ἄρα, ὡς ἐμφύλια οὐκ ἐοικότα τε αὑτῷ καὶ Ῥωμαίοις αἰσχρὰ καὶ ἀπαίσια, ἐπιγράψαι θριάμβῳ,1 παρήνεγκεν ὅμως αὐτῶν ἐν τοῖσδε τὰ παθήματα ἅπαντα καὶ τοὺς ἄνδρας ἐν εἰκόσι καὶ ποικίλαις γραφαῖς, χωρίς γε Πομπηίου· τοῦτον γὰρ δὴ μόνον ἐφυλάξατο δεῖξαι, σφόδρα ἔτι πρὸς πάντων ἐπιποθούμενον. ὁ δὲ δῆμος ἐπὶ μὲν τοῖς οἰκείοις κακοῖς, καίπερ δεδιώς, ἔστενε, καὶ μάλιστα, ὅτε ἴδοι Λεύκιόν τε Σκιπίωνα τὸν αὐτοκράτορα πλησσόμενον ἐς τὰ στέρνα ὑφʼ ἑαυτοῦ καὶ μεθιέμενον ἐς τὸ πέλαγος, ἢ Πετρήιον ἐπὶ διαίτῃ διαχρώμενον ἑαυτόν, ἢ Κάτωνα ὑφʼ ἑαυτοῦ διασπώμενον ὡς θηρίον· Ἀχιλλᾷ δʼ ἐφήσθησαν καὶ Ποθεινῷ καὶ τὴν Φαρνάκους φυγὴν ἐγέλασαν.

恺撒在利比亚的战事便至此告终。他本人返回罗马,一并举行了四场凯旋式:其一针对高卢人,他吞并了其中许多最庞大的部族,并镇压了其他叛乱的部族;其二为针对法尔纳克斯的本都凯旋式;其三为针对与西庇阿结盟的利比亚人的利比亚凯旋式——其间尤巴之子、日后的史学家尤巴尚在襁褓之中,亦被列入行列随行示众。在高卢与法尔纳克斯的凯旋式之间,他还因尼罗河水战而举行了一场埃及凯旋式。然而,鉴于罗马人内部之事乃内战性质,既不称合于己,对罗马人而言亦属耻辱与不祥,他谨防将其题刻于凯旋式的标目之上;尽管如此,他仍在这些仪仗中以肖像与多色画幅展示了内战各方的一切苦难及其人物,唯独排除了庞培——因为只有庞培一人,他用心防备而不予展示,因庞培至今仍为众人所极其怀念。民众虽心存畏惧,目睹本国的灾祸却依然悲叹,尤其是当他们看到最高指挥官卢基乌斯·西庇阿亲手刺向胸腹并投身大海,或佩特雷乌斯在筵席上自刎,或加图如野兽般亲手将自己撕碎的画面时更是如此;但对于阿基拉斯与波提纽斯之死他们则拍手称快,并对法尔纳克斯的溃逃报以嘲笑。

§215102

χρήματα δʼ ἐν τοῖς θριάμβοις φασὶ παρενεχθῆναι μυριάδας ἓξ καὶ ἥμισυ ταλάντων καὶ στεφάνους δύο καὶ εἴκοσι καὶ δισχιλίους ἐπὶ τοῖς ὀκτακοσίοις ἀπὸ χρυσοῦ, ἕλκοντας ἐς δισμυρίας καὶ δεκατέσσαρας καὶ τετρακοσίας λίτρας. ἀφʼ ὧν εὐθὺς ἐπὶ τῷ θριάμβῳ διένειμε, τὰ ὑπεσχημένα πάνθʼ ὑπερβάλλων, στρατιώτῃ μὲν ἀνὰ πεντακισχιλίας δραχμὰς Ἀττικάς, λοχαγῷ δʼ αὐτοῦ τὸ διπλάσιον καὶ χιλιάρχῃ καὶ ἱππάρχῃ τὸ ἔτι διπλάσιον καὶ τοῖς δημόταις ἑκάστῳ μνᾶν Ἀττικήν. ἐπέδωκε δὲ καὶ θέας ποικίλας ἵππων τε καὶ μουσικῆς καὶ πεζομαχίας ἀνδρῶν χιλίων πρὸς ἑτέρους χιλίους καὶ ἱππομαχίαν διακοσίων πρὸς ἴσους καὶ ἀναμὶξ ἄλλων πεζῶν τε καὶ ἱππέων ἀγῶνα ἐλεφάντων τε μάχην εἴκοσι πρὸς εἴκοσι καὶ ναυμαχίαν ἐρετῶν τετρακισχιλίων, ἐπιβεβηκότων ἐς μάχην χιλίων ἑκατέρωθεν. ἀνέστησε καὶ τῇ Γενετείρᾳ τὸν νεών, ὥσπερ εὔξατο μέλλων ἐν Φαρσάλῳ μαχεῖσθαι· καὶ τέμενος τῷ νεῲ περιέθηκεν, ὃ Ῥωμαίοις ἔταξεν ἀγορὰν εἶναι, οὐ τῶν ὠνίων, ἀλλʼ ἐπὶ πράξεσι συνιόντων ἐς ἀλλήλους, καθὰ καὶ Πέρσαις ἦν τις ἀγορὰ ζητοῦσιν ἢ μανθάνουσι τὰ δίκαια. Κλεοπάτρας τε εἰκόνα καλὴν τῇ θεῷ παρεστήσατο, ἣ καὶ νῦν συνέστηκεν αὐτῇ. τὸ δὲ τοῦ δήμου πλῆθος ἀναγραψάμενος ἐς ἥμισυ λέγεται τῶν πρὸ τοῦδε τοῦ πολέμου γενομένων εὑρεῖν· ἐς τοσοῦτο καθεῖλεν ἡ τῶνδε φιλονικία τὴν πόλιν.

据称在凯旋式中列队运载的金钱达六万五千塔兰同,金冠达两千八百二十二顶,重达两万零四百十四磅。恺撒在凯旋式结束后随即以此进行分发,数额远超其所有诺言:普通士兵每人获五千阿提卡德拉克马,百夫长为其两倍,军团长与骑兵长官再为其两倍,平民每人获一阿提卡米纳。他还提供了丰富多样的表演:赛马、音乐竞赛、千人对千人的步兵决斗、两百骑对等额骑兵的骑兵交战、另有步兵与骑兵混杂的搏斗、二十头对二十头的战象决斗,以及双方各有一千人登船作战、共有四千名桨手参与的水战。他还依照在法萨卢斯即将决战时的誓愿,为始祖维纳斯建造了神庙,并在神庙周围圈定圣地,指定作为罗马人的广场——此广场并非用作货品交易,而是供人们在公务交往中会聚,犹如波斯人设有供探求或学习正义之用的广场一般。他还在女神像旁立了一尊美丽的克利奥帕特拉雕像,至今仍矗立于其侧。据说在对民众人口进行登记后,他发现人口仅剩这场战争之前的一半;众人的争雄竟使城邦凋敝至此。

§215103

αὐτὸς δὲ ἤδη τέταρτον ὑπατεύων ἐπὶ τὸν νέον Πομπήιον ἐστράτευεν ἐς Ἰβηρίαν, ὅσπερ αὐτῷ λοιπὸς ἦν ἔτι πόλεμος ἐμφύλιος, οὐκ εὐκαταφρόνητος· τῶν τε γὰρ ἀρίστων ὅσοι διεπεφεύγεσαν ἐκ Λιβύης, ἐκεῖ συνέδραμον, καὶ στρατὸς ὁ μὲν ἐξ αὐτῆς Λιβύης τε καὶ Φαρσάλου τοῖς ἡγεμόσι συνῆλθεν, ὁ δὲ ἐξ Ἰβήρων τε καὶ Κελτιβήρων, ἔθνους ἀλκίμου καὶ χαίροντος ἀεὶ μάχαις. πολὺς δὲ καὶ δούλων ὅμιλος ἐστρατεύετο τῷ Πομπηίῳ· καὶ τέταρτον ἔτος εἶχον ἐν τοῖς γυμνασίοις καὶ γνώμην ἕτοιμον ἀγωνίσασθαι μετὰ ἀπογνώσεως. ᾧ δὴ καὶ μάλιστα σφαλεὶς2 ὁ Πομπήιος οὐκ ἀνεβάλλετο τὴν μάχην, ἀλλʼ εὐθὺς ἐλθόντι τῷ Καίσαρι συνεμάχετο, καίτοι τῶν πρεσβυτέρων αὐτῷ παραινούντων ἐκ πείρας ὧν ἀμφί τε Φάρσαλον καὶ Λιβύην ἐπεπόνθεσαν,3 ἐκτρίβειν τῷ χρόνῳ τὸν Καίσαρα καὶ ἐς ἀπορίαν ὡς ἐν ἀλλοτρίᾳ γῇ περιφέρειν. ὁ δὲ Καῖσαρ ἧκε μὲν ἀπὸ Ῥώμης ἑπτὰ καὶ εἴκοσιν ἡμέραις, βαρυτάτῳ στρατῷ μακροτάτην ὁδὸν ἐπελθών· δέος δʼ οἷον οὐ πρότερον ἐνέπιπτεν αὐτοῦ τῷ στρατῷ κατὰ δόξαν τῶν πολεμίων τοῦ τε πλήθους καὶ ἀσκήσεως καὶ ἀπογνώσεως.

恺撒此时已第四次担任执政官,进军伊比利亚讨伐小庞培;这便是遗留给他的最后一场内战,且绝不可轻视。盖因从利比亚逃脱的贵胄显要皆汇聚于彼处,且聚集在将领麾下的军队,一部分来自利比亚本土与法萨卢斯,另一部分则来自伊比利亚人与凯尔特伊比利亚人——这是一个勇武且素来乐战的民族。亦有大批奴隶随庞培从军,他们已接受了四年的严格操练,心怀绝望而决意死战。庞培正因过分受此点蒙蔽,遂未拖延战局,而是在恺撒一赶到时便与其交战,尽管军中年长之人根据在法萨卢斯和利比亚周围所受挫败的切身体验,曾劝告他以时间拖垮恺撒,使恺撒如处异国绝境般陷入困境。恺撒率领极其庞大沉重的军队跨越漫漫长途,自罗马出发仅用二十七天便赶到;然而恺撒的军队听闻敌军的人数、操练以及破釜沉舟之决意,心中竟袭来一股前所未有的恐惧。

语法注3 条
  1. 215101τὰ δὲ Ῥωμαίων φυλαξάμενος ἄρα, ὡς ἐμφύλια οὐκ ἐοικότα τε αὑτῷ καὶ Ῥωμαίοις αἰσχρὰ καὶ ἀπαίσια, ἐπιγράψαι θριάμβῳ

    中动分词 φυλαξάμενος 与不定式 ἐπιγράψαι 搭配,构成“防范/避免铭刻……”的句式,其直接宾语为句首的 τὰ Ῥωμαίων(关于罗马人的事项)。中间插入的 ὡς 短语(ὡς ἐμφύλια ... ἀπαίσια)表主观缘由,由并列的表语形容词 ἐμφύλια、οὐκ ἐοικότα、αἰσχρά 与 ἀπαίσια 组成。

  2. 215103ᾧ δὴ καὶ μάλιστα σφαλεὶς

    中性单数与格关系代名词 ᾧ 综合指代前句所描述的奴隶军队受训四年且决意死战(γνώμη)的整体情势。σφαλεὶς 为动词 σφάλλω 的第二不定过去时被动分词,与表原因/手段的与格 ᾧ 连用,意为“因这一点而受蒙蔽/判断失误”。

  3. 215103ἐκ πείρας ὧν ἀμφί τε Φάρσαλον καὶ Λιβύην ἐπεπόνθεσαν

    此处出现关系代词的格吸引现象。先行词 τούτων 被省略,本应作动词 ἐπεπόνθεσαν 之直接宾语的宾格关系代词 ἃ,受到介词短语 ἐκ πείρας 所要求的属格吸引而变成了 ὧν(即相当于 ἐκ πείρας τούτων ἃ...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:215101-215103