- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21175-21177
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在法萨卢斯决战之前,恺撒与庞培在法萨卢斯城与埃尼佩乌斯河之间展开对峙列阵并布置伏兵与口令,然而面对同胞相残的惨剧与无法挽回的命运,两位统帅在死寂中迟疑不决乃至潸然泪下。
ὁ μὲν τοσάδε εἰπὼν φυλακὴν ὅμως τῶν σκηνῶν κατέπεμπε δισχιλίους τοὺς πάνυ γέροντας· οἱ δʼ ἐξιόντες τὸ τεῖχος ἤρειπον μετὰ σιωπῆς βαθυτάτης καὶ ἐς τὴν τάφρον αὐτὸ ἐνεχώννυον. ὁρῶν δʼ ὁ Πομπήιος, ἡγουμένων τινῶν ἐς φυγὴν αὐτοὺς συσκευάζεσθαι, συνίει τοῦ τολμήματος καὶ ἔστενε καθʼ αὑτόν, ὅτι χωροῦσιν ἐς χεῖρας θηρίοις, λιμὸν ἔχοντες, ἄξιον θηρίων φάρμακον. ἀλλʼ οὐ γὰρ ἦν ἀναδῦναι ἔτι, τῶν πραγμάτων ὄντων ἐπὶ ξυροῦ.1 διὸ δὴ καὶ τετρακισχιλίους τῶν Ἰταλῶν φύλακας τοῦ στρατοπέδου καταλιπὼν παρέτασσε τοὺς λοιποὺς ἐς τὸ μεταξὺ Φαρσάλου τε πόλεως καὶ Ἐνιπέως ποταμοῦ, ἔνθα καὶ ὁ Καῖσαρ ἀντιδιεκόσμει, τοὺς μὲν Ἰταλοὺς ἑκάτερος αὐτῶν ἐς τρία διαιρῶν ἐπὶ μετώπου, μικρὸν ἀλλήλων διεστῶτας, καὶ τοὺς ἱππέας ἐπὶ τοῖς κέρασι τοῖς κατὰ μέρη τάσσων. τοξόται δὲ πᾶσιν ἀναμεμίχατο καὶ σφενδονῆται. καὶ τὸ μὲν Ἰταλικὸν οὕτω κεκόσμητο, ᾧ δὴ καὶ μάλιστα αὐτῶν ἑκάτερος ἐθάρρει· τὰ συμμαχικὰ δʼ ἦγον ἐφʼ ἑαυτῶν ὡς ἐς ἐπίδειξιν. πολύθρουν δὲ ἦν τὸ Πομπηίου συμμαχικὸν καὶ πολύγλωσσον· καὶ αὐτῶν ὁ Πομπήιος Μακεδόνας μὲν καὶ Πελοποννησίους καὶ Βοιωτοὺς καὶ Ἀθηναίους, ἀποδεξάμενος τῆς εὐταξίας καὶ σιωπῆς, παρεστήσατο τῇ φάλαγγι τῇ Ἰταλικῇ, τοὺς δὲ ἄλλους, ὅπερ ὁ Καῖσαρ εἴκαζεν, ἔξω τάξεως ἐκέλευσε κατὰ φυλὰς ἐφεδρεύοντας, ὅταν ἐν χερσὶν ὁ ἀγὼν γένηται, κυκλοῦσθαι τοὺς πολεμίους καὶ διώκειν, ὅσα δύναιντο βλάπτοντας, καὶ τὸ στρατόπεδον αὐτὸ Καίσαρος ἀχαράκωτον ὂν διαρπάζειν.
恺撒虽作了这番演说,却仍派出两千名最年迈之人作为帐篷的守卫;而出阵之人则在极深沉的肃静中拆毁营墙,将其填入壕沟之中。庞培望见此景,在某些人以为彼等正收拾行装准备逃窜之际,他洞察了这一果决之举,心中暗自叹息:〔己方〕拥有饥荒——对付猛兽相称的良药——却去与猛兽交手。然而万事俱在剃刀边缘,再无退缩的可能。于是庞培亦留下四千名意大利人作为大营的卫士,将其余部队列阵于法萨卢斯城与埃尼佩乌斯河之间,恺撒亦在对面相应列阵。彼等二人各自将麾下的意大利人在正面分为三队,彼此稍留间隔,并将骑兵部署在各部的两翼。弓箭手与投石手则混杂于全体各部之中。彼等各自最为信赖的意大利主力军便是如此编列,至于同盟军,则被各自单独统领,宛如仅作声势之展示。庞培的同盟军喧嚣纷杂且语种繁复;庞培嘉许马其顿人、伯罗奔尼撒人、波奥提亚人以及雅典人的纪律与肃静,将彼等部署在意大利方阵之旁;至于其余各部,正如恺撒所料,庞培命彼等按部族在阵列之外待命,一旦战事进入短兵相接,便包抄并追击敌军,尽可能予以重创,并劫掠恺撒那座已无工事护卫的大营。
ἡγοῦντο δὲ τῆς φάλαγγος Πομπηίῳ μὲν ὁ κηδεστὴς Σκιπίων ἐν μέσῳ καὶ ἐπὶ τοῦ λαιοῦ Δομίτιος, ἐπὶ δὲ τοῦ δεξιοῦ Λέντλος· Ἀφράνιος δὲ καὶ Πομπήιος τὸ στρατόπεδον ἐφύλαττον. Καίσαρι δʼ ἐστρατήγουν μὲν Σύλλας καὶ Ἀντώνιος καὶ Δομίτιος, αὐτὸς δʼ ἐπὶ τοῦ δεξιοῦ κέρως συνετάσσετο τῷ δεκάτῳ τέλει, καθάπερ ἦν ἔθος αὐτῷ. καὶ τοῦτʼ ἰδόντες οἱ πολέμιοι μετήγαγον ἐπʼ αὐτὸ τοὺς ἀρίστους τῶν ἱππέων, ἵνα πλέονες ὄντες, εἰ δυνηθεῖεν, κυκλώσαιντο. συνεὶς δὲ ὁ Καῖσαρ τρισχιλίους εὐτολμοτάτους πεζοὺς ἐνήδρευσεν, οἷς ἐκέλευσεν, ὅταν αἴσθωνται τοὺς πολεμίους περιθέοντας, ἀναπηδᾶν καὶ τὰ δόρατα ἐσπηδῶντας ἀνίσχειν ὀρθὰ ἐς τὰ πρόσωπα τῶν ἀνδρῶν· οὐ γὰρ οἴσειν ἀπείρους καὶ νέους, ὡραϊζομένους ἔτι, τὸν ἐς τὰ πρόσωπα κίνδυνον.2 οἱ μὲν δὴ τοιάδε κατʼ ἀλλήλων ἐμηχανῶντο καὶ περιῄεσαν ἑκάστους, καθιστάμενοί τε τὰ ἐπείγοντα καὶ ἐς εὐτολμίαν παρακαλοῦντες καὶ τὰ συνθήματα ἀναδιδόντες, ὁ μὲν Καῖσαρ Ἀφροδίτην νικηφόρον, ὁ δὲ Πομπήιος Ἡρακλέα ἀνίκητον.
庞培方阵的主将,中央为庞培的岳父西庇阿,左翼为多米提乌斯,右翼为伦图卢斯;阿弗拉尼乌斯与庞培留守大营。恺撒麾下则由苏拉、安东尼与多米提乌斯统领各部,恺撒本人则依其惯例,在右翼与第十军团一同列阵。敌军见状,便将其最精锐的骑兵调遣至对应之处,以便凭借兵力优势,若有可能便加以包围。恺撒察觉了这一点,便设伏下三千名最为勇悍的步兵,命彼等一旦察知敌军骑兵迂回包抄,便跃身杀出,将长矛径直刺向敌骑的面门;盖因彼等未经战阵且尚属年轻,尤自爱惜容颜,绝难承受面门所受之危。双方各自设下如此计策,并巡视各部,布置紧急事宜,激励士卒奋勇作战,并传达口令——恺撒所传口令为“克敌制胜的维纳斯”,庞培则为“不可战胜的赫拉克勒斯”。
ὡς δὲ σφίσιν ἕτοιμα πάντα ἦν, ἐπὶ πολὺ καὶ ὣς ἀνέμενον ἐν βαθείᾳ σιωπῇ, μέλλοντες ἔτι καὶ ὀκνοῦντες καὶ ἐς ἀλλήλους ἀποβλέποντες, ὁπότερος ἄρξει τῆς μάχης. τό τε γὰρ πλῆθος ᾤκτειρον, οὐδενός πω τοσοῦδε Ἰταλοῦ στρατοῦ ἐς ἕνα κίνδυνον συνελθόντος, καὶ τὴν ἀρετὴν ἐκκρίτων ὄντων ἑκατέρων ἠλέουν, καὶ μάλιστα, ὅτε ἴδοιεν Ἰταλοὺς Ἰταλοῖς συμφερομένους. ἐγγύς τε τοῦ κακοῦ γιγνομένοις αὐτοῖς ἡ μὲν ἐκκαίουσα καὶ τυφλοῦσα πάντας φιλοτιμία ἐσβέννυτο καὶ μετέβαλλεν ἐς δέος, ὁ δὲ λογισμὸς ἐκαθάρευε δοξοκοπίας καὶ τὸν κίνδυνον ἐμέτρει καὶ τὴν αἰτίαν, ὅτι περὶ πρωτείων δύο ἄνδρε ἐρίζοντε ἀλλήλοιν αὐτώ τε κινδυνεύετον ἀμφὶ τῇ σωτηρίᾳ, μηδʼ ἐσχάτω πάντων ἡττηθέντε ἔτι εἶναι,3 καὶ τοσόνδε πλῆθος ἀνδρῶν ἀγαθῶν διʼ αὐτούς. ἐσῄει δὲ σφᾶς, ὅτι φίλοι καὶ κηδεσταὶ τέως ὄντες καὶ πολλὰ συμπράξαντες ἀλλήλοις ἐς ἀξίωμα καὶ δύναμιν, ξίφη νῦν φέρουσι κατʼ ἀλλήλων καὶ τοὺς ὑποστρατευομένους ἐς ὁμοίας ἀθεμιστίας ἄγουσιν, ὁμοεθνεῖς τε ὄντας ἀλλήλοις καὶ πολίτας καὶ φυλέτας καὶ συγγενεῖς, ἐνίους δὲ καὶ ἀδελφούς· οὐδὲ γὰρ ταῦτα ἐνέλειπεν ἐκείνῃ τῇ μάχῃ, ἀλλʼ ὡς ἐν τοσαῖσδε μυριάσιν ἐξ ἑνὸς ἔθνους ἐπʼ ἀλλήλας ἰούσαις πολλὰ τὰ παράδοξα συνέπιπτεν. ὧν ἐνθυμούμενος ἑκάτερος μετανοίας τε οὐ δυνατῆς ἔτι ἐν τῷ παρόντι ἐνεπίμπλατο καὶ ὡς ἐσόμενος ἐκείνῃ τῇ ἡμέρᾳ τῶν ἐπὶ γῆς ἢ πρῶτος ἢ τελευταῖος ὤκνει τοσῆσδε ἀμφιβολίας ἄρξαι. καί φασιν αὐτῶν ἑκάτερον καὶ δακρῦσαι.
当双方万事俱备之时,却依然在深沉的肃静中长久伫立,心怀迟疑与畏缩,彼此面面相觑,看哪一方会率先挑起战端。盖因彼等怜悯这众多的人群——此前从未有如此庞大的意大利大军汇聚于单一一战之险境——亦痛惜双方精锐战士的英勇,尤其是目睹意大利人即将与意大利人自相残杀之时。随着大难临头,那曾将所有人煽动并蒙蔽的争胜之心顿时熄灭并转为畏惧,而理智荡除了虚荣之念,开始权衡危险与根由:因两个争夺至高之位的人彼此倾轧,不仅两人自身面临生死存亡之危——一旦落败便甚至无法沦为万民的最下等而存活——更有如此众多优秀的勇士因彼等而身陷险境。彼等心中浮现出这样的念头:两人此前曾为密友与姻亲,曾为了尊严与权势彼此多方协力,如今却拔剑相向,并将部属引向同等的大逆不道之中;而部属们彼此本属同一民族,同为公民、同袍与宗亲,其中甚至有些人还是亲兄弟——盖因在这场战役中亦不乏这等人物,在同族如此数万人彼此冲杀之际,许多悖逆常理之事自然接踵而至。各自思及此节,皆被在当下已然无法挽回的悔恨所充斥,且深知在这一日自己注定要成为世上最尊崇之人或是万劫不复之人,因而迟迟不敢开启如此重大的未卜之局。据说彼等两人皆潸然泪下。
- 21175τῶν πραγμάτων ὄντων ἐπὶ ξυροῦ
此处为独立属格结构,使用了希腊语中的谚语惯用表达(即 ἐπὶ ξυροῦ ἀκμῆς “处于剃刀边缘”的略缩式),意指局势千钧一发、迫在眉睫,已然无可挽回或退缩。
- 21176οὐ γὰρ οἴσειν ἀπείρους καὶ νέους, ὡραϊζομένους ἔτι, τὸν ἐς τὰ πρόσωπα κίνδυνον
该句为间接引语的不定式结构,依附于前文恺撒下达伏击命令时的心理考量。将来时不定式 οἴσειν(源自 φέρω)的逻辑主语为宾格短语 ἀπείρους καὶ νέους(由分词 ὡραϊζομένους ἔτι 修饰),直接宾语则为 τὸν ἐς τὰ πρόσωπα κίνδυνον。
- 21177μηδʼ ἐσχάτω πάντων ἡττηθέντε ἔτι εἶναι
此处为带双数形式(ἡττηθέντε)的“宾格加不定式”结构,照应前文的双数主语 δύο ἄνδρε。ἐσχάτω 为双数宾格表语,整句意为“一旦战败,便甚至不能作为万民的最下等之人而苟全于世”,体现出决战胜负关乎生死存亡的严酷性。
