- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21172-21174
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
决战在即,在神明导引罗马帝国开端之机,庞培与恺撒各自在全军面前发表战前演说以鼓舞士气。
ἀλλὰ τάδε μὲν ᾠκονόμει θεὸς ἐς ἀρχὴν τῆσδε τῆς νῦν ἐπεχούσης τὰ πάντα ἡγεμονίας· τότε δʼ αὐτῶν τὴν στρατιὰν ἑκάτερος συναγαγὼν ἐπώτρυνε, Πομπήιος μὲν τοιάδε λέγων· “ὑμεῖς, ὦ συστρατιῶται, στρατηγεῖτε τοῦ πόνου μᾶλλον ἢ στρατηγεῖσθε· αὐτοὶ γὰρ ἐμοῦ τὰ Καίσαρος ἐκτρύχειν ἔτι βουλομένου τὸν ἀγῶνα τόνδε προυκαλέσασθε. ὡς οὖν ἀγωνοθέται τῆς μάχης χρήσασθε μὲν ὡς ἐλάττοσι πολὺ πλείονες,1 καταφρονεῖτε δὲ ὡς ἡττημένων νενικηκότες καὶ γερόντων νέοι καὶ πολλὰ κεκμηκότων ἀκμῆτες ἄνδρες, οἷς ὑπάρχει δύναμις τοσήδε καὶ παρασκευὴ καὶ τὸ συνειδὸς αὐτὸ τῆς αἰτίας· ὑπὲρ γὰρ ἐλευθερίας καὶ πατρίδος ἀγωνιζόμεθα μετὰ νόμων καὶ δόξης ἀγαθῆς καὶ τοσῶνδε ἀνδρῶν, τῶν μὲν ἀπὸ βουλῆς, τῶν δʼ ἱππέων, πρὸς ἄνδρα ἕνα λῃστεύοντα τὴν ἡγεμονίαν. ἴτε οὖν, ὡς ἠξιοῦτε, μετʼ ἀγαθῆς ἐλπίδος, ἐν ὄψει τιθέμενοι τήν τε φυγὴν αὐτῶν τὴν περὶ τὸ Δυρράχιον γενομένην καὶ ὅσα σημεῖα μιᾶς ἡμέρας κρατοῦντες αὐτῶν ἐλάβομεν.”
然而,这些事皆是神祇为如今统摄万物的这一帝国统治的开端所作的安排;当时两位主帅各自召集军队加以激励,庞培陈辞如下: “袍泽们,对于这番劳苦,你们是统帅者而非受统帅者;因在我尚欲耗尽恺撒之力量时,正是你们自己求取了这场交锋。因此,作为这场战斗的评判者,你们既占绝大多数,便当以寡弱之徒对待彼等;既已获胜,便当蔑视彼等为败军之将;以青年蔑视老朽,以精力充沛之躯蔑视备受折磨之人——你们拥有如此雄厚的兵力与戒备,更有对正义事业本身的自觉。盖因我们乃是与法律、善誉以及由元老院议员与骑士所组成的如此众多的人士并肩,为了自由与祖国,去对抗一个正在劫夺最高统帅权的独夫。因此,正如你们所要求的那样,怀着美好的希望出击罢,将彼等在迪拉基乌姆周遭的溃逃,以及我们在战胜彼等时一日之内夺得的如许多军旗,明呈于眼前。”
ὁ μὲν δὴ Πομπήιος ὧδε ἔλεγεν, ὁ δὲ Καῖσαρ τοῖς ἰδίοις τοιάδε· “τὰ μὲν δυσχερέστερα ἤδη νενικήκαμεν, ὦ φίλοι· ἀντὶ γὰρ λιμοῦ καὶ ἀπορίας ἀνδράσι μαχούμεθα· ἥδε δὲ ἡ ἡμέρα κρινεῖ πάντα. μέμνησθέ μοι τῆς περὶ τὸ Δυρράχιον ἐπαγγελίας καὶ ὧν ἐφορῶντος ἐμοῦ συνώμνυσθε ἀλλήλοις, μὴ νικῶντες οὐδʼ ἐπανήξειν. οἵδε εἰσίν, ὦ ἄνδρες, ἐφʼ οὓς ἐξ Ἡρακλείων στηλῶν ἤλθομεν· οἵδε οἱ περιφυγόντες ἡμᾶς ἐξ Ἰταλίας, οἳ τοὺς δέκα ἔτεσιν ἀθλοῦντας ἡμᾶς καὶ πολέμους τοσούσδε καὶ νίκας δυσαριθμήτους ἀνύσαντας καὶ Ἰβήρων καὶ Κελτῶν καὶ Βρεττανῶν ἔθνη τετρακόσια περιποιήσαντας τῇ πατρίδι διέλυον ἀγεράστους ἄνευ θριάμβου τε καὶ δωρεᾶς, καὶ οὐδʼ ἐς τὰ δίκαια αὐτοὺς ἐγὼ προκαλούμενος ἔπειθον οὐδὲ χάρισιν ἐξήνυον. ἴστε, οὓς μεθῆκα ἀπαθεῖς, ἐλπίσας ἡμῖν τι παρʼ αὐτῶν ἔσεσθαι δίκαιον. τῶνδε οὖν μοι τήμερον ἀθρόον ἀνενέγκατε2 καὶ τῆς ἐμῆς πρὸς ὑμᾶς, εἴ τι σύνιστέ μοι, κηδεμονίας ἢ πίστεως ἢ δωρεῶν μεγαλοφροσύνης.
庞培言尽于此,而恺撒则对其部众陈辞如下: “朋友们,我们已然战胜了更为险恶的困难;盖因我们不再面对饥荒与穷困,而是将与活人交战;而今日将决断一切。请为我谨记在迪拉基乌姆周围的誓约,以及在我的注视下你们彼此立下的誓言——若不胜出,便绝不返回。兵士们,这些人正是我们自赫拉克勒斯之柱起兵讨伐之人;正是自意大利逃脱我们掌握之人;正是企图将我们这群苦战十年、完成了如许多战事与不可胜数的胜利、并为祖国收服了伊比利亚、凯尔特及不列颠四百个部族之人,在没有凯旋式亦无赏赐的情况下无功遣散之人。即便我向彼等提出正当诉求亦未能将其说服,施以恩泽亦未能达成任何结果。你们深知我因期望我们能从彼等处获得些许公正,而未加伤害便释放之人是谁。因此,今日请将这一切向我全数偿还,并请追念我对你们的关照、忠诚,以及若你们所体会到的,我那份厚重赏赐的大度心意。
ἔστι δὲ οὐ δυσχερὲς νεοστρατεύτων καὶ ἀπειροπολέμων ἔτι πολυπόνους ἀγωνιστὰς περιγενέσθαι, ἄλλως τε καὶ μειρακιωδῶς ἐς ἀταξίαν καὶ δυσπείθειαν τοῦ στρατηγοῦ τραπέντων, ὃν ἐγὼ πυνθάνομαι δεδιότα καὶ ἄκοντα χωρεῖν ἐπὶ τὸ ἔργον,3 τύχῃ τε παρακμάζοντα ἤδη καὶ νωθῆ καὶ βραδὺν ἐς ἅπαντα γεγενημένον καὶ οὐδὲ στρατηγοῦντα ἔτι μᾶλλον ἢ στρατηγούμενον. καὶ τάδε μοι περὶ μόνων ἐστὶ τῶν Ἰταλῶν, ἐπεὶ τῶν γε συμμάχων μηδὲ φροντίζετε μηδʼ ἐν λόγῳ τίθεσθε μηδὲ μάχεσθε ὅλως ἐκείνοις. ἀνδράποδα ταῦτʼ ἐστὶ Σύρια καὶ Φρύγια καὶ Λύδια, φεύγειν αἰεὶ καὶ δουλεύειν ἕτοιμα· οἷς ἐγὼ σαφῶς οἶδα, καὶ ὑμεῖς δὲ αὐτίκα ὄψεσθε, οὐδὲ Πομπήιον αὐτὸν τάξιν ἐγγυῶντα πολέμου. ἔχεσθε οὖν μοι τῶν Ἰταλῶν μόνων, κἂν οἱ σύμμαχοι δίκην κυνῶν περιθέωσιν ὑμᾶς καὶ θορυβοποιῶσι. τρεψάμενοι δʼ αὐτοὺς τῶνδε μὲν ὡς συγγενῶν φειδώμεθα, τοὺς δὲ συμμάχους ἐς τὴν τῶνδε κατάπληξιν ἐξεργάσασθε. πρὸ δὲ πάντων, ὡς ἂν εἰδείην ὑμᾶς ἔγωγε ὧν συνετίθεσθε μεμνημένους τε καὶ νίκην πάντως ἢ θάνατον αἱρουμένους,4 καθέλετέ μοι προϊόντες ἐπὶ τὴν μάχην τὰ τείχη τὰ σφέτερα αὐτῶν καὶ τὴν τάφρον ἐγχώσατε, ἵνα μηδὲν ἔχωμεν, ἂν μὴ κρατῶμεν, ἴδωσι δʼ ἡμᾶς ἀσταθμεύτους οἱ πολέμιοι καὶ συνῶσιν, ὅτι πρὸς ἀνάγκης ἐστὶν ἡμῖν ἐν τοῖς ἐκείνων σταθμεῦσαι.”
久经磨砺的战士要压倒尚未涉战阵的新募之卒绝非难事,尤其是当彼等如毛头小子般,对其统帅陷入混乱与抗命之时;据我所知,那位统帅正怀着恐惧且违背己愿走向战阵,其运势业已衰颓,诸事迟钝缓慢,且不再是统帅全军,反而更像是受人统帅。我这番言语仅是针对意大利人而言;至于那些同盟诸军,你们切莫挂念,亦不必放在心上,更全然无需与彼等交锋。彼等不过是叙利亚、弗里吉亚和吕底亚的奴隶,时刻准备着逃窜与为奴;据我确切所知,且你们旋即亦能亲眼所见,甚至连庞培本人亦不把战阵之位委付给彼等。因此,请只为我盯紧那些意大利人,即便那些同盟军如群犬般环绕你们狂奔喧噪亦无妨。一旦将彼等击溃,对前者我们当视同骨肉而予饶恕,对同盟军则予以歼灭,以震慑前者。最要紧者,为了让我确信你们谨记彼此立下的约定,且誓不顾身求取彻底之胜或宁愿一死,在奔赴疆场之际,请为我拆毁你们自己的营墙,填平壕沟,以便若不得胜我们便一无所有,并使敌军见我们无营可归,从而明白我们势必驻扎在彼等的营盘之中。”
- 21172ὡς οὖν ἀγωνοθέται τῆς μάχης χρήσασθε μὲν ὡς ἐλάττοσι πολὺ πλείονες
χρήσασθε(动词 χράομαι 的不定过去时中动态命令式第二人称复数)在此处作“(以某种方式)对待/应对”解。副词 ὡς(“作为”)分别与表同格述谓的 ἀγωνοθέται 及作动词宾语的与格 ἐλάττοσι 搭配,构成并列对比结构:“作为战斗的主持/评判者,你们人数远占多数,便当以寡弱对待彼等”。
- 21173τῶνδε οὖν μοι τήμερον ἀθρόον ἀνενέγκατε
μοι 为表说话者强烈关切与期望的伦理与格。命令式动词 ἀνενέγκατε(动词 ἀναφέρω 的不定过去时主动命令式)以后附的属格 τῶνδε 作为其承受对象(表“就这些事作出报偿/偿还”),指代上文所言元老院诸人对将士的不公对待及恺撒对众人的恩遇。
- 21174ὃν ἐγὼ πυνθάνομαι δεδιότα καὶ ἄκοντα χωρεῖν ἐπὶ τὸ ἔργον
由表示听闻的动词 πυνθάνομαι 支配宾格不定式结构,关系代词宾格 ὃν 作为不定式 χωρεῖν 的逻辑主语,并受到作谓语性修饰的分词 δεδιότα(完成时主动分词宾格)和形容词 ἄκοντα 的修饰,意为“据我得知,他正心怀恐惧且非出本愿地奔赴战场”。
- 21174ὡς ἂν εἰδείην ὑμᾶς ἔγωγε ὧν συνετίθεσθε μεμνημένους τε καὶ νίκην πάντως ἢ θάνατον αἱρουμένους
ὡς ἄν 接希求法(εἰδείην)构成目的从句,依附于后文的命令式(καθέλετε),表示说话者自身的主观目的(“以便我自己能够得知……”)。动词 εἰδείην 支配宾格分词 μεμνημένους(其后接属格 ὧν)和 αἱρουμένους。
