← 阿庇安

内战记

§21495-21497

北非战役与恺撒对西庇阿的胜利

恺撒抵阿非利加后初战遭拉比埃努斯重创,赖敌军主动撤退侥幸脱险;随后趁尤巴撤军回援之机在决战中一举歼灭西庇阿的大军,确立胜局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21495

διαβαλὼν δʼ ἐκ Ῥηγίου τὸν πορθμὸν ἐπὶ Μεσσήνης ἐς Λιλύβαιον ἦλθε. καὶ πυθόμενος Κάτωνα μὲν τὴν παρασκευὴν τοῦ πολέμου ναυσὶ καὶ πεζῶν τινι μέρει φρουρεῖν ἐν Ἰτύκῃ μετὰ τῶν τριακοσίων, οὓς ἀπὸ σφῶν ἐκ πολλοῦ προβούλους ἐπεποίηντο τοῦ πολέμου καὶ σύγκλητον ἐκάλουν, τὸν δʼ αὐτοκράτορα Λεύκιον Σκιπίωνα καὶ τοὺς ἀρίστους ἐν Ἀδρυμητῷ στρατοπεδεύειν, διέπλευσεν ἐπὶ τὸν Σκιπίωνα. καὶ αὐτὸν οἰχόμενον ἐς Ἰόβαν καταλαβὼν παρέτασσεν ἐς μάχην παρʼ αὐτὸ τοῦ Σκιπίωνος τὸ στρατόπεδον, ὡς ἐν καιρῷ συνοισόμενος τοῖς πολεμίοις χωρὶς αὐτοκράτορος οὖσιν. ἀντεπῄεσαν δʼ αὐτῷ Λαβιηνός τε καὶ Πετρήιος, οἱ τοῦ Σκιπίωνος ὑποστράτηγοι, καὶ ἐκράτουν τῶν Καίσαρος παρὰ πολὺ καὶ τραπέντας ἐδίωκον σοβαρῶς μετὰ καταφρονήσεως, μέχρι Λαβιηνὸν μὲν ὁ ἵππος ἐς τὴν γαστέρα πληγεὶς ἀπεσείσατο καὶ αὐτὸν οἱ παρασπισταὶ συνήρπαζον, ὁ δὲ Πετρήιος, ὡς ἀκριβῆ τοῦ στρατοῦ λαβὼν πεῖραν καὶ νικήσων, ὅτε βούλεται, διέλυε τὸ ἔργον ἐπειπὼν τοῖς ἀμφʼ αὐτόν· “μὴ ἀφελώμεθα τὴν νίκην τὸν αὐτοκράτορα ἡμῶν Σκιπίωνα.”1 καὶ τὸ μὲν ἄλλο μέρος τῆς Καίσαρος τύχης ἔργον ἐφαίνετο κρατησάντων ἄν, ὡς ἐδόκει, τῶν πολεμίων ἄφνω τὴν μάχην ὑπὸ τῶν νικώντων διαλυθῆναι·2 αὐτὸς δὲ λέγεται παρὰ τὴν φυγὴν ἐγχρίμπτων ἅπασιν ἐπιστρέφειν αὐτοὺς καί τινα τῶν τὰ μέγιστα σημεῖα, τοὺς ἀετούς, φερόντων τῇ ἑαυτοῦ χειρὶ περισπάσας μετενεγκεῖν ἀπὸ τῆς φυγῆς ἐς τὸ πρόσθεν, ἕως Πετρήιος ἀνέζευξε καὶ ὁ Καῖσαρ ἀσπασίως ὑπεχώρει.

恺撒自雷吉翁渡过海峡抵梅萨纳,遂至利利拜乌姆。当获悉加图正率舰队与一部步兵,并连同那长期从他们自身当中选任为战争议事顾问且称作元老院的三百人留守乌提卡看管军需,而最高指挥官卢基乌斯·西庇阿与诸贵族名流正在阿德鲁梅图姆扎营时,他便泛海直扑西庇阿。得知西庇阿已前往尤巴处,他就在紧挨着西庇阿营垒之处列阵求战,试图乘敌方无统帅之时择机交战。然而西庇阿的副将拉比埃努斯与佩特雷乌斯迎击恺撒,重创恺撒军,并轻蔑地猛烈追击溃散之敌,直至拉比埃努斯的坐骑腹部受伤将其甩落、近侍将其救护离开;而佩特雷乌斯自以为已准确试探出敌军实力,随时皆可取胜,便对身边之人说:“切莫夺去属于我们统帅西庇阿的胜利”,从而主动中止了战斗。至于其余部分,在敌人似乎本已胜局已定的情形下,战斗竟突遭胜者自行中止,此情此景被看作纯系恺撒气运所致。据说恺撒本人在溃逃中亲自赶向所有人令其转身应战,并亲手扳过一名手执最高军旗鹰旗者,将其从逃跑方向拉回前方,直至佩特雷乌斯撤营,恺撒方欣然退兵。

§21496

τοῦτο μὲν δὴ τῆς πρώτης ἐν Λιβύῃ Καίσαρι μάχης τέλος ἦν· οὐ πολὺ δὲ ὕστερον, αὐτοῦ τε Σκιπίωνος ὀκτὼ τέλεσι πεζῶν καὶ ἱππέων δύο μυριάσιν, ὧν οἱ πολλοὶ Λίβυες ἦσαν, πελτασταῖς τε πολλοῖς καὶ ἐλέφασιν ἐς τριάκοντα προσδοκωμένου παρέσεσθαι σὺν Ἰόβᾳ τῷ βασιλεῖ, καὶ τῷδε ἄγοντι πεζοὺς ἄλλους3 ἀμφὶ τρισμυρίους καὶ ἱππέας Νομάδας ἐς δισμυρίους καὶ ἀκοντιστὰς πολλοὺς καὶ ἐλέφαντας ἑξήκοντα ἑτέρους, ἡ στρατιὰ τοῦ Καίσαρος ἐδείμαινε καὶ ἐν σφίσιν αὐτοῖς ἐθορυβοῦντο κατά τε πεῖραν ὧν ἤδη πεπόνθεσαν καὶ κατὰ δόξαν τῶν ἐπιόντων τοῦ τε πλήθους καὶ ἀρετῆς, μάλιστα τῶν Νομάδων ἱππέων. ὅ τε τῶν ἐλεφάντων πόλεμος ἀήθης σφίσιν ὢν ἐξέπλησσε. Βόκχου δʼ ἑτέρου Μαυρουσίων δυνάστου Κίρταν, ἣ βασίλειον ἦν Ἰόβα, καταλαβόντος, ὁ μὲν Ἰόβας, ἐξαγγελθέντος αὐτῷ τοῦδε, ἐς τὰ οἰκεῖα μάλιστα ἀνεζεύγνυ μετὰ τοῦ ἰδίου στρατοῦ, τριάκοντα ἐξ αὐτοῦ μόνους ὑπολιπὼν ἐλέφαντας τῷ Σκιπίωνι, ἡ δὲ στρατιὰ τοῦ Καίσαρος ἐς τοσοῦτον ἀνεθάρρησεν, ὡς τὸ πέμπτον τέλος αἰτῆσαν ἀντιταχθῆναι τοῖς ἐλέφασι κρατῆσαι πάνυ καρτερῶς· καὶ νῦν ἀπʼ ἐκείνου τῷδε τῷ τέλει ἐλέφαντες ἐς τὰ σημεῖα ἐπίκεινται.

这便是恺撒在阿非利加初次战斗的结局。不久之后,预计西庇阿本人将亲率步兵八个军团、两万名骑兵(多为阿非利加人)、大批轻装掷镖兵以及约三十头战象,与尤巴国王一同抵近;而尤巴亦率另三万左右步兵、近两万努米底亚骑兵、大批标枪手及另外六十头战象,恺撒的大军因先前所尝败绩以及对来犯之敌兵力与勇武(尤其是努米底亚骑兵)的传闻而大为惶恐,军心震荡。他们从未经历过的战象作战亦令其惊骇。然而,毛利人的另一位统治者博克胡斯攻占了尤巴的王都基尔塔,尤巴得报后,遂率本部大军首先撤回本国,从中仅给西庇阿留下了三十头战象。恺撒军因此大受鼓舞,第五军团更主动请缨迎击战象,以极坚韧之战意将其彻底击溃;自此以后直至今日,该军团的军旗上皆饰有战象之徽记。

§21497

μακρᾶς δὲ καὶ ἐπιπόνου κατὰ πάντα τὰ μέρη τῆς μάχης καὶ πολυτρόπου γενομένης, περὶ ἑσπέραν μόλις ὁ Καῖσαρ ἐνίκα καὶ τὸ στρατόπεδον εὐθὺς ἐξῄρει τὸ τοῦ Σκιπίωνος, οὐδὲν ἀνιεὶς οὐδʼ ἐν νυκτὶ τῆς νίκης, μέχρι τὸ σύμπαν ἐξεργάσασθαι. οἱ δʼ ἐχθροὶ κατʼ ὀλίγους, ὅπῃ δύναιντο, διέφευγον· καὶ ὁ Σκιπίων αὐτός, ἅμα Ἀφρανίῳ πάντα μεθείς, ἔφευγεν ἀνὰ τὸ πέλαγος ἐπὶ δώδεκα ἀφράκτων. ὧδε μὲν δὴ καὶ ὅδε ὁ στρατός, ἐς ὀκτὼ μυριάδας μάλιστα συνελθὼν ἔκ τε πολλοῦ γεγυμνασμένος καὶ ἐκ τῆς προτέρας μάχης ἐν ἐλπίδι καὶ θάρσει γενόμενος, δευτέρᾳ τῇδε συμβολῇ συνετρίβετο ἀθρόως. καὶ τὸ τοῦ Καίσαρος κλέος ἐς ἄμαχον εὐτυχίαν ἐδοξάζετο, οὐδὲν ἔτι τῶν ἡσσωμένων ἐς ἀρετὴν αὐτοῦ μεριζόντων, ἀλλὰ καὶ τὰ σφέτερα αὐτῶν ἁμαρτήματα τῇ Καίσαρος τύχῃ προστιθέντων· ἐδόκει γὰρ δὴ καὶ ὅδε ὁ πόλεμος ἀβουλίᾳ τῶν στρατηγῶν, οὔτε διατριψάντων αὐτόν, ἕως ἀπορήσειεν ὁ Καῖσαρ ὡς ἐν ἀλλοτρίᾳ, οὔτε τὴν πρώτην νίκην ἐς τέλος προαγαγόντων, συντριφθεὶς οὕτως ὀξέως διαλυθῆναι.

战斗在各战线皆漫长、艰苦且变幻莫测,战至傍晚,恺撒方艰难取胜,并随即攻拔了西庇阿的大营,即便夜幕降临亦丝毫未放松胜利之势,直至彻底完成扫荡。敌军三五成群往能逃之处遁逃;西庇阿本人亦与阿夫拉尼乌斯弃绝一切,乘十二艘无甲板轻舟逃往外海。 就这样,这支兵力多达约八万、训练有素且因前次战斗而满怀希望与斗志的大军,在这次第二次交锋中一举土崩瓦解。恺撒的威名被称颂为势不可挡的鸿运,战败者不再将其归功于他的武勇,反倒将自身的过失亦归因于恺撒的气运;因为看来,这场战争之所以如此迅速地被摧垮并告终,实因诸将领之愚蠢无谋——他们既未持久拖延直至恺撒在异地陷入困境,亦未将最初的胜势进行到底。

语法注3 条
  1. 21495μὴ ἀφελώμεθα τὴν νίκην τὸν αὐτοκράτορα ἡμῶν Σκιπίωνα

    动词 ἀφαιρέω(剥夺、夺取)支配双宾格结构,被剥夺者(τὸν αὐτοκράτορα ἡμῶν Σκιπίωνα)与被剥夺的事物(τὴν νίκην)皆作宾格。第1人称复数虚拟式配否定词 μή(μὴ ἀφελώμεθα)表示劝告或禁止(“让我们切莫夺去……”)。

  2. 21495κρατησάντων ἄν, ὡς ἐδόκει, τῶν πολεμίων ἄφνω τὴν μάχην ὑπὸ τῶν νικώντων διαλυθῆναι

    独立属格结构 κρατησάντων ἄν ... τῶν πολεμίων 带有语气词 ἄν,相当于过去与事实相反的条件句主句(“敌人本已胜局已定/本会获胜”)。主干句式为 τὸ μὲν ἄλλο μέρος ... ἔργον ἐφαίνετο [τὴν μάχην ... διαλυθῆναι],不定词从句充当 ἐφαίνετο 的主语或对 ἔργον 的同位说明。

  3. 21496καὶ τῷδε ἄγοντι πεζοὺς ἄλλους

    与格短语 καὶ τῷδε ἄγοντι 承接前文的 Ἰόβᾳ τῷ βασιλεῖ。在句法上,它依附于 προσδοκωμένου παρέσεσθαι(西庇阿被预期将与尤巴王一同出现),并用 τῷδε ἄγοντι 引出尤巴所率领的部队构成,形成并列的伴随与格分词结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21495-21497