- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21181-21182
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法萨卢斯战役庞培方败局已定,庞培失魂落魄弃营潜逃至拉里萨;恺撒亲率疲惫的将士乘胜攻克敌寨,以阵亡人数统计及嘉奖克拉西纽斯等立功将士宣告战役告终。
Πομπήιος δʼ ἐπεὶ τὴν τροπὴν εἶδεν, ἔκφρων αὑτοῦ γενόμενος1 ἀπῄει βάδην ἐς τὸ στρατόπεδον καὶ παρελθὼν ἐς τὴν σκηνὴν ἐκαθέζετο ἄναυδος, οἷόν τι καὶ τὸν Τελαμῶνος Αἴαντά φασιν ἐν Ἰλίῳ παθεῖν, ἐν μέσοις πολεμίοις ὑπὸ θεοβλαβείας. τῶν δʼ ἄλλων ὀλίγοι πάνυ ἐσῄεσαν ἐς τὸ στρατόπεδον· τὸ γὰρ κήρυγμα τοῦ Καίσαρος ἑστάναι τε ἀκινδύνως ἐποίει, καὶ παραδραμόντων τῶν πολεμίων διεσκίδνη κατὰ μέρος. ληγούσης δὲ τῆς ἡμέρας ὁ Καῖσαρ τὸν στρατὸν ἀσχέτως που περιθέων ἱκέτευε προσπονῆσαι, μέχρι καὶ τὸν χάρακα τοῦ Πομπηίου λάβοιεν, ἐκδιδάσκων, ὅτι, εἰ συσταῖεν αὖθις οἱ πολέμιοι, μίαν ἡμέραν ἔσονται νενικηκότες, εἰ δὲ τὸ στρατόπεδον αὐτῶν ἕλοιεν, τὸν πόλεμον ἑνὶ τῷδε ἔργῳ κατωρθωκότες ἂν εἶεν.2 τάς τε οὖν χεῖρας αὐτοῖς ὤρεγε καὶ πρῶτος ἐξῆρχε δρόμου. τοῖς δὲ τὰ μὲν σώματα ἔκαμνε, τὴν δὲ ψυχὴν ὅ τε λογισμὸς καὶ ὁ αὐτοκράτωρ συντρέχων ἐκούφιζεν. ᾐώρει δὲ καὶ ἡ τῶν γεγονότων εὐπραξία καὶ ἐλπίς, ὅτι καὶ τὸν χάρακα αἱρήσουσι καὶ πολλὰ τὰ ἐν αὐτῷ· ἥκιστα δʼ ἐν ἐλπίσιν ἢ εὐτυχίαις ἄνθρωποι καμάτων αἰσθάνονται. οἱ μὲν δὴ καὶ τῷδε προσπεσόντες ἐπεχείρουν σὺν πολλῇ πρὸς τοὺς ἀπομαχομένους καταφρονήσει, ὁ δὲ Πομπήιος μαθὼν ἐξ ἀλλοκότου σιωπῆς τοσοῦτον ἀπέρρηξεν· “οὐκοῦν καὶ ἐπὶ τὸν χάρακα ἡμῶν;”3 καὶ εἰπὼν τήν τε στολὴν ἐνήλλαξε καὶ ἵππου ἐπιβὰς σὺν φίλοις τέσσαρσιν οὐκ ἀνέσχε δρόμου, πρὶν ἀρχομένης ἡμέρας ἐν Λαρίσσῃ γενέσθαι. ὁ δὲ Καῖσαρ, ὡς ἐπηπείλησε παρατάσσων, ἐν τῷ Πομπηίου χάρακι ἐστάθμευσε, καὶ αὐτός τε τὴν ἐκείνου βρώμην καὶ ὁ στρατὸς ἅπας τὴν τῶν πολεμίων ἐδαίσαντο.
庞培见全线溃败,神魂颠倒,步步后撤退入大营;步入帐篷后,他默默无言地坐着,正如传说泰拉蒙之子埃阿斯在特洛伊城下因神明降灾而在敌阵之中所经历的情状一般。其余的人极少进入营寨;因恺撒的布告令他们得以免遭危险而原地伫立,并在敌军疾驰而过后分批四散而去。傍晚时分,恺撒以按捺不住的热忱巡行全军,恳请将士们再行奋勉,直至攻取庞培的营垒;他向士兵开导道,敌军若重整旗鼓,他们所得的不过是一日的胜利;但若攻下敌寨,便将凭此一举彻底底定战局。于是他向众人伸出双手,率先带头奔跑冲锋。士兵们身躯虽已疲惫,但理智以及与他们并肩奔跑的统帅却减轻了他们心灵的重压。此前的战果以及夺取敌营与其中丰厚物资的希望亦使他们群情振奋;盖因身处希望与胜利之中时,人们最不易觉察劳苦。于是他们亦扑向这座营垒,以对顽抗者的极大蔑视展开强攻。庞培获悉此事,打破了异样的沉默,只脱口叹道:“怎么,竟连我们的营垒也要进攻吗?”言罢,他更换衣衫,策马与四名友人同行,未曾减缓马速,直至次日拂晓抵达拉里萨。恺撒则正如在列阵时所扬言的那样,驻扎在庞培的营垒之中;他本人享用了庞培的美餐,全军则尽情享用了敌人的给养。
ἀπέθανον δὲ ἑκατέρων, τῶν γε Ἰταλῶν (οὐ γὰρ δὴ τῶν γε συμμάχων οὐδʼ ἐξαρίθμησις ἐγένετο ὑπὸ πλήθους καὶ καταφρονήσεως) ἐκ μὲν τοῦ Καίσαρος στρατοῦ τριάκοντα λοχαγοὶ καὶ ὁπλῖται διακόσιοι, ἤ, ὡς ἑτέροις δοκεῖ, χίλιοι καὶ διακόσιοι, ἐκ δὲ τῶν Πομπηίου βουλευταὶ μὲν δέκα, ὧν ἦν καὶ Λεύκιος Δομίτιος, ὁ αὐτῷ Καίσαρι πεμφθεὶς ἐπὶ τὴν Γαλατίαν διάδοχος, τῶν δὲ καλουμένων ἱππέων ἀμφὶ τεσσαράκοντα τῶν ἐπιφανῶν· ἐκ δὲ τῆς ἄλλης στρατιᾶς οἱ μὲν ἐπαίροντές φασι δισμυρίους ἐπὶ πεντακισχιλίοις, Ἀσίνιος δὲ Πολλίων, ὑπὸ Καίσαρι τῆς μάχης ἐκείνης στρατηγῶν, ἑξακισχιλίους ἀναγράφει νεκροὺς εὑρεθῆναι τῶν Πομπηίου. τοῦτο τέλος ἦν τῆς ἀοιδίμου περὶ Φάρσαλον μάχης. ἀριστεῖα δʼ ὁ μὲν Καῖσαρ αὐτὸς καὶ πρῶτα καὶ δεύτερα ἐκ πάντων ἐφέρετο, ὁμολογούμενος ἀριστεῦσαι, καὶ σὺν αὐτῷ τὸ τέλος τὸ δέκατον· τὰ δὲ τρίτα Κρασσίνιος λοχαγός, ὃν Καῖσαρ μὲν ἐξιὼν ἐπὶ τὴν μάχην ἤρετο, ὅ τι προσδοκῴη, ὁ δὲ λαμπρῶς ἀνεβόησε· “νικήσομεν, ὦ Καῖσαρ, κἀμὲ τήμερον ἢ ζῶντα ἢ νεκρὸν ἀποδέξῃ·” ἡ στρατιὰ δʼ ἐμαρτύρει καθάπερ ἔνθουν ἐς ἑκάστην τάξιν μεταθέοντα πολλὰ καὶ λαμπρὰ δρᾶσαι. ἐπεὶ δὲ ζητούμενος ἐν τοῖς νεκροῖς εὑρέθη, τὰ ἀριστεῖα ὁ Καῖσαρ αὐτῷ περιέθηκε καὶ συνέθαψε καὶ τάφον ἐξαίρετον ἀνέστησεν ἐγγὺς τοῦ πολυανδρίου.
双方阵亡者中,仅以意大利人而论(至于同盟军,因人数庞杂且受人鄙夷,根本未曾清点),恺撒军中阵亡三十名百夫长和二百名重装步兵,或据他人记载为一千二百名;庞培军中则阵亡元老十名,其中包括被派往高卢接替恺撒本人的卢基乌斯·多米提乌斯,以及所谓骑士阶层中的显要者约四十名。至于其余军队,夸大其词者称有二万五千人阵亡,但当时在恺撒麾下参战的将领阿西尼乌斯·波利奥则记载,清点出的庞培军尸体为六千具。 这便是闻名遐迩的法萨卢斯战役的终局。论及战功奖赏,恺撒本人因公认英勇绝伦而独揽第一与第二等荣誉,第十军团亦与他同享盛誉;第三等奖赏授予百夫长克拉西纽斯。恺撒出战前曾问他有何期许,他高声响亮地答道:“恺撒,我们必胜!今日你见到的我,非生即死,必受你嘉许。”全军亦证实他宛如神助般穿梭于各列阵线之间,立下诸多赫赫战功。及至在阵亡者中寻获其遗体,恺撒将战功勋章佩于其身并一同安葬,并在阵亡将士合葬冢旁为他单独修筑了一座显赫的坟墓。
- 21181ἔκφρων αὑτοῦ γενόμενος
反身代词属格 αὑτοῦ 作复合形容词 ἔκφρων(“发狂的”、“失去理智的”)的分离属格。由于形容词由前缀 ἐκ- 与 φρήν 构成,保留了介词 ἐκ(“出”)的支配力量,意为“脱离自身理智”,生动描绘庞培失魂落魄的极度震惊状态。
- 21181μίαν ἡμέραν ἔσονται νενικηκότες, εἰ δὲ τὸ στρατόπεδον αὐτῶν ἕλοιεν, τὸν πόλεμον ἑνὶ τῷδε ἔργῳ κατωρθωκότες ἂν εἶεν
在间接引语(ἐκδιδάσκων ὅτι)内构成的两组条件句对比:(1) 前半句采用迂说将来完成时 ἔσονται νενικηκότες,表达一种局限的状态结果(“仅仅成为一天的胜者”);(2) 后半句以 εἰ+祈愿法不定过去时 ἕλοιεν 配搭归结句的 ἄν+祈愿法完成时迂说式 κατωρθωκότες ἂν εἶεν,忠实重现直接引语中的潜在条件句(εἰ ἕλοιμεν, κατωρθωκότες ἂν εἶμεν),强调一旦攻陷敌营,便能凭此一举实现对整场战争的最终底定。
- 21181οὐκοῦν καὶ ἐπὶ τὸν χάρακα ἡμῶν;
省略了运动性谓语动词(如 ἔρχονται 或 ἐπίασιν)的惊愕性疑问句。语气词 οὐκοῦν 在疑问句中引出带有既成事实震惊色彩的反诘,期待肯定回答(“那么,他们竟然连我们的营寨都要来攻了吗?”),生动再现了庞培难以置信的仓皇与绝望。
