- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21498-214100
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
小加图在乌提卡获悉败讯后安排众人撤离,随后自尽身亡;尤巴、佩特雷乌斯与西庇阿等反恺撒派将领亦相继自决。恺撒进占乌提卡并处置战后善后事宜。
Ἐξαγγελθέντων δὲ τούτων ἐς Ἰτύκην τρίτῃ μάλιστα ἡμέρᾳ καὶ τοῦ Καίσαρος εὐθὺς ἐπὶ τὴν Ἰτύκην ἰόντος ἐγίγνετο φυγὴ πάντων. καὶ οὐδένα κατεῖχεν ὁ Κάτων, ἀλλὰ καὶ ναῦς ἐδίδου τοῖς αἰτοῦσι τῶν ἐπιφανῶν· αὐτὸς δʼ εὐσταθῶς ὑπέμενε καὶ τοῖς Ἰτυκαίοις ὑπισχνουμένοις πρὸ ἑαυτῶν ὑπὲρ ἐκείνου δεήσεσθαι ἐπιμειδιῶν ἀπεκρίνατο οὐ δεήσειν αὑτῷ πρὸς Καίσαρα διαλλακτῶν1 καὶ τοῦτο εἰδέναι καὶ τὸν Καίσαρα καλῶς. σημηνάμενος δὲ τοὺς θησαυροὺς ἅπαντας καὶ συγγραφὰς ὑπὲρ ἑκάστου τοῖς Ἰτυκαίων ἄρχουσιν ἐπιδοὺς περὶ ἑσπέραν ἀμφὶ λουτρὰ καὶ δεῖπνον ἦν καθεζόμενός τε ἐγεύετο, ὥσπερ εἴθιστο, ἐξ οὗ Πομπήιος ἀνῄρητο· οὐδέν τε τῶν συνήθων ἐναλλάσσων οὐδʼ ἐλάσσω προσφερόμενος ἢ πλείω, συνελεσχήνευε τοῖς παροῦσι περὶ τῶν ἐκπεπλευκότων καὶ ἠρώτα περὶ τοῦ πνεύματος, εἰ κατὰ πρύμνην ἔσοιτο αὐτοῖς, καὶ τοῦ διαστήματος, εἰ φθάσουσι πόρρω γενέσθαι, πρὶν ἐς ἕω Καίσαρα ἐπελθεῖν. οὐ μὴν οὐδʼ ἐς ὕπνον ἀπιὼν ἐνήλλαξέ τι τῶν συνήθων, πλὴν ὅτι υἱὸν ἠσπάσατο φιλοφρονέστερον. τὸ δὲ ξιφίδιον τῇ κλίνῃ τὸ σύνηθες οὐχ εὑρὼν παρακείμενον ἐξεβόησεν, ὅτι προδιδοῖτο ὑπὸ τῶν οἰκείων τοῖς πολεμίοις· τίνι γὰρ ἔφη χρήσεσθαι προσιόντων, ἂν νυκτὸς ἐπίωσι; τῶν δὲ αὐτὸν παρακαλούντων μηδὲν ἐφʼ ἑαυτὸν βουλεύειν, ἀλλʼ ἀναπαύεσθαι χωρὶς ξιφιδίου, ἀξιοπιστότερον ἔτι εἶπεν· “οὐ γὰρ ἔστι μοι θέλοντι2 καὶ διʼ ἐσθῆτος ἐμαυτὸν ἀποπνῖξαι καὶ ἐς τὰ τείχη τὴν κεφαλὴν ἀπαράξαι καὶ ἐς τράχηλον κυβιστῆσαι καὶ τὸ πνεῦμα κατασχόντα ἐκτρῖψαι;” πολλά τε ὅμοια εἰπὼν παρήγαγεν αὐτοὺς παραθεῖναι τὸ ξιφίδιον. ὡς δὲ ἐτέθη, Πλάτωνος αἰτήσας τὴν περὶ ψυχῆς συγγραφὴν ἀνεγίνωσκε.
当这些消息在约莫第三天传到乌提卡,且恺撒正径直向乌提卡进军时,众人纷纷奔逃。加图未挽留任何人,甚至向请求离开的显贵人士提供船只。他本人则坚定地留了下来;乌提卡人承诺在为自己求情之前先为他求情,他微笑着回答说,自己在恺撒面前无需调解人,且恺撒对此也心知肚明。在封存了所有公库并将各项账目移交乌提卡执政官后,傍晚时分他便沐浴进餐,并依照庞培被害以来的习惯坐着用餐。他既未改变任何往常的习惯,亦未增减进食的份量,而是与在场众人交谈那些已扬帆出海之人,询问风向是否顺风,以及距离多远、他们能否在拂晓恺撒赶到之前走远。及至就寝之时,他亦未改变任何惯例,唯独比平时更为温情地拥抱了儿子。当发现卧榻旁并未如常放着他的短剑时,他大声喊道自己被身边之人出卖给了敌人;因为他说,若是敌人夜间突袭,他当用何物御敌?众人恳求他切莫自寻短见,劝他卸下短剑安歇,他却以更加令人信服的口吻说道:“难道只要我愿意,就不能用衣物将自己勒死,或将头颅撞碎在墙壁上,或头下脚上折断颈项,抑或屏息气绝而死吗?”说了许多类似的话,他劝说他们将短剑送还。短剑放置妥当后,他便要来柏拉图论灵魂的著作阅读。
καὶ ἐπεὶ τέλος εἶχε τῷ Πλάτωνι ὁ λόγος, ἀναπαύεσθαι τοὺς περὶ θύρας ὑπολαβὼν ἔτρωσεν αὑτὸν ὑπὸ τὰ στέρνα· προπεσόντων δʼ αὐτῷ τῶν σπλάγχνων καὶ στόνου τινὸς ἐξακουσθέντος ἐσέδραμον οἱ περὶ θύρας· καὶ οἱ ἰατροὶ τὰ σπλάγχνα ἔτι σῶα ὄντα ἐνέθηκαν ἔνδον καὶ τὰς πληγὰς ἐπιρράψαντες ἐπέδησαν. ὁ δὲ ἀνενεγκὼν αὖθις ὑπεκρίνετο καὶ κατεμέμφετο μὲν ἑαυτῷ πληγῆς ἀσθενοῦς, χάριν δʼ ὡμολόγει τοῖς περισώσασι καὶ καταδαρθεῖν ἔφη δεῖσθαι. οἱ μὲν δὴ τὸ ξίφος ἔχοντες ᾤχοντο καὶ τὰς θύρας ὡς ἠρεμοῦντι ἐπέκλεισαν· ὁ δʼ ὕπνου δόξαν αὐτοῖς παρασχὼν τὰ δεσμὰ ταῖς χερσὶ μετὰ σιγῆς ἀπερρήγνυ καὶ τὰς ῥαφὰς τοῦ τραύματος ἀνέπτυσσεν, οἷα θηρίον τό τε τραῦμα καὶ τὴν γαστέρα εὐρύνων ὄνυξι καὶ δακτύλοις ἐρευνῶν καὶ τὰ σπλάγχνα διαρρίπτων, μέχρι ἐτελεύτησεν, ἔτη μὲν ἀμφὶ πεντήκοντα γεγονώς, ὁμολογούμενος δὲ τήν τε γνώμην, ἐς ὅ τι κρίνειε, πάντων ἀνδρῶν ἐπιμονώτατος φῦναι καὶ τὸ δίκαιον ἢ πρέπον ἢ καλὸν οὐκ ἔθεσι μᾶλλον ἢ μεγαλοψύχοις λογισμοῖς ὁρίσαι. Μαρκίᾳ γέ τοι τῇ Φιλίππου συνὼν ἐκ παρθένου καὶ ἀρεσκόμενος αὐτῇ μάλιστα καὶ παῖδας ἔχων ἐξ ἐκείνης ἔδωκεν ὅμως αὐτὴν Ὁρτησίῳ τῶν φίλων τινί, παίδων τε ἐπιθυμοῦντι καὶ τεκνοποιοῦ γυναικὸς οὐ τυγχάνοντι, μέχρι κἀκείνῳ κυήσασαν ἐς τὸν οἶκον αὖθις ὡς χρήσας ἀνεδέξατο. τοιόσδε μὲν δὴ Κάτων ἦν, καὶ αὐτὸν οἱ Ἰτυκαῖοι λαμπρῶς ἔθαπτον· ὁ δὲ Καῖσαρ ἔφη μέν οἱ φθονῆσαι Κάτωνα καλῆς ἐπιδείξεως,3 Κικέρωνος δὲ ποιήσαντος ἐγκώμιον ἐς αὐτὸν ἐπιγράψαντος Κάτων, ἀντέγραψε κατηγορίαν ὁ Καῖσαρ καὶ ἐπέγραψεν Ἀντικάτων.
当柏拉图的论著读完,他料想门外守候之人皆已歇息,便刺向自己的胸口下方。因内脏流出并传出一声呻吟,门外众人闻声冲入;医师们将尚完好的内脏纳回腹内,缝合伤口并扎好绷带。他苏醒过来后再次伪装,一面自责下手过轻,一面又向搭救他的人道谢,声称需要安歇。众人于是携剑离去,以为他已安然休息而关上了房门。但他给他们造成入睡的假象后,便悄然用双手扯断绷带,撕开伤口的缝线,如野兽般用指甲与手指抠挖撕裂伤口与肚腹,抓碎内脏,直至气绝身亡,享年约五十岁。世人公认,无论他心中作出何种决断,其天性在众人之中最为坚定不移,且他衡量正义、适宜与崇高,非依从世俗习俗,实出自博大宽宏之理性。他与腓力之女玛尔契亚从其少女时便结合,极喜爱她,且与她育有子女,然而因友人霍尔滕西乌斯渴望子嗣而无生育之妻,他仍将她赠予友人,待其亦为对方诞育子嗣之后,加图方将其接回府中,便如借出一斑。加图为人确乎如此,乌提卡人隆重地安葬了他。恺撒曾称加图吝于让自己展现一次宽宏的美名;然而当西塞罗为加图作颂词并题名为《加图》时,恺撒亦作申斥之文予以反驳,题名为《反加图》。
Ἰόβας δὲ καὶ Πετρήιος τῶν γιγνομένων πυνθανόμενοι καὶ οὐδεμίαν σφίσιν οὔτε φυγὴν οὔτε σωτηρίαν ἐπινοοῦντες, ἐπὶ τῇ διαίτῃ ξίφεσι διεχρήσαντο ἀλλήλους· καὶ τὴν ἀρχὴν τὴν Ἰόβα Καῖσαρ ὑποτελῆ Ῥωμαίοις ἐποίησεν, αὐτῇ Σαλούστιον Κρίσπον ἐγκαταστήσας. Ἰτυκαίοις δὲ καὶ τῷ Κάτωνος υἱῷ συνεγίνωσκε· καὶ τὴν θυγατέρα τοῦ Πομπηίου μετὰ δύο παίδων αὐτῆς ἐν Ἰτύκῃ καταλαβὼν ἐξέπεμπε σώους τῷ νέῳ Πομπηίῳ. τῶν δὲ τριακοσίων ὅσους εὗρε διέφθειρεν. Λεύκιος δὲ Σκιπίων ὁ αὐτοκράτωρ χειμαζόμενος ἐν τῇ θαλάσσῃ καὶ πολεμίαις ναυσὶν ἐντυχὼν ἐφέρετο γενναίως, μέχρι καταλαμβανόμενος αὑτόν τε διεχρήσατο καὶ τὸ σῶμα μεθῆκεν ἐς τὸ πέλαγος.
尤巴与佩特雷乌斯得知所发生之事,自度既无处可逃,亦无生路,遂在宴饮时拔剑互刺而亡。恺撒将尤巴的领地降为罗马的纳贡属地,并派萨卢斯提乌斯·克里斯普斯驻守该地。他宽恕了乌提卡人与加图之子;在乌提卡寻获庞培之女及其两个孩子后,将他们安然无恙地送交小庞培。然而对于那三百人,凡搜捕到者恺撒皆予以处死。最高指挥官卢基乌斯·西庇阿在海上遭遇风暴,撞见敌舰后力战不屈,直至将被俘获,遂自尽,将尸身沉入茫茫大海之中。
- 21498οὐ δεήσειν αὑτῷ πρὸς Καίσαρα διαλλακτῶν
间接引语中的无人称动词结构(δεῖ)。无人称动词 δεῖ 的将来时不定式 δεήσειν 搭配表示需求者的与格(αὑτῷ)与表示所需对象/人物的属格(διαλλακτῶν),意为“他在恺撒面前不需要调解人”。
- 21498οὐ γὰρ ἔστι μοι θέλοντι
无人称动词 ἔστι 搭配关涉与格(μοι)及与其一致的与格分词(θέλοντι)的习惯用法,表示依主体意愿而具备的可能或自主选择:“难道只要我愿意,就不能……吗?”
- 21499ἔφη μέν οἱ φθονῆσαι Κάτωνα καλῆς ἐπιδείξεως
动词 φθονέω(嫉妒、吝于给予)的构文。其支配指代主语恺撒自身的间接反身代词与格 οἱ,以及表示原因的属格 καλῆς ἐπιδείξεως(展现宽宏美名的机会),意为“加图吝于让自己展现一次崇高的品格展示”。
