← 阿庇安

内战记

§21285-21287

庞培之死与元老院派的重整旗鼓

庞培抵达埃及时在轻舟上遇刺身亡并遭斩首薄葬。与此同时,元老院派幸存将领与卡托会合重整旗鼓,在利比亚和伊比利亚建立起对抗恺撒的两大主力军备。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21285

ὁ δὲ Πομπήιος ὑπώπτευε μὲν ἅπαντα, καὶ τὴν παράταξιν τοῦ στρατοῦ καὶ τὴν τοῦ σκάφους εὐτέλειαν καὶ τὸ μὴ τὸν βασιλέα αὐτόν οἱ παραγενέσθαι1 μηδὲ τῶν ἐπιφανῶν τινας πέμψαι· τοσοῦτο δʼ ἐκ τῶν Σοφοκλέους ἰαμβείων πρὸς ἑαυτὸν ἀνενεγκών· “ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται, κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ,” ἐνέβαινεν ἐς τὸ σκάφος. καὶ ἐν τῷ διάπλῳ σιωπώντων ἁπάντων ἔτι μᾶλλον ὑπώπτευε· καὶ τὸν Σεμπρώνιον εἴτε ἐπιγινώσκων Ῥωμαῖον ὄντα καὶ ἐστρατευμένον ἑαυτῷ, εἴτε τοπάζων ἐκ τοῦ μόνον ἑστάναι, κατὰ δὴ τὴν στρατιωτικὴν ἄρα διδασκαλίαν οὐ συνεδρεύοντα αὐτοκράτορι,2 ἐπιστραφεὶς ἐς αὐτὸν εἶπεν· “ἆρά σε γινώσκω, συστρατιῶτα;” καὶ ὃς αὐτίκα μὲν ἐπένευσεν, ἀποστραφέντα δʼ εὐθὺς ἐπάταξε πρῶτος, εἶθʼ ἕτεροι. καὶ τὸ μὲν γύναιον τοῦ Πομπηίου καὶ οἱ φίλοι ταῦτα μακρόθεν ὁρῶντες ἀνῴμωζόν τε καὶ χεῖρας ἐς θεοὺς ἐκδίκους σπονδῶν ἀνίσχοντες ἀπέπλεον τάχιστα ὡς ἐκ πολεμίας.

然而庞培对一切都心生疑虑,包括军队的列阵、小舟的简陋,以及国王既未亲自前迎,也未派遣任何显贵之士前来。但他对自己念诵了索福克勒斯抑扬格诗篇中的这句名言:“凡投奔僭主之人,纵使以自由之身而去,亦成其奴隶”,便登上了小舟。在渡海途中,见众人皆默不作声,他更加疑心重重;他转过身对着森普罗纽斯——不知是认出他是曾随自己征战的罗马人,还是见他独自站立、依军训之礼不在最高统帅身旁就坐而有所推测——说道:“我认得你吧,战友?”此人随即点头称是,但趁庞培转过头去,便率先一剑击下,接着其他人也纷纷砍来。庞培的妻子和友人们远远望见这一幕,痛哭号叫,向主持盟誓的复仇之神举起双手,便如避强寇般以最快速度扬帆逃离。

§21286

Πομπηίου δὲ τὴν μὲν κεφαλὴν ἀποτεμόντες οἱ περὶ Ποθεινὸν ἐφύλασσον Καίσαρι ὡς ἐπὶ μεγίσταις ἀμοιβαῖς (ὁ δὲ αὐτοὺς ἠμύνατο ἀξίως τῆς ἀθεμιστίας), τὸ δὲ λοιπὸν σῶμά τις ἔθαψεν ἐπὶ τῆς ἠϊόνος καὶ τάφον ἤγειρεν εὐτελῆ· καὶ ἐπίγραμμα ἄλλος ἐπέγραψε· “τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου.” χρόνῳ δὲ τὸν τάφον τόνδε ἐπικρυφθέντα ὅλον ὑπὸ ψάμμου καὶ εἰκόνας, ὅσας ἀπὸ χαλκοῦ τῷ Πομπηίῳ περὶ τὸ Κάσσιον ὕστερον οἱ προσήκοντες ἀνέθηκαν, λελωβημένα πάντα καὶ ἐς τὸ ἄδυτόν του ἱεροῦ κατενεχθέντα ἐζήτησε καὶ εὗρεν ἐπʼ ἐμοῦ Ῥωμαίων βασιλεὺς Ἁδριανὸς ἐπιδημῶν, καὶ τὸν τάφον ἀνεκάθηρε γνώριμον αὖθις εἶναι καὶ τὰς εἰκόνας αὐτοῦ Πομπηίου διωρθώσατο. τόδε μὲν δὴ τοῦ βίου τέλος ἦν Πομπηίῳ τῷ μεγίστους πολέμους ἀνύσαντι καὶ μέγιστα τὴν Ῥωμαίων ἀρχὴν ὠφελήσαντι καὶ Μεγάλῳ διὰ ταῦτα ὀνομασθέντι καὶ οὐχ ἡττηθέντι ποτὲ πρότερον, ἀλλὰ ἀηττήτῳ καὶ εὐτυχεστάτῳ ἐξέτι νέου γενομένῳ· ἀπὸ γὰρ τριῶν καὶ εἴκοσιν ἐτῶν οὐ διέλιπεν ἐς ὀκτὼ καὶ πεντήκοντα τῇ μὲν ἰσχύι μοναρχικῶς δυναστεύων, τῇ δε δόξῃ διὰ τὸν Καίσαρος ζῆλον δημοτικῶς νομιζόμενος ἄρχειν.

波提纽斯一党将庞培的头颅割下,为向恺撒索取极丰厚的回赏而保留着(然而恺撒后来依其大逆不道给予了应有的惩罚);有人将庞培其余的遗体安葬在海滩上,建了一座简陋的坟冢;另有人刻下了题铭:“曾拥无尽神殿之人,所获坟冢竟何其贫瘠!” 随着岁月流逝,这座坟墓被流沙完全掩埋,庞培的亲属日后在卡西翁附近为他设立的青铜塑像亦尽遭毁损并被移入某座神庙的密室深处;及至我这一代,罗马皇帝哈德良巡幸此地时,探访并找到了它们,将坟墓重新清理以使其易于辨识,并修缮了庞培本人的塑像。 这就是庞培的一生结局:他成就了极伟大的战功,为罗马霸业建立了极卓著的功勋,因此得享“大帝”之名,此前从未逢一败,而是自年轻时起便未尝挫败且福运亨通;因为从二十三岁直至五十八岁,他未尝间断地在实际力量上行使君主般的统治,而在声名上,由于与恺撒的抗衡,被视为遵循平民路线执政。

§21287

Λεύκιος δὲ Σκιπίων, ὁ κηδεστὴς τοῦ Πομπηίου, καὶ ὅσοι ἄλλοι τῶν ἐπιφανῶν ἐκ τοῦ κατὰ Φάρσαλον ἔργου διεπεφεύγεσαν, ἐπὶ Κερκύρας ἠπείγοντο πρὸς Κάτωνα, ἑτέρου στρατοῦ καὶ τριακοσίων τριήρων ἄρχειν ὑπολελειμμένον,3 εὐβουλότερον οἵδε τοῦ Πομπηίου. καὶ αὐτῶν οἱ περιφανέστατοι νειμάμενοι τὸ ναυτικόν, Κάσσιος μὲν ἐς τὸν Πόντον ἔπλει πρὸς Φαρνάκην ὡς ἀναστήσων αὐτὸν ἐπὶ Καίσαρα, Σκιπίων δὲ καὶ Κάτων ἐς Λιβύην ἔπλεον, Οὐάρῳ τε πίσυνοι καὶ τῷ μετὰ Οὐάρου στρατῷ καὶ Ἰόβᾳ Νομάδων βασιλεῖ συμμαχοῦντι. Πομπήιος δʼ, ὁ τοῦ Πομπηίου πρεσβύτερος υἱός, καὶ Λαβιηνὸς σὺν αὐτῷ καὶ Σκάπλας τὸ μέρος ἔχοντες ἠπείγοντο ἐς Ἰβηρίαν καὶ αὐτὴν ἀποστήσαντες ἀπὸ τοῦ Καίσαρος στρατὸν ἄλλον ἐξ αὐτῶν Ἰβήρων τε καὶ Κελτιβήρων καὶ θεραπόντων συνέλεγον ἔν τε παρασκευῇ μείζονι ἐγίγνοντο. τηλικαῦται δυνάμεις τῆς Πομπηίου παρασκευῆς ἦσαν ὑπόλοιποι, καὶ αὐτῶν ὑπὸ θεοβλαβείας ὑπεριδὼν ὁ Πομπήιος ἔφυγε. τῶν δʼ ἐν Λιβύῃ Κάτωνα σφῶν στρατηγεῖν αἱρουμένων, ὁ Κάτων οὐχ ὑπέστη παρόντων ἀνδρῶν ὑπάτων, οἳ κατʼ ἀξίωσιν ἐπρέσβευον αὐτοῦ μόνην ἀρχὴν ἄρξαντος ἐν Ῥώμῃ τὴν στρατηγίδα.4 γίγνεται μὲν δὴ Λεύκιος Σκιπίων αὐτοκράτωρ, καὶ στρατὸς κἀνταῦθα πολὺς ἠθροίζετο καὶ ἐγυμνάζετο. καὶ δύο αἵδε μάλιστα ἀξιόλογοι παρασκευαί, περὶ Λιβύην καὶ Ἰβηρίαν, ἐπὶ Καίσαρα συνεκροτοῦντο.

与此同时,庞培的岳父卢基乌斯·西庇阿以及从法萨卢斯战役中逃脱的其他显要人物,比庞培更为明智地赶往科孚投奔卡托,卡托此前受命留守,统领着另一支军队和三百艘三列桨战船。众人中最显赫的人物分领了这支水师:卡西乌斯航向本都投奔法尔纳克斯,意图煽动他起兵抗击恺撒;西庇阿和卡托则驶向利比亚,寄望于瓦卢斯及其麾下的军队以及盟友努米底亚国王尤巴。庞培的长子小庞培以及随行的拉比埃努斯和斯卡普拉统领各自的部队疾驰至伊比利亚,在促使其脱离恺撒后,又从伊比利亚人、凯尔特伊比利亚人自身以及奴仆中募集了另一支大军,实力愈发雄厚。庞培原有的军备中竟留存有如此雄厚的兵力,然而庞培此前受神明降灾昏愦,竟置之不顾而奔逃。在利比亚的将士推选卡托统领全军时,因现场有数位执政官级显要,且论威望他们皆高于在罗马仅担任过大法官一职的卡托,卡托便未予受任。于是卢基乌斯·西庇阿成为最高统帅,在当地也集结训练了大批军队。就这样,在利比亚和伊比利亚两地,针对恺撒组建起了两支极其壮大的备战力量。

语法注4 条
  1. 21285τὸ μὴ τὸν βασιλέα αὐτόν οἱ παραγενέσθαι

    带冠词的不定式短语在此充当名词性成分,作为动词 ὑπώπτευε 的直接宾语(宾格)。代词 οἱ 为第三人称单数与格,作间接反身代词使用,指代主句主语庞培(意为“来到他跟前”)。

  2. 21285ἐκ τοῦ μόνον ἑστάναι, κατὰ δὴ τὴν στρατιωτικὴν ἄρα διδασκαλίαν οὐ συνεδρεύοντα αὐτοκράτορι

    阳性单数宾格分词短语 οὐ συνεδρεύοντα αὐτοκράτορι 修饰前置词短语 ἐκ τοῦ μόνον ἑστάναι(“因他独自站立”)中不定式的逻辑主语(指代 τὸν Σεμπρώνιον 的宾格,与 μόνον 一致),指明其原因与背景。此处体现了罗马军纪:普通军士不得在最高统帅(αὐτοκράτωρ)身旁同坐。

  3. 21287ἑτέρου στρατοῦ καὶ τριακοσίων τριήρων ἄρχειν ὑπολελειμμένον

    完成时被动分词 ὑπολελειμμένον 为阳性单数宾格,修饰介词 πρός 的宾语 Κάτωνα。不定式 ἄρχειν 表目的或被赋予的职能,支配属格宾语 ἑτέρου στρατοῦ καὶ τριακοσίων τριήρων,意为“被留下来统领另一支军队及三百艘三列桨战船(的卡托)”。

  4. 21287οἳ κατʼ ἀξίωσιν ἐπρέσβευον αὐτοῦ μόνην ἀρχὴν ἄρξαντος ἐν Ῥώμῃ τὴν στρατηγίδα

    动词 πρεσβεύω 支配表示比较的属格 αὐτοῦ,意为“在资历或威望上位居其上”。修饰 αὐτοῦ 的是属格分词短语 μόνην ἀρχὴν ἄρξαντος... τὴν στρατηγίδα;其中 ἀρχὴν ἄρξαντος 为同族宾格,τὴν στρατηγίδα 作其同位成分,说明他们居其上的缘由(即“他在罗马仅担任过大法官这一官职”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21285-21287