← 阿庇安

内战记

§21283-21284

庞培逃往埃及与托勒密权臣的谋杀密计

庞培自法萨卢斯败逃后,放弃投奔帕提亚的计划而转赴埃及;然而幼王托勒密的权臣为讨好恺撒而密谋刺杀庞培,并假意列队相迎以诱其登岸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21283

ὁ δὲ Πομπήιος ἐκ Λαρίσσης ὁμοίῳ δρόμῳ μέχρι θαλάσσης ἐπειχθεὶς σκάφους ἐπέβη σμικροῦ καὶ νεὼς παραπλεούσης ἐπιτυχὼν ἐς Μιτυλήνην διέπλευσεν· ὅθεν τὴν γυναῖκα Κορνηλίαν ἀναλαβὼν καὶ τριήρων τεσσάρων ἐπιβάς, αἳ αὐτῷ παρά τε Ῥοδίων καὶ Τυρίων ἀφίκοντο, Κερκύρας μὲν καὶ τότε καὶ Λιβύης ὑπερεῖδεν, ἔνθα αὐτῷ στρατὸς ἦν ἄλλος πολὺς καὶ ναυτικὸν ἀκραιφνές, ἐπὶ δὲ τὴν ἕω φερόμενος ἐπὶ τὸν Παρθυαῖον ὡς διʼ ἐκείνου πάντα ἀναληψόμενος τὸ ἐνθύμημα ἐπέκρυπτε, μέχρι περὶ τὴν Κιλικίαν μόλις ἐξέφερε τοῖς φίλοις. οἱ δὲ αὐτὸν ἠξίουν φυλάσσεσθαι τὸν Παρθυαῖον, ἐπιβεβουλευμένον τε ἔναγχος ὑπὸ Κράσσου1 καὶ θυμούμενον ἔτι τῇ Κράσσου συμφορᾷ, μηδʼ ἐς ἀκρατεῖς βαρβάρους ἄγειν εὐπρεπῆ γυναῖκα Κορνηλίαν, Κράσσου μάλιστα γεγενημένην.2 δεύτερα δʼ αὐτοῦ προθέντος περί τε Αἰγύπτου καὶ Ἰόβα, Ἰόβα μὲν ὑπερεώρων ὡς ἀδόξου, ἐς δὲ τὴν Αἴγυπτον αὐτῷ συνεφρόνουν, ἐγγύς τε οὖσαν καὶ μεγάλην ἀρχήν, ἔτι δὲ καὶ εὐδαίμονα καὶ δυνατὴν ναυσὶ καὶ σίτῳ καὶ χρήμασι· τούς τε βασιλεύοντας αὐτῆς, εἰ καὶ παῖδές εἰσι, πατρικοὺς εἶναι τῷ Πομπηίῳ φίλους.

庞培以同样的速度从拉里萨疾驰至海滨,登上一艘轻舟,偶遇一艘驶过的海船,便乘船渡往米蒂利尼。他从那里接上妻子柯尔涅利亚,登上了由罗得人和推罗人开来支援他的四艘三列桨战船,但在当时未顾及科孚和利比亚——他在那里尚有一支庞大的陆军和一支完好无损的舰队——而是径直向东航行,意欲投奔帕提亚人,指望借助对方的力量重振旗鼓;他将这一谋划秘而不宣,直到行至基利基亚附近才勉强向友人透露。然而友人极力劝阻他防备帕提亚人,因帕提亚不久前才遭克拉苏图谋进犯,对克拉苏招致的灾祸仍愤懑在心;且万不可将柯尔涅利亚这般美貌、尤其是曾为克拉苏之妇的女子带入放纵不羁的蛮族之邦。待他又提出埃及与尤巴这两个备选方案时,众人认为尤巴名望不足而予以轻视,却赞同前往埃及;盖因埃及近在咫尺且疆域辽阔,更兼富庶,水师、粮食与财力雄厚;且其统治者纵然年幼,亦世代与庞培笃好。

§21284

ὁ μὲν δὴ διὰ τάδε ἐς τὴν Αἴγυπτον ἔπλει· ἄρτι δʼ ἐκπεσούσης ἀπʼ Αἰγύπτου Κλεοπάτρας, ἣ τῷ ἀδελφῷ συνῆρχε, καὶ στρατὸν ἀμφὶ τὴν Συρίαν ἀγειρούσης, Πτολεμαῖος ὁ τῆς Κλεοπάτρας ἀδελφὸς ἀμφὶ τὸ Κάσσιον τῆς Αἰγύπτου ταῖς Κλεοπάτρας ἐσβολαῖς ἐφήδρευε, καί πως κατὰ δαίμονα ἐς τὸ Κάσσιον τὸ πνεῦμα τὸν Πομπήιον κατέφερε. θεασάμενος δὲ στρατὸν ἐπὶ τῆς γῆς πολὺν ἔστησε τὸν πλοῦν καὶ εἴκασεν, ὅπερ ἦν, παρεῖναι τὸν βασιλέα. πέμψας τε ἔφραζε περὶ ἑαυτοῦ καὶ τῆς τοῦ πατρὸς φιλίας. ὁ δὲ ἦν μὲν περὶ τρισκαίδεκα ἔτη μάλιστα γεγονώς, ἐπετρόπευον δʼ αὐτῷ τὴν μὲν στρατιὰν Ἀχιλλᾶς, τὰ δὲ χρήματα Ποθεινὸς εὐνοῦχος· οἳ βουλὴν προυτίθεντο περὶ τοῦ Πομπηίου. καὶ παρὼν ὁ Σάμιος Θεόδοτος ὁ ῥήτωρ, διδάσκαλος ὢν τοῦ παιδός, ἀθέμιστον εἰσηγεῖτο ἔργον, ἐνεδρεῦσαι καὶ κτεῖναι Πομπήιον ὡς χαριουμένους Καίσαρι.3 κυρωθείσης δὲ τῆς γνώμης σκάφος εὐτελὲς ἐπʼ αὐτὸν ἐπέμπετο, ὡς τῆς θαλάσσης οὔσης ἁλιτενοῦς καὶ μεγάλαις ναυσὶν οὐκ εὐχεροῦς, ὑπηρέται τέ τινες τῶν βασιλικῶν ἐνέβαινον ἐς τὸ σκάφος. καὶ Σεμπρώνιος, ἀνὴρ Ῥωμαῖος τότε μὲν τῷ βασιλεῖ, πάλαι δὲ αὐτῷ Πομπηίῳ στρατευσάμενος, δεξιὰν ἔφερε παρὰ τοῦ βασιλέως τῷ Πομπηίῳ καὶ ἐκέλευεν ὡς ἐς φίλον τὸν παῖδα διαπλεῦσαι. ἅμα δὲ ταῦτʼ ἐγίγνετο, καὶ ὁ στρατὸς ὥσπερ ἐπὶ τιμῇ τοῦ Πομπηίου παρὰ τὸν αἰγιαλὸν ἐξετάσσετο ἅπας, καὶ ὁ βασιλεὺς ἐν μέσῳ τῇ φοινικίδι κατάδηλος ἦν περικειμένῃ.

于是他因上述缘由扬帆驶向埃及。当时,与弟弟共治的克利奥帕特拉刚被逐出埃及,正在叙利亚一带招兵买马;克利奥帕特拉之弟托勒密正在埃及的卡西翁山附近设防,以防备克利奥帕特拉的进犯;不知何故,天意使长风将庞培吹送至卡西翁。庞培见岸上有大军驻扎,便停船不前,并推测国王身在其中,事实果真如此。他遣使陈告自己的身份以及与其父的旧交。国王时年仅约十三岁,其兵权由阿基拉斯执掌,财政则由太监波提纽斯统管;二人就庞培之事共商对策。在场的萨摩斯演说家塞奥多托斯乃年幼国王的塾师,竟进献大逆不道的奸计:伏击并诛杀庞培,以此向恺撒邀功取宠。此计获准后,他们便以海水浅滩、大船难行之借口,遣一叶劣舟前往迎候,数名王室侍从登舟随行。另有一名罗马人森普罗纽斯,此人早年曾随庞培征战,此时效力于埃及王,他代表国王向庞培伸出誓约之右手,请他如同去见友人般前往少年国王处。与此同时,全军沿海岸整肃列阵,宛如为了礼遇庞培一般,国王身披紫袍端坐军中,格外显赫醒目。

语法注3 条
  1. 21283ἐπιβεβουλευμένον τε ἔναγχος ὑπὸ Κράσσου

    完成时被动态分词 ἐπιβεβουλευμένον 为阳性宾格单数,修饰 τὸν Παρθυαῖον。动词 ἐπιβουλεύω(图谋、设谋进犯)在主动态通常支配与格,在此用于被动态,以承受进犯的一方(帕提亚人/帕提亚王)作为修饰对象(即“不久前遭克拉苏图谋进犯的”)。

  2. 21283Κράσσου μάλιστα γεγενημένην

    分词 γεγενημένην 搭配属格 Κράσσου,表示从属与婚姻关系(即“曾为克拉苏之妇/妻”,史实上为小克拉苏即普布利乌斯·克拉苏之妻)。

  3. 21284ὡς χαριουμένους Καίσαρι

    小词 ὡς 搭配将来时分词 χαριουμένους(阳性宾格复数),表示主观目的或动机(“以此讨好恺撒”)。主句主语塞奥多托斯虽为单数,但此处的宾格复数指代将付诸实施谋杀的整个宫廷决策群体(阿基拉斯、波提纽斯等人),与前文不定词所隐含的动作主体相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21283-21284