← 阿庇安

内战记

§211-213

恺撒的崛起与喀提林密谋叛乱

阿庇安开启记述从苏拉之后至恺撒与庞培内战的第二卷,概述了平定海盗与米特拉达梯的庞培以及崭露头角的年轻恺撒。随后叙述喀提林竞选执政官落败后密谋叛乱,企图刺杀西塞罗并纵火焚城以夺取政权的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§211

μετὰ δὲ τὴν Σύλλα μοναρχίαν καὶ ὅσα ἐπʼ αὐτῇ Σερτώριός τε καὶ Περπέννας περὶ Ἰβηρίαν ἔδρασαν, ἕτερα ἐμφύλια Ῥωμαίοις τοιάδε ἐγίγνετο, μέχρι Γάιος Καῖσαρ καὶ Πομπήιος Μάγνος ἀλλήλοις ἐπολέμησαν καὶ Πομπήιον μὲν καθεῖλεν ὁ Καῖσαρ, Καίσαρα δʼ ἐν τῷ βουλευτηρίῳ τινὲς ὡς βασιλιζόμενον κατέκανον. ταῦτα δὲ ὅπως ἐγένετο καὶ ὅπως ἀνῃρέθησαν ὅ τε Πομπήιος καὶ ὁ Γάιος, ἡ δευτέρα τῶν ἐμφυλίων ἥδε δηλοῖ. ὁ μὲν δὴ Πομπήιος ἄρτι τὴν θάλασσαν καθήρας ἀπὸ τῶν ληστηρίων τότε μάλιστα πανταχοῦ πλεονασάντων Μιθριδάτην ἐπὶ τοῖς λῃσταῖς καθῃρήκει, Πόντου βασιλέα, καὶ τὴν ἀρχὴν αὐτοῦ καὶ ὅσα ἄλλα ἔθνη προσέλαβεν ἀμφὶ τὴν ἕω, διετάσσετο· ὁ δὲ Καῖσαρ ἦν ἔτι νέος, δεινὸς εἰπεῖν τε καὶ πρᾶξαι, τολμῆσαί τε ἐς πάντα καὶ ἐλπίσαι περὶ ἁπάντων, ἐς δὲ δὴ φιλοτιμίαν ἀφειδὴς ὑπὲρ δύναμιν, ὡς ἀγορανομῶν ἔτι καὶ στρατηγῶν εἶναι κατάχρεως1 καὶ τῷ πλήθει δαιμονίως ὑπεραρέσκειν, τῶν δήμων αἰεὶ τοὺς δαψιλεῖς ἐπαινούντων.

在苏拉的独裁统治之后,以及塞托里乌斯和佩尔佩纳在伊比利亚一带继此所为的一切之后,罗马人之间又发生了如下的另一场内战,直到盖约·恺撒与庞培·马格努斯彼此开战,恺撒击倒了庞培,而恺撒本人则因行径如同称王而在元老院议事堂内被某些人所杀。这些事情如何发生,以及庞培与盖约如何被歼灭,这部《内战记》第二卷将予阐明。 庞培方才肃清了海面上当时在各地尤为猖獗的海盗,紧接着海盗之后又击溃了本都国王米特拉达梯,正整顿他的王国以及他在东方附近并吞的其他所有族群;而恺撒彼时正值年轻,长于辞令与实干,敢于在一切事上冒险并对所有前景抱持厚望,且在功名心上过度挥霍远超自身财力,以致他在担任市政官和大理官期间已负债累累,却极受民众倾心拥戴,因为民众总是赞扬出手豪爽之人。

§212

Γάιος δὲ Κατιλίνας, μεγέθει τε δόξης καὶ γένους λαμπρότητι περιώνυμος, ἔμπληκτος ἀνήρ, δόξας ποτὲ καὶ υἱὸν ἀνελεῖν διʼ Αὐρηλίας Ὀρεστίλλης ἔρωτα, οὐχ ὑφισταμένης τῆς Ὀρεστίλλης παῖδα ἔχοντι γήμασθαι,2 Σύλλα φίλος τε καὶ στασιώτης καὶ ζηλωτὴς μάλιστα γεγονώς, ἐκ δὲ φιλοτιμίας καὶ ὅδε ἐς πενίαν ὑπενηνεγμένος καὶ θεραπευόμενος ἔτι πρὸς δυνατῶν ἀνδρῶν τε καὶ γυναικῶν, ἐς ὑπατείαν παρήγγελλεν ὡς τῇδε παροδεύσων ἐς τυραννίδα. πάγχυ δʼ ἐλπίσας αἱρεθήσεσθαι διὰ τὴν ὑποψίαν τήνδε ἀπεκρούσθη, καὶ Κικέρων μὲν ἦρχεν ἀντʼ αὐτοῦ, ἀνὴρ ἥδιστος εἰπεῖν τε καὶ ῥητορεῦσαι, Κατιλίνας δʼ αὐτὸν ἐς ὕβριν τῶν ἑλομένων ἐπέσκωπτεν, ἐς μὲν ἀγνωσίαν γένους καινὸν ὀνομάζων (καλοῦσι δʼ οὕτω τοὺς ἀφʼ ἑαυτῶν, ἀλλʼ οὐ τῶν προγόνων γνωρίμους), ἐς δὲ ξενίαν τῆς πόλεως ἰγκουιλῖνον, ᾧ ῥήματι καλοῦσι τοὺς ἐνοικοῦντας ἐν ἀλλοτρίαις οἰκίαις. αὐτὸς δὲ πολιτείαν μὲν ὅλως ἔτι ἀπεστρέφετο ἐκ τοῦδε, ὡς οὐδὲν μοναρχίαν ταχὺ καὶ μέγα φέρουσαν, ἀλλʼ ἔριδος καὶ φθόνου μεστήν· χρήματα δʼ ἀγείρων πολλὰ παρὰ πολλῶν γυναικῶν, αἳ τοὺς ἄνδρας ἤλπιζον ἐν τῇ ἐπαναστάσει διαφθερεῖν, συνώμνυτό τισιν ἀπὸ τῆς βουλῆς καὶ τῶν καλουμένων ἱππέων, συνῆγε δὲ καὶ δημότας καὶ ξένους καὶ θεράποντας. καὶ πάντων ἡγεμόνες ἦσαν αὐτῷ Κορνήλιος Λέντλος καὶ Κέθηγος, οἳ τότε τῆς πόλεως ἐστρατήγουν. ἀνά τε τὴν Ἰταλίαν περιέπεμπεν ἐς τῶν Συλλείων τοὺς τὰ κέρδη τῆς τότε βίας ἀναλωκότας καὶ ὀρεγομένους ἔργων ὁμοίων, ἐς μὲν Φαισούλας τῆς Τυρρηνίας Γάιον Μάλλιον, ἐς δὲ τὴν Πικηνίτιδα καὶ τὴν Ἀπουλίαν ἑτέρους, οἳ στρατὸν αὐτῷ συνέλεγον ἀφανῶς.

盖约·喀提林因声势之显赫与门第之光耀而声名远扬,但他是个狂乱之人,曾被认为因恋慕奥雷莉亚·奥雷斯蒂拉而杀害自己的亲生儿子,因为奥雷斯蒂拉不愿嫁给一个已有子嗣的男人;他曾是苏拉的朋友、党羽和狂热追随者,此人同样因追逐权势而沦入穷困,却仍受有势力的男人和女人的巴结奉承,他竞选执政官,企图以此作为通往僭政的捷径。他满心以为必能当选,却因这一嫌疑而遭到挫败,于是西塞罗取代他执政,西塞罗是一位在言谈与雄辩上最令人愉悦的男子。喀提林为了侮辱选举西塞罗的人而讥讽西塞罗,因其门第微贱而称他为新面孔(他们这样称呼那些凭自己而非凭祖先闻名的人),因其相对于城邦而言是外来者而称他为寄居房客,罗马人正是用这个词来称呼居住在他人宅邸里的人。喀提林自此彻底脱离正常的政制活动,认为它绝不能带来迅速而巨大的霸业,反而充满争斗与忌妒;他从许多指望在叛乱中除掉丈夫的妇女那里搜集了巨额钱财,与元老院及所谓骑士阶层的某些人结盟宣誓,还招募了平民、外邦人和奴仆。这些人的首领是他手下的科尔内利乌斯·伦图卢斯和凯特古斯,他们当时正担任本城的大法官。他还在全意大利四处派人联络那些耗尽昔日暴力暴利并渴望重温旧业的苏拉余党:派盖约·马利乌斯前往伊特鲁里亚的法埃苏莱,派其他人前往皮克努姆和阿普利亚,他们在暗中为他募集军队。

§213

καὶ τάδε πάντα ἔτι ἀγνοούμενα Φουλβία γύναιον οὐκ ἀφανὲς ἐμήνυε τῷ Κικέρωνι· ἧς ἐρῶν Κόιντος Κούριος, ἀνὴρ διʼ ὀνείδη πολλὰ τῆς βουλῆς ἀπεωσμένος καὶ τῆσδε τῆς Κατιλίνα συνθήκης ἠξιωμένος, κούφως μάλα καὶ φιλοτίμως ἐξέφερεν οἷα πρὸς ἐρωμένην, ὡς αὐτίκα δυναστεύσων. ἤδη δὲ καὶ περὶ τῶν ἐν τῇ Ἰταλίᾳ γιγνομένων λόγος ἐφοίτα. καὶ ὁ Κικέρων τήν τε πόλιν ἐκ διαστημάτων φρουραῖς διελάμβανε καὶ τῶν ἐπιφανῶν ἐξέπεμπε πολλοὺς ἐς πάντα τὰ ὕποπτα τοῖς γιγνομένοις ἐφεδρεύειν. Κατιλίνας δʼ, οὐδενὸς μέν πω θαρροῦντος αὐτοῦ λαβέσθαι διὰ τὴν ἔτι τοῦ ἀκριβοῦς ἀγνωσίαν, δεδιὼς δὲ ὅμως καὶ τὸ χρόνιον ἡγούμενος ὕποπτον, ἐν δὲ τῷ τάχει τὴν ἐλπίδα τιθέμενος, τά τε χρήματα προύπεμπεν ἐς Φαισούλας καὶ τοῖς συνωμόταις ἐντειλάμενος κτεῖναι Κικέρωνα καὶ τὴν πόλιν ἐκ διαστημάτων πολλῶν νυκτὸς ἐμπρῆσαι μιᾶς ἐξῄει πρὸς Γάιον Μάλλιον ὡς αὐτίκα στρατὸν ἄλλον ἀθροίσων καὶ ἐς τὸν ἐμπρησμὸν τῆς πόλεως ἐπιδραμούμενος. ὁ μὲν δὴ ῥάβδους τε καὶ πελέκεας ὥς τις ἀνθύπατος κούφως μάλα ἀνέσχε πρὸ ἑαυτοῦ καὶ ἐς τὸν Μάλλιον ἐχώρει στρατολογῶν· Λέντλῳ δὲ καὶ τοῖς συνωμόταις ἔδοξεν,3 ὅτε Κατιλίναν ἐν Φαισούλαις πυνθάνοιντο γεγενῆσθαι, Λέντλον μὲν αὐτὸν καὶ Κέθηγον ἐφεδρεῦσαι ταῖς Κικέρωνος θύραις περὶ ἕω μετὰ κεκρυμμένων ξιφιδίων, ἐσδεχθέντας τε διὰ τὴν ἀξίωσιν καὶ λαλοῦντας ὁτιδὴ μηκῦναι τὴν ὁμιλίαν ἐν περιπάτῳ καὶ κτεῖναι περισπάσαντας ἀπὸ τῶν ἄλλων, Λεύκιον δὲ Βηστίαν τὸν δήμαρχον ἐκκλησίαν εὐθὺς ὑπὸ κήρυξι συνάγειν καὶ κατηγορεῖν τοῦ Κικέρωνος ὡς ἀεὶ δειλοῦ καὶ πολεμοποιοῦ καὶ τὴν πόλιν ἐν οὐδενὶ δεινῷ διαταράττοντος, ἐπὶ δὲ τῇ Βηστίου δημηγορίᾳ, νυκτὸς αὐτίκα τῆς ἐπιούσης, ἑτέρους ἐν δυώδεκα τόποις ἐμπιπράναι τὴν πόλιν καὶ διαρπάζειν καὶ κατακτείνειν τοὺς ἀρίστους.

当这一切尚不为人知时,一位出身不凡的名叫富尔维亚的妇人向西塞罗告密;爱慕她的昆图斯·库里乌斯因诸多劣迹被逐出元老院,且得以加入喀提林的这一密谋,此人极度轻浮且好大喜功,竟在情妇面前如同炫耀般吐露了机密,扬言自己即将掌握权柄。关于意大利各地动静的风声此刻也已流传开来。西塞罗按间隔在城中各处布设守军,并派出许多显贵前往所有可疑地点监视局势的发展。喀提林眼见因实情尚不明确尚未有人敢于逮捕他,但依然心中恐惧,认为拖延日久必生疑窦,便将希望寄托于速战速决;他将钱财先期运往法埃苏莱,并吩咐同谋者刺杀西塞罗并在一夜之内在多处同时纵火焚城,随后他便出城前往盖约·马利乌斯处,意图立即召集另一支军队奔袭正在焚烧的城市。他如同行省总督一般极其轻狂地在自己身前树立起束棒与利斧,一边招募军队一边向马利乌斯进发;而伦图卢斯及其同谋者们决定,一旦得悉喀提林已抵法埃苏莱,便由伦图卢斯本人与凯特古斯于清晨怀揣短剑埋伏在西塞罗门前,借自身尊荣的地位被接纳进府后,借闲谈在散步中拉长对话,将西塞罗引离其他人将其刺杀;随后由保民官卢基乌斯·贝斯蒂亚立即通过传令官召集公民大会,控告西塞罗一向胆小且好战、在毫无危难之际扰乱城邦;而在贝斯蒂亚演说之后,紧接着在随后的夜晚,由其余人等在十二处地方纵火焚城,四处劫掠并屠杀最杰出的公民。

语法注3 条
  1. 211ὡς ἀγορανομῶν ἔτι καὶ στρατηγῶν εἶναι κατάχρεως

    连词 ὡς 与不定式 εἶναι 连用表示结果,相当于 ὥστε 加不定式结构。由于不定式的逻辑主语与主句主语(ὁ δὲ Καῖσαρ)一致,表语 κατάχρεως 保持主格。分词 ἀγορανομῶν 与 στρατηγῶν 作时间状语,表示“尚在担任市政官与大法官时”。

  2. 212οὐχ ὑφισταμένης τῆς Ὀρεστίλλης παῖδα ἔχοντι γήμασθαι

    οὐχ ὑφισταμένης τῆς Ὀρεστίλλης 为属格独立结构,表原因。动词 ὑφίσταμαι(在此意为“承担、同意”)接补足不定式 γήμασθαι(中动语态:“出嫁、嫁给”),其间接宾语是与格分词 ἔχοντι,指代喀提林(“嫁给一个有子嗣的男人”)。

  3. 213Λέντλῳ δὲ καὶ τοῖς συνωμόταις ἔδοξεν

    无人称动词 ἔδοξεν(“为……所决定、……决定”)接与格(Λέντλῳ... καὶ τοῖς συνωμόταις),支配后续一系列并列的带不定式的宾格结构:(1) Λέντλον... καὶ Κέθηγον ἐφεδρεῦσαι... μηκῦναι... κτεῖναι,(2) Λεύκιον δὲ Βηστίαν... συνάγειν καὶ κατηγορεῖν,以及 (3) ἑτέρους... ἐμπιπράναι... διαρπάζειν... κατακτείνειν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:211-213