- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21178-21180
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法萨卢斯战役正式打响,恺撒伏兵以直刺面门之策击溃庞培骑兵,进而迂回包抄击垮庞培左翼。随后,恺撒下令善待身为同胞的意大利敌兵,专事诛杀外邦同盟军,歼灭同盟军主力并确立了决定性胜局。
μέλλουσι δʼ ἔτι καὶ ἐς ἀλλήλους ἀποβλέπουσιν ἡ ἡμέρα προύκοπτε.1 καὶ τὸ μὲν Ἰταλικὸν ἅπαν εὐσταθῶς ἐφʼ ἡσυχίας ἀκριβοῦς ἀνέμενε· τὸ δὲ συμμαχικὸν ὁ Πομπήιος αὑτοῦ ταρασσόμενον ὁρῶν ὑπὸ τῆς μελλήσεως καὶ δείσας, μὴ πρὸ τοῦ ἀγῶνος ἀταξίας κατάρξειεν, ὑπεσήμαινε πρῶτος, καὶ ἀντήχησε Καῖσαρ, αὐτίκα δʼ αἵ τε σάλπιγγες αὐτοὺς ἐξώτρυνον ὀρθίοις κλαγγαῖς ὡς ἐν τοσῷδε πλήθει πολλαὶ κατὰ μέρη, καὶ οἱ κήρυκες καὶ οἱ ἐπιστάται περιθέοντες ἤπειγον. οἱ δὲ σοβαρῶς ἀλλήλοις ἐπῄεσαν μετά τε θάμβους καὶ σιωπῆς βαθυτάτης ὡς πολλῶν ἀγώνων τοιῶνδε ἐμπειροπόλεμοι. πλησιάζουσι δʼ αὐτοῖς ἤδη τόξα καὶ λίθοι πρῶτον ἦν καὶ τῶν ἱππέων βραχὺ τὰ πεζὰ προλαβόντων πεῖραί τε καὶ ἐπελάσεις ἐπʼ ἀλλήλους. καὶ προύχοντες οἱ τοῦ Πομπηίου τὸ δέκατον τέλος ἐκυκλοῦντο. Καίσαρος δὲ τὸ σημεῖον τοῖς ἐφεδρεύουσιν ἄραντος, οἱ μὲν ἐξαναστάντες ἐς τοὺς ἵππους ἐχώρουν, ὀρθοῖς ἄνω τοῖς δόρασιν ἐς τὰ πρόσωπα τύπτοντες τοὺς ἐπικαθημένους, οἱ δʼ οὐκ ἐνεγκόντες αὐτῶν οὔτε τὴν ἀπόνοιαν οὔτε τὰς ἐπὶ στόμα καὶ κατʼ ὀφθαλμοὺς πληγὰς ἔφευγον ἀκόσμως. καὶ τὸ ἐνταῦθα πεζὸν εὐθὺς ἱππέων ἔρημον γενόμενον ἐκυκλοῦντο οἱ τοῦ Καίσαρος ἱππέες, αὐτοὶ δείσαντες περικύκλωσιν.2
在他们依旧迟疑并彼此对望之时,白昼渐渐推移。整个意大利兵团镇定自若,在严整的肃静中等待;但庞培见己方的同盟军因迟延而骚动不安,唯恐他们在交战前便率先陷入混乱,便首先发出了信号。恺撒随即吹响号角回应,刹那间,在如此庞大的人群中,各部吹响了众多军号,以高亢的鸣响激励士卒,传令官与各级军官亦四处奔走催促。士兵们满怀威严地向对方逼近,却因如同历经多次此类恶战的老兵一般,带着敬畏与极深沉的肃静。当他们业已逼近时,首先是箭矢与石弹齐发,骑兵稍稍抢在步兵之前彼此试探与冲杀。庞培的骑兵占据优势,开始包抄第十军团。然而,当恺撒向伏兵发出信号时,他们一跃而起冲向战马,长矛笔直朝上,直刺骑士们的面门;敌骑既无法承受他们拼死的狂暴,亦无法抵挡刺向口目的打击,便溃乱奔逃。该处的步兵随之立刻失去了骑兵的掩护,反被此前唯恐遭包抄的恺撒骑兵所包围。
Πομπήιος δὲ πυθόμενος ἐκέλευε τοῖς πεζοῖς μήτʼ ἐπεκθεῖν ἔτι μήτʼ ἐκτρέχειν ἐκ τῆς φάλαγγος μηδʼ ἀκοντίζειν, ἀλλʼ ἐν προβολῇ διαστάντας ἀμύνεσθαι διὰ χειρὸς τοῖς δόρασι τοὺς ἐπιόντας. καὶ τόδε τινὲς αὐτοῦ τὸ στρατήγημα ἐπαινοῦσιν ὡς ἄριστον ἐν περικυκλώσει, ὁ δὲ Καῖσαρ ἐν ταῖς ἐπιστολαῖς καταμέμφεται· τάς τε γὰρ πληγὰς ὑπὸ τῆς βολῆς εὐτονωτέρας γίνεσθαι καὶ τοὺς ἄνδρας ὑπὸ τοῦ δρόμου προθυμοτέρους· ἑστῶτας δʼ ἀποψύχεσθαί τε καὶ τοῖς ἐπιθέουσιν εὐβλήτους διʼ ἀτρεμίαν οἷα σκοποὺς εἶναι. ὃ καὶ τότε γενέσθαι· τὸ γὰρ δέκατον τέλος σὺν αὑτῷ περιδραμεῖν3 τὰ λαιὰ τοῦ Πομπηίου ἔρημα ἱππέων γενόμενα καὶ πανταχόθεν ἀτρεμοῦντας ἐς τὰ πλευρὰ ἐσακοντίζειν, μέχρι θορυβουμένοις ἐμπεσόντας βίᾳ τρέψασθαι καὶ τῆς νίκης κατάρξαι. κατὰ δὲ τὸ ἄλλο πλῆθος ἦν ἔτι τραυμάτων καὶ φόνων ἔργα πολλὰ καὶ ποικίλα· βοὴ δὲ οὐδεμία ἐκ τοσῆσδε φάλαγγος τοιάδε δρώσης οὐδʼ οἰμωγαὶ τῶν ἀναιρουμένων ἢ πλησσομένων, ἀλλὰ βρυχήματα μόνα καὶ στόνοι πιπτόντων, ἔνθα συνετάχθησαν, εὐσχημόνως. οἱ σύμμαχοι δέ, καθάπερ ἀγῶνα πολέμου θεώμενοι, κατεπλήσσοντο τὴν εὐταξίαν καὶ οὔτε ἐς τὰς σκηνὰς τοῦ Καίσαρος ἐτόλμων ὑπὸ θαύματος, ὀλίγων αὐτὰς καὶ πρεσβυτέρων ἀνδρῶν φυλασσόντων, περιδραμεῖν οὔτε τι ἄλλο ἢ ἑστῶτες ἐθάμβουν.
庞培闻讯后,命令步兵不得再向前冲杀,亦不得擅自脱离方阵或投掷标枪,而是端平长矛拉开间距,以手头的长矛近身抵御来犯之敌。有人赞赏他的这一计策为遭遇包围时的上策,但恺撒在书简(军记)中予以指责:盖因借助投掷击打更为有力,借助奔跑士兵斗志更为昂扬;而原地站立者不仅士气冷却,更因静止不动而如靶子一般极易被冲锋者击中。当时的情形确乎如此:第十军团在恺撒亲自统领下,迂回包抄了庞培那失去骑兵掩护的左翼,从四面八方向静止不动的敌军侧翼投掷标枪,直至乘其混乱以全力猛扑,将其击溃,由此拉开了胜利的序幕。在主力军的其余战线上,依然发生着许多惨烈多样的伤亡与杀戮;然而,如此庞大的方阵在进行这般厮杀时竟毫无喧哗,被斩杀或击中者亦无号哭,唯有在原本列阵之处庄重倒下者的呻吟与叹息。同盟军则宛如旁观战争竞技一般,为其严整的纪律所震慑;因极度惊骇,尽管恺撒的营帐仅有少数年迈者把守,他们既不敢包抄袭击,亦未作任何他事,只是呆立原地惊愕不已。
ὡς δὲ ἐνέδωκε τὸ λαιὸν τοῦ Πομπηίου, αὐτοὶ μὲν καὶ τότε βάδην ὑπεχώρουν ἅμα καὶ συνεπλέκοντο, οἱ δὲ σύμμαχοι προτροπάδην ἔφευγον ἄπρακτοι, βοῶντες· “ἡσσήμεθα.” καὶ τὰς σκηνὰς σφῶν αὐτοὶ καὶ τὰ χαρακώματα ὡς ἀλλότρια προλαβόντες διέσπων καὶ διήρπαζον ἐς τὴν φυγὴν ὅ τι δύναιντο ἐπάγεσθαι. ἤδη δὲ καὶ τὸ ἄλλο τῶν Ἰταλῶν ὁπλιτικὸν τῆς ἐπὶ τάδε ἥσσης αἰσθανόμενον ὑπεχώρει κατὰ πόδα, πρῶτον ἐν κόσμῳ καὶ ἔτι ἐκ τῶν δυνατῶν ἀμυνόμενοι· ἐπικειμένων δʼ αὐτοῖς ὡς ἐν εὐπραξίᾳ τῶν πολεμίων ἐστράφησαν ἐς φυγήν. καὶ ὁ Καῖσαρ εὐμηχάνως δὴ τότε μάλιστα, ἵνα μὴ συνέλθοιεν αὖθις μηδὲ τὸ ἔργον γένοιτο μάχης μιᾶς, ἀλλὰ παντὸς τοῦ πολέμου, κήρυκας ἐς τὰς τάξεις πανταχοῦ περιέπεμπεν, οἳ τοῖς νικῶσιν ἐκέλευον ἀψαυστεῖν τῶν ὁμοεθνῶν, ἐπὶ δὲ τοὺς συμμάχους μόνους χωρεῖν. καὶ τοῖς ἡττωμένοις προσεπέλαζον παραινοῦντες ἀδεῶς ἑστάναι. ἀνήρ τε παρʼ ἀνδρὸς ἐκμανθάνων τὸ κήρυγμα εἱστήκει· καὶ σύμβολον ἤδη τοῦτο τῶν Πομπηίου στρατιωτῶν ἦν, τὸ ἀδεῶς ἑστάναι, τὰ ἄλλα ὡς Ἰταλῶν ὁμοιοτρόπως ἐσκευασμένων τε καὶ φωνὴν ὁμοίαν ἀφιέντων.4 διεκθέοντες δʼ αὐτοὺς οἱ τοῦ Καίσαρος τοὺς συμμάχους οὐ δυναμένους ἀντέχειν ἀνῄρουν· καὶ ὁ πλεῖστος ἐνταῦθα ἐγίγνετο φόνος.
当庞培的左翼崩溃时,意大利兵自身即便在那时仍一边缓步后撤,一边与之交战;同盟军却寸功未立便仓皇奔逃,高喊着:“我们溃败了!”他们甚至抢先拆毁并劫掠己方的帐篷与工事,视之如他人之物,以便在逃跑中带走一切能带走之物。此时,其余的意大利重装步兵察觉到了这一侧的溃败,亦开始步步后撤,起初阵列严整,尚在竭力抵抗;但当敌军乘胜猛攻时,他们便转为溃逃。恺撒此时极为审时度势,为免敌军重整旗鼓,亦为了使这一战果不仅止于单次战役的胜利,而成为整个战争的终结,遂向各队四处派遣传令官,命令胜者不得伤及同胞,仅向同盟军进攻。传令官亦走近败者,劝诫他们安然伫立。士兵彼此相传这一布告而原地站定;因在其他方面皆为意大利人,装备相同且言语一致,安然伫立遂立时成为庞培士卒的识别标记。恺撒的士兵从他们身旁穿梭而过,斩杀无力抵御的同盟军;绝大多数的杀戮便发生在彼处。
- 21178μέλλουσι δʼ ἔτι καὶ ἐς ἀλλήλους ἀποβλέπουσιν ἡ ἡμέρα προύκοπτε
与格分词 μέλλουσι ... ἀποβλέπουσιν 充当与表示时间推移的未完成时动词 προύκοπτε 相连的关涉与格(或时间环境与格),意为“在他们依旧迟疑并彼此对望之时,白昼渐渐推移”。此处未用属格独立结构,而是采用与格,生动体现出时间的消逝与双方当事人的心理状态紧密相关。
- 21178αὐτοὶ δείσαντες περικύκλωσιν
主格分词短语 αὐτοὶ δείσαντες 与前面的主语“恺撒的骑兵”(οἱ τοῦ Καίσαρος ἱππέες)保持一致。它表达了一种强烈的对比转折:此前自己(αὐτοί)还唯恐被敌军优势骑兵包抄的恺撒骑兵,此时反而转过来包围了失去掩护的庞培步兵。
- 21179ὃ καὶ τότε γενέσθαι· τὸ γὰρ δέκατον τέλος σὺν αὑτῷ περιδραμεῖν
紧随关系代词 ὃ 之后的不定式 γενέσθαι 以及接下来的 περιδραμεῖν、ἐσακοντίζειν、τρέψασθαι 和 κατάρξαι,承接前句的“恺撒在书简(军记)中予以指责”(ὁ δὲ Καῖσαρ ἐν ταῖς ἐπιστολαῖς καταμέμφεται),属于间接引语的不定式结构延续,转述了恺撒本人在著作中对战况的记述。
- 21180τὰ ἄλλα ὡς Ἰταλῶν ὁμοιοτρόπως ἐσκευασμένων τε καὶ φωνὴν ὁμοίαν ἀφιέντων
τὰ ἄλλα 为表示限制的宾格(副词性宾格,“在其他方面”)。其后带有 ὡς 的属格独立结构(ὡς Ἰταλῶν ὁμοιοτρόπως ἐσκευασμένων...)表达解释性原因:盖因双方同为意大利人,装束相同且言语相通,故而“安然伫立”本身便成了区分敌我的唯一标记(σύμβολον)。
