- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21388-21390
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法萨卢斯战役后,恺撒赦免了雅典等人并乘小舟横渡海峡,意外收降了因畏惧而投降的卡西乌斯舰队。随后他轻装急行至亚历山大里亚,起初韬光养晦,待军队抵达后处死杀害庞培者,并在平定战乱后扶立克娄巴特拉为王。
αὐτὸς δʼ ἐπὶ τῇ νίκῃ δύο μὲν ἡμέρας ἐν Φαρσάλῳ διέτριψε θύων καὶ τὸν στρατὸν ἐκ τῆς μάχης ἀναλαμβάνων· ἔνθα καὶ Θεσσαλοὺς ἐλευθέρους ἠφίει συμμαχήσαντάς οἱ καὶ Ἀθηναίοις αἰτήσασι συγγνώμην ἐπεδίδου καὶ ἐπεῖπε· “ποσάκις ὑμᾶς ὑπὸ σφῶν αὐτῶν ἀπολλυμένους ἡ δόξα τῶν προγόνων περισώσει;” τῇ τρίτῃ δʼ ἐξήλαυνεν ἐπὶ τὴν ἕω κατὰ πύστιν τῆς Πομπηίου φυγῆς καὶ τὸν Ἑλλήσποντον ἀπορίᾳ τριήρων σκάφεσιν ἐπεραιοῦτο μικροῖς. Κάσσιος δὲ σὺν τῷ μέρει τῶν τριήρων ἐπιφαίνεται μεσοποροῦντι, πρὸς Φαρνάκην ἐπειγόμενος. καὶ δυνηθεὶς ἂν πολλαῖς τριήρεσι κατὰ σκαφῶν μικρῶν,1 ὑπὸ δέους τῆς Καίσαρος εὐτυχίας περιπύστου δὴ καὶ ἐπιφόβου τότε οὔσης ἐξεπλάγη καὶ νομίσας οἱ τὸν Καίσαρα ἐπίτηδες ἐπιπλεῖν τὰς χεῖρας ὤρεγεν ἐς αὐτόν, ἀπὸ τριήρων ἐς σκάφη, καὶ συγγνώμην ᾔτει καὶ τὰς τριήρεις παρεδίδου. τοσοῦτον ἴσχυεν ἡ δόξα τῆς Καίσαρος εὐπραγίας· οὐ γὰρ ἔγωγε αἰτίαν ἑτέραν ὁρῶ οὐδὲ ἔργον ἕτερον ἡγοῦμαι τύχης ἐν ἀπόρῳ καιρῷ γενέσθαι μᾶλλον ἢ Κάσσιον τὸν πολεμικώτατον ἐπὶ τριήρων ἑβδομήκοντα ἀπαρασκεύῳ Καίσαρι συντυχόντα μηδʼ ἐς χεῖρας ἐλθεῖν ὑποστῆναι. ὁ δʼ οὕτως ἑαυτὸν αἰσχρῶς ὑπὸ φόβου μόνου παραπλέοντι παραδοὺς ὕστερον ἐν Ῥώμῃ δυναστεύοντα ἤδη κατέκανεν· ᾧ καὶ αὐτῷ δῆλόν ἐστι τὸν ἕτερον τῷ Κασσίῳ φόβον ὑπὸ τύχης ἐγγενέσθαι τὸν Καίσαρα ἐπαιρούσης.2
恺撒本人在获胜之后,在法萨卢斯停留了两天,献祭并让军队在战后得以休整。在那里,他释放了作为同盟与他作战的色萨利人,并向请求宽恕的雅典人施予赦免,且说道:“在你们自取灭亡之时,你们先祖的荣光还要拯救你们多少次?”到了第三天,他顺着庞培逃亡的消息向东方进军,因缺少三列桨座战船,便乘小舟横渡赫勒斯滂海峡。这时,卡西乌斯率领一部分三列桨座战船,在恺撒渡至海峡中途时迎面出现,他本正赶往法尔纳克斯处。卡西乌斯本能够以众多的三列桨座战船压倒那些小舟,却由于对恺撒当时广为人知且令人畏惧的幸运深感恐惧而惊惶失措,以为恺撒是故意向自己驶来,便从三列桨座战船上向小舟上的恺撒伸出双手,请求宽恕,并交出了舰队。恺撒顺遂境遇的威名竟有如此大的力量;因为我无论如何看不到别的原因,也不认为在危急关头还有什么别的命运之作,能比身为骁勇善战之士的卡西乌斯率领七十艘三列桨座战船,遭遇毫无防备的恺撒,却甚至不敢与之交手更显奇特了。然而,这个仅因恐惧便如此可耻地向一个乘舟而过的路人投降的人,后来却在罗马将已然执掌大权的恺撒刺杀了;由此本身也显然可见,卡西乌斯先前的恐惧是由意欲抬升恺撒的命运所赋予的。
διασωθεὶς δʼ οὕτω παραδόξως ὁ Καῖσαρ καὶ τὸν Ἑλλήσποντον περαιωθεὶς Ἴωσι μὲν καὶ Αἰολεῦσι καὶ ὅσα ἄλλα ἔθνη τὴν μεγάλην χερρόνησον οἰκοῦσι ʽκαὶ καλοῦσιν αὐτὰ ἑνὶ ὀνόματι Ἀσίαν τὴν κάτὠ, συνεγίγνωσκε πρεσβευομένοις ἐς αὐτὸν καὶ παρακαλοῦσι, πυθόμενος δὲ Πομπήιον ἐπʼ Αἰγύπτου φέρεσθαι διέπλευσεν ἐς Ῥόδον. καὶ οὐδʼ ἐνταῦθα τὸν στρατὸν αὑτοῦ κατὰ μέρη προσιόντα περιμείνας ἐς τὰς Κασσίου καὶ Ῥοδίων τριήρεις ἐνέβη σὺν τοῖς παροῦσιν· οὐδενί τε ἐκφήνας, ὅπῃ τὸν πλοῦν ποιήσεται, περὶ ἑσπέραν ἀνήγετο, ἐπαγγείλας τοῖς λοιποῖς κυβερνήταις πρὸς τὸν λαμπτῆρα τῆς ἑαυτοῦ νεὼς καὶ μεθʼ ἡμέραν πρὸς τὸ σημεῖον εὐθύνειν· τῷ δʼ αὑτοῦ κυβερνήτῃ, πολὺ τῆς γῆς ἀποσχών, προσέταξεν ἐς Ἀλεξάνδρειαν φέρεσθαι. καὶ ὁ μὲν τρισὶν ἡμέραις πελάγιος ἀμφὶ τὴν Ἀλεξάνδρειαν ἦν· ἐσδέχονται δʼ αὐτὸν οἱ τοῦ βασιλέως ἐπιτροπεύοντες, ἔτι τοῦ βασιλέως ἀμφὶ τὸ Κάσσιον ὄντος. καὶ πρῶτα μὲν ἀπραγμοσύνην τινὰ διὰ τὴν ὀλιγότητα τῶν συνόντων ὑπεκρίνετο φιλοφρόνως τε τοὺς ἐντυγχάνοντας ἐξεδέχετο καὶ τὴν πόλιν περιιὼν τοῦ κάλλους ἐθαύμαζε καὶ τῶν φιλοσόφων μετὰ τοῦ πλήθους ἑστὼς ἠκροᾶτο· ὅθεν αὐτῷ χάρις τε καὶ δόξα ἀγαθὴ ὡς ἀπράγμονι παρὰ τοῖς Ἀλεξανδρεῦσιν ἐφύετο.
恺撒如此奇迹般地保全了性命并渡过了赫勒斯滂海峡,对伊奥尼亚人、埃奥利斯人以及居住在这座大半岛(他们用一个名称统称其为下亚细亚)上的所有其他部族,在他们派使节前来恳求时予以赦免;但得知庞培正逃往埃及后,他便航行到了罗得岛。在罗得岛,他也没有等待陆续分批赶来的本部军队,而是带上身边的人登上了卡西乌斯和罗得岛人的战船;他未向任何人透露将驶向何方,在傍晚时分起航,吩咐其余舵手夜间朝他旗舰的灯火、白天朝旗号校准航向;而对于自己的舵手,在远离陆地之后,他下令驶向亚历山大里亚。他在海上航行了三天,抵达亚历山大里亚附近;当时国王还在卡西翁山一带,国王的摄政者们接纳了他。起初,由于身旁随从很少,恺撒装出一副超然不争的样子,亲切地接待前来拜会的人,在城中巡视赞赏其秀丽,并与平民一同驻足倾听哲学家们的讲学;因此,他在亚历山大里亚人中间树立了无意揽事的雅量与良好声誉。
ἐπεὶ δʼ ὁ στρατὸς αὐτῷ κατέπλευσε, Ποθεινὸν μὲν καὶ Ἀχιλλᾶν ἐκόλασε θανάτῳ τῆς ἐς τὸν Πομπήιον παρανομίας, Θεόδοτον δὲ διαδράντα Κάσσιος ὕστερον ἐκρέμασεν, εὑρὼν ἐν Ἀσίᾳ. θορυβούντων δʼ ἐπὶ τῷδε τῶν Ἀλεξανδρέων καὶ τῆς στρατιᾶς τῆς βασιλικῆς ἐπʼ αὐτὸν ἰούσης, ἀγῶνες αὐτῷ ποικίλοι περὶ τὸ βασίλειον ἐγένοντο καὶ ἐν τοῖς παρʼ αὐτὸ αἰγιαλοῖς, ἔνθα καὶ φεύγων ἐς τὴν θάλατταν ἐξήλατο καὶ ἐς πολὺ ἐν τῷ βυθῷ διενήξατο· καὶ τὴν χλαμύδα αὐτοῦ λαβόντες οἱ Ἀλεξανδρεῖς περὶ τρόπαιον ἐκρέμασαν. τελευταῖον δʼ ἀνὰ τὸν Νεῖλον αὐτῷ γίνεται πρὸς τὸν βασιλέα ἀγών, ᾧ δὴ καὶ μάλιστα ἐκράτει. καὶ ἐς ταῦτα διετρίφθησαν αὐτῷ μῆνες ἐννέα, μέχρι Κλεοπάτραν ἀντὶ τοῦ ἀδελφοῦ βασιλεύειν ἀπέφηνεν Αἰγύπτου. καὶ τὸν Νεῖλον ἐπὶ τετρακοσίων νεῶν, τὴν χώραν θεώμενος, περιέπλει μετὰ τῆς Κλεοπάτρας, καὶ τἆλλα ἡδόμενος αὐτῇ. ἀλλὰ τάδε μὲν ἕκαστα ὅπως ἐγένετο, ἀκριβέστερον ἡ περὶ Αἰγύπτου συγγραφὴ διέξεισι· τὴν δὲ κεφαλὴν τοῦ Πομπηίου προσφερομένην οὐχ ὑπέστη,3 ἀλλὰ προσέταξε ταφῆναι, καί τι αὐτῇ τέμενος βραχὺ πρὸ τῆς πόλεως περιτεθὲν Νεμέσεως τέμενος ἐκαλεῖτο· ὅπερ ἐπʼ ἐμοῦ κατὰ Ῥωμαίων αὐτοκράτορα Τραϊανόν, ἐξολλύντα τὸ ἐν Αἰγύπτῳ Ἰουδαίων γένος, ὑπὸ τῶν Ἰουδαίων ἐς τὰς τοῦ πολέμου χρείας κατηρείφθη.
但当他的大军乘船到达后,他便将波提诺斯和阿基拉斯处以死刑,以惩罚他们对庞培犯下的罪行,而潜逃的塞奥多托斯后来在亚细亚被卡西乌斯搜出并钉死在十字架上。亚历山大里亚人为此大起骚动,王室军队也向他袭来,于是在王宫周围及临近的海滩上爆发了各种战斗,期间恺撒在逃命时甚至跳入海中,在深水中潜游了很长一段距离;亚历山大里亚人缴获了他的斗篷,悬挂在战利品柱上。最后,在尼罗河畔他与国王进行了一场决战,在这场决战中他取得了压倒性的胜利。这些战事共耗去了他九个月的时间,直到他确立克娄巴特拉取代其弟统治埃及时方告结束。恺撒还率领四百艘船只,与克娄巴特拉一同巡游尼罗河,沿途视察国土,并在其他方面享受与她的相伴。然而,这些事件具体是如何发生的,《埃及记》将有更详尽的叙述;至于庞培的头颅被呈献上来时,恺撒不忍直视,而是下令将其安葬,并在城前为之划出一处小神域,被称为涅墨西斯神域;到了我所处的时代,在罗马皇帝图拉真剿灭埃及的犹太民族时,这处神域被犹太人为了战争的需要拆毁了。
- 21388καὶ δυνηθεὶς ἂν πολλαῖς τριήρεσι κατὰ σκαφῶν μικρῶν
分词 δυνηθείς 与 ἄν 连用,表达与过去事实相反的潜在可能(“本能够……”)。介词短语 κατὰ σκαφῶν μικρῶν 所修饰的动词(如 κρατῆσαι)在语境中被省略。
- 21388ᾧ καὶ αὐτῷ δῆλόν ἐστι τὸν ἕτερον τῷ Κασσίῳ φόβον ὑπὸ τύχης ἐγγενέσθαι τὸν Καίσαρα ἐπαιρούσης
ᾧ καὶ αὐτῷ 是关系代名词的手段或原因与格(“正由此事本身”)。τὸν ἕτερον ... φόβον 指“先前的恐惧”(与后来大胆刺杀恺撒之举相对),充当不定式 ἐγγενέσθαι 的主语。末尾的 τὸν Καίσαρα ἐπαιρούσης 为修饰 τύχης(介词 ὑπό 的宾语)的阴性属格分词(“意欲抬升恺撒的命运”)。
- 21390τὴν δὲ κεφαλὴν τοῦ Πομπηίου προσφερομένην οὐχ ὑπέστη
τὴν δὲ κεφαλὴν ... προσφερομένην 作动词 οὐχ ὑπέστη 的直接宾语,意为“受不住呈献上来的庞培头颅(不忍直视)”,分词 προσφερομένην 表示伴随状况或宾语补足。
