← 阿庇安

内战记

§21393-21394

恺撒平息士兵哗变并达成和解

恺撒面对哗变的士兵,出人意料地立即批准其退伍并改称他们为“公民”,由此彻底瓦解了士兵的抗争心理,促使包括第十军团在内的全军悔过降服并重归于好。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21393

οἱ δὲ σὺν θορύβῳ τε ἄνοπλοι συνέτρεχον καί, ὡς ἔθος, ἄφνω φανέντα σφίσιν ἠσπάζοντο αὐτοκράτορα. κελεύσαντος δʼ ὅ τι θέλοιεν εἰπεῖν, περὶ μὲν τῶν δωρεῶν ἐς ὄψιν εἰπεῖν αὐτοῦ παρόντος οὐδὲ ἐτόλμησαν ὑπὸ τῆς αὐτῆς ἐκπλήξεως, ὡς δὲ μετριώτερον,1 ἀφεθῆναι τῆς στρατείας ἀνεβόησαν, ἐλπίσαντες στρατοῦ δεόμενον ἐς τοὺς ὑπολοίπους πολέμους αὐτὸν ἐρεῖν τι καὶ περὶ τῶν δωρεῶν. ὁ δὲ παρὰ τὴν ἁπάντων δόξαν οὐδὲ μελλήσας ἀπεκρίνατο· “ἀφίημι.” καταπλαγέντων δʼ αὐτῶν ἔτι μᾶλλον καὶ σιωπῆς βαθυτάτης γενομένης ἐπεῖπε· “καὶ δώσω γε ὑμῖν τὰ ἐπηγγελμένα ἅπαντα, ὅταν θριαμβεύσω μεθʼ ἑτέρων.” ἀδοκήτου δʼ αὐτοῖς ἅμα καὶ τοῦδε καὶ φιλανθρώπου φανέντος, αἰδὼς αὐτίκα πᾶσιν ἐνέπιπτεν καὶ λογισμὸς μετὰ ζήλου, εἰ δόξουσι μὲν αὐτοὶ καταλιπεῖν σφῶν τὸν αὐτοκράτορα ἐν μέσοις τοσοῖσδε πολεμίοις, θριαμβεύσουσι δʼ ἀνθʼ αὑτῶν ἕτεροι2 καὶ σφεῖς τῶν ἐν Λιβύῃ κερδῶν ἐκπεσοῦνται, μεγάλων ἔσεσθαι νομιζομένων, ἐχθροί τε ὁμοίως αὐτοῦ τε Καίσαρος ἔσονται καὶ τῶν πολεμίων. δείσαντες οὖν ἔτι μᾶλλον ἡσύχαζον ἐξ ἀπορίας, ἐλπίζοντες ἐνδώσειν τι καὶ τὸν Καίσαρα καὶ μεταγνώσεσθαι διὰ τὴν ἐν χερσὶ χρείαν. ὁ δʼ ἀνθησύχαζε καὶ τῶν φίλων αὐτὸν παρακαλούντων ἐπιφθέγξασθαί τι πρὸς αὐτοὺς ἄλλο καὶ μὴ βραχεῖ καὶ αὐστηρῷ λόγῳ πολλὰ συνεστρατευμένους ἐγκαταλιπεῖν, ἀρχόμενος λέγειν πολίτας ἀντὶ στρατιωτῶν προσεῖπεν· ὅπερ ἐστὶ σύμβολον ἀφειμένων τῆς στρατείας καὶ ἰδιωτευόντων.

士兵们手无寸铁,喧嚷着奔集而来,依例向突然现身的统帅致敬。当恺撒命他们说出所求时,由于受到同样的震慑,他们甚至不敢当着他的面提及赏赐之事,而是高呼要求退伍,以此作为较为委婉的要求,期望他因其余战事仍需军队之故,也会主动谈及赏金之事。然而出乎所有人的预料,恺撒毫不迟疑地答道:“我准予你们退役。”当众人越发惊愕、全场陷入一片死寂之时,他又补充道:“而且待我与他人一同举行凯旋式时,必将向你们兑现所许诺的一切。”这话在他们看来既出人意料又显得仁厚,所有人心中顿时涌起羞愧之情,并夹杂着妒意陷入思忖:他们是否会落得在如此强敌环伺之中抛弃自己的统帅的名声,而旁人将代替他们共享凯旋,他们自己也将失去普遍认为数额巨大的阿非利加之战利品,从而不仅成为恺撒的仇敌,也同样成为敌军的仇敌。于是他们越发恐惧,在惶惑中保持缄默,指望恺撒因眼下的急需而有所让步并改变心意。然而恺撒也同样沉默不语;当朋友们劝他再向士兵们说几句话,不要用简短严苛的言辞抛弃这些多年共同征战之人时,他开口便称呼他们为“公民”而非“士兵”——这是对已解除兵役、沦为平民之人的称呼。

§21394

οἱ δʼ οὐκ ἐνεγκόντες ἔτι ἀνέκραγον μετανοεῖν καὶ παρεκάλουν αὐτῷ συστρατεύεσθαι. ἀποστρεφομένου τε τοῦ Καίσαρος καὶ ἀπιόντος ἀπὸ τοῦ βήματος, οἱ δὲ σὺν ἐπείξει πλέονι βοῶντες ἐνέκειντο παραμεῖναί τε αὐτὸν καὶ κολάζειν σφῶν τοὺς ἁμαρτόντας. ὁ δʼ ἔτι μέν τι διέτριψεν, οὔτε ἀπιὼν οὔτε ἐπανιών, ὑποκρινόμενος ἀπορεῖν· ἐπανελθὼν δʼ ὅμως ἔφη κολάσειν μὲν αὐτῶν οὐδένα, ἄχθεσθαι δʼ, ὅτι καὶ τὸ δέκατον τέλος, ὃ προετίμησεν αἰεί, τοιαῦτα θορυβεῖ. “καὶ τόδε,” ἔφη, “μόνον ἀφίημι τῆς στρατείας· δώσω δὲ καὶ τῷδε ὅμως τὰ ὑπεσχημένα ἅπαντα, ἐπανελθὼν ἐκ Λιβύης. δώσω δὲ καὶ γῆν ἅπασιν ἐκτελεσθέντων τῶν πολέμων, οὐ καθάπερ Σύλλας, ἀφαιρούμενος ἑτέρων ἣν ἔχουσι καὶ τοῖς ἀφαιρεθεῖσι τοὺς λαβόντας συνοικίζων καὶ ποιῶν ἀλλήλοις ἐς αἰεὶ πολεμίους, ἀλλὰ τὴν τοῦ δήμου γῆν ἐπινέμων καὶ τὴν ἐμαυτοῦ, καὶ τὰ δέοντα προσωνούμενος.” κρότου δὲ καὶ εὐφημίας παρὰ πάντων γενομένης, τὸ δέκατον ὑπερήλγει τέλος, ἐς μόνον αὐτὸ τοῦ Καίσαρος ἀδιαλλάκτου φανέντος· καὶ σφᾶς αὐτὸν ἠξίουν διακληρῶσαί τε καὶ τὸ μέρος θανάτῳ ζημιῶσαι.3 ὁ δὲ οὐδὲν αὐτοὺς ὑπερεθίζειν ἔτι δεόμενος ἀκριβῶς μετανοοῦντας, συνηλλάσσετο ἅπασι καὶ εὐθὺς ἐπὶ τὸν ἐν Λιβύῃ πόλεμον ἐξῄει.

士兵们再也按捺不住,高声呼喊表示悔过,并恳求随他一同出征。当恺撒转身走下讲坛时,他们更加急切地呼喊,恳请他留下来并惩处他们当中的肇事者。恺撒既不离开也不返回,假作犹豫地耽搁了片刻;但他最终返回讲坛,表示自己不会惩罚他们中的任何人,却对连自己向来最偏爱的第十军团也参与此类哗变深感痛心。“唯独这支军团,”他说,“我准予退役;然而待我从阿非利加归来,仍会向其兑现所有承诺。各场战事彻底结束之后,我还会给所有人分配土地;但绝不像苏拉那样,夺取他人现有的产业,让获地者与被夺地者杂居相处,使他们永世为敌,而是分配公有地与我自己的地产,并在必要时出资购置补充。”在全军爆发出喝彩与欢呼声之际,唯独第十军团深感哀痛,因为恺撒似乎单单对他们不肯宽宥;他们甚至恳请他对自己抽签处决,处死其中一部分人以抵罪。但恺撒见他们已诚心悔过,无意再过度激怒他们,遂与全军言归于好,旋即启程奔赴阿非利加的战事。

语法注3 条
  1. 21393ὡς δὲ μετριώτερον

    中性比较级形容词 μετριώτερον 与 ὡς 连用,作副词性或同位语性质的表达(“作为更为委婉/温和的要求”),修饰后面的不定词短语 ἀφεθῆναι τῆς στρατείας,与直接索要赏金形成对比。

  2. 21393εἰ δόξουσι μὲν αὐτοὶ καταλιπεῖν σφῶν τὸν αὐτοκράτορα ἐν μέσοις τοσοῖσδε πολεμίοις, θριαμβεύσουσι δʼ ἀνθʼ αὑτῶν ἕτεροι

    由 εἰ 引导的间接思考/顾虑从句,依附于名词 λογισμός(“思量、计较”)。从句中使用将来时直陈语气动词(δόξουσι、θριαμβεύσουσι、ἐκπεσοῦνται、ἔσονται),生动展现了士兵们对自身行为将带来的严峻后果的推想。

  3. 21394διακληρῶσαί τε καὶ τὸ μέρος θανάτῳ ζημιῶσαι

    由 ἠξίουν 统辖的主动态不定词短语,其逻辑主语为恺撒(αὐτόν)。该句指罗马军中抽签十一抽杀(decimatio)的刑罚,意为“(恳求他)抽签定罪并将其中一部分人处以死刑”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21393-21394