- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21069-21071
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
庞培军因盲目自大而急于决战,满心沮丧的庞培违心列阵;文中详述了双方兵力、庞大的东方同盟诸部族及统领,并指责庞培未利用制海权的失策。
καὶ τόδε μὲν ἀγνοίᾳ τῆς Καίσαρος εὐχῆς οἵ τε φίλοι καὶ ὁ στρατὸς ἅπας πυθόμενοι ἥδοντο, καὶ τἆλλα ἀλόγως σὺν ὁρμῇ καὶ καταφρονήσει χωροῦντες ἐπὶ τὸ ἔργον ὡς ἐπὶ ἕτοιμον. ὧν γε πολλοὶ καὶ τὰς σκηνὰς δάφναις ἀνέστεφον ἤδη, συμβόλῳ νίκης· καὶ οἱ θεράποντες αὐτοῖς δαῖτα λαμπροτάτην ἐπόρσυνον· εἰσὶ δʼ οἳ καὶ περὶ τῆς Καίσαρος ἀρχιερωσύνης ἐς ἀλλήλους ἤδη διήριζον. ἅπερ ὁ Πομπήιος οἷα πολέμων ἔμπειρος ἀπεστρέφετο καὶ νεμεσῶν ἐπʼ αὐτοῖς ἐνεκαλύπτετο, κατεσιώπα δʼ ὅμως ὑπὸ ὄκνου καὶ δέους, ὥσπερ οὐ στρατηγῶν ἔτι, ἀλλὰ στρατηγούμενος καὶ πάντα πράσσων ὑπὸ ἀνάγκης παρὰ γνώμην. τοσοῦτον ἀνδρὶ μεγαλουργῷ καὶ παρὰ πᾶν ἔργον ἐς ἐκείνην τὴν ἡμέραν εὐτυχεστάτῳ γενομένῳ τὸ δύσθυμον ἐνεπεπτώκει, εἴτε ὅτι τὰ συμφέροντα κρίνων οὐκ ἔπειθεν, ἀλλʼ ἐπὶ κύβον ἐχώρει πλήθους ἀνδρῶν τοσῶνδε σωτηρίας καὶ τῆς ἑαυτοῦ δόξης ἐς τότε ἀηττήτου· εἴτε τι καὶ μαντικώτερον αὐτὸν πλησιάζοντος ἤδη τοῦ κακοῦ συνετάρασσε, μέλλοντα τῆς ἡμέρας ἐκείνης ἐκ δυναστείας τοσῆσδε ἀθρόως ἐκπεσεῖσθαι. τοσοῦτον δʼ οὖν εἰπὼν τοῖς φίλοις, ὅτι ἥδε ἡ ἡμέρα, ὁπότερος ἂν ἐπικρατήσῃ, μεγάλων ἐς αἰεὶ Ῥωμαίοις ἄρξει κακῶν, παρέτασσεν ἐς τὴν μάχην· ᾧ δὴ καὶ μάλιστα αὐτοῦ τὴν διάνοιαν προπεσεῖν τινες ἐν τῷ φόβῳ νομίζοντες1 ἡγοῦντο οὐδʼ ἂν Πομπήιον κρατήσαντα μεθεῖναι τὴν μοναρχίαν.
友人们与全军不知恺撒已有誓约,听闻此〔梦〕皆大为欣喜,并在其他诸事上亦怀着盲目的冲动与轻蔑走向战阵,宛如胜券已然在握。他们中已有许多人以象征胜利的月桂叶装饰帐篷,仆役们为他们备下极尽奢华的筵席,甚至有人已在彼此争夺恺撒的大祭司职位。庞培深谙战阵,对这些景象深恶痛绝,又因其狂妄而愤然掩面;然而出于犹疑与恐惧,他仍旧保持沉默,仿佛自己已不再是指挥全军的统帅,反倒成了受人驱使之人,违背本心被迫做着一切。如此深沉的沮丧竟降临在一个素有宏图伟略、且在此日之前万事顺遂之人的身上——或许是因为他自知何为良策却无法劝服部众,只得将如此众多军士的生息与自己迄今未尝败绩的威名孤注一掷;抑或随着大难临头,某种预感正扰乱其心绪,因他注定在这一日猝然跌落如此显赫的权柄。无论如何,他仅向友人们说了这样一句话:“今日无论哪一方得胜,都将永远成为罗马人巨大祸乱的开端”,便开始布阵迎敌。正是因这句话,某些人认为他的意图已在恐惧中不慎流露,并断言庞培即便胜出,亦绝不会放弃独裁之权。
στρατιὰ δʼ ἦν, ὡς ἐμοὶ δοκεῖ, πολλῶν ἀμφίλογα εἰπόντων ἑπομένῳ μάλιστα Ῥωμαίων τοῖς τὰ πιθανώτατα γράφουσι2 περὶ τῶν ἐξ Ἰταλίας ἀνδρῶν, οἷς δὴ καὶ μάλιστα θαρροῦντες τὰ συμμαχικὰ οὐκ ἀκριβοῦσιν οὐδὲ ἀναγράφουσιν ὡς ἀλλότρια καὶ ὀλίγην ἐν αὐτοῖς εἰς προσθήκην χώραν ἔχοντα, Καίσαρι μὲν ἐς δισχιλίους ἐπὶ δισμυρίοις, καὶ τούτων ἱππέες ἦσαν ἀμφὶ τοὺς χιλίους, Πομπηίῳ δὲ ὑπὲρ τὸ διπλάσιον, καὶ τούτων ἱππέες ἐς ἑπτακισχιλίους. ὧδε μὲν τοῖς τὰ πιθανώτατα λέγουσι δοκεῖ μυριάδας ἑπτὰ ἀνδρῶν Ἰταλῶν συμπεσεῖν ἀλλήλοις ἐς μάχην· οἱ δʼ ὀλιγωτέρους ἑξακισμυρίων φασίν, οἱ δʼ ὑπερεπαίροντες τεσσαράκοντα μυριάδας γενέσθαι λέγουσι. καὶ τούτων οἱ μὲν ἡμιόλιον, οἱ δὲ ἐκ τριῶν νομίζουσιν ἀμφὶ τὰ δύο τῷ Πομπηίῳ γενέσθαι μέρη. τοσάδε μὲν ἀμφιγνοοῦσι περὶ τοῦ ἀκριβοῦς· ὅπως δʼ οὖν εἶχε, τοῖσδε μάλιστα τοῖς ἐξ Ἰταλίας ἑκάτερος αὐτῶν ἐθάρρει. τὸ δὲ συμμαχικὸν ἦν Καίσαρι μὲν ἱππέες τε Κελτοὶ καὶ Κελτῶν τῶν ὑπὲρ Ἄλπεις ἀριθμὸς ἄλλος· Ἑλλήνων δʼ ἐπέλταζον αὐτῷ Δόλοπες, Ἀκαρνᾶνες, Αἰτωλοί. τοσοίδε μὲν τῷ Καίσαρι συνεμάχουν, Πομπηίῳ δὲ πάντα τὰ ἑῷα ἔθνη κατὰ πλῆθος, οἱ μὲν ἐξ ἵππων, οἱ δὲ πεζοί, ἀπὸ μὲν τῆς Ἑλλάδος Λάκωνες ὑπὸ τοῖς ἰδίοις βασιλεῦσι τασσόμενοι, καὶ ἡ ἄλλη Πελοπόννησος καὶ Βοιωτοὶ μετʼ αὐτῶν. ἐστράτευον δὲ καὶ Ἀθηναῖοι, κηρυξάντων μὲν αὐτοὺς ἑκατέρων μὴ ἀδικεῖν τὸν στρατὸν ὡς ἱεροὺς τῶν Θεσμοφόρων, πρὸς δὲ τὴν δόξαν ἄρα τοῦ πολέμου τραπέντες ὡς ὑπὲρ τῆς Ῥωμαίων ἡγεμονίας ἀγωνιούμενοι.
关于兵力,据多有分歧的众说之中最为可信的罗马著述者关于来自意大利兵员的记载——依我之见若遵从这部分记述——因他们最倚仗的正是这些意大利兵士,便不对同盟诸军详加核实或记录,视其为外邦异族且在军中无足轻重;恺撒麾下约有两万二千人,其中骑兵千人左右;而庞培麾下则两倍有余,其中骑兵多达七千人。持最可信之说者据此认为,有七万意大利男儿在这场交锋中自相残杀;但亦有人称不足六万,更有人极力夸大至四十万人。关于这部分兵力,有人认为庞培多出半数,亦有人认为庞培占总数的三分之二左右。关于确数,诸说如此分歧;然无论实情如何,二人最倚仗的皆是这些来自意大利的军士。至于同盟军队,恺撒一方有凯尔特骑兵以及阿尔卑斯山以北的另一部凯尔特兵员;希腊人中则有多洛佩斯人、阿卡纳尼亚人、埃托利亚人充当其轻步兵。恺撒所有的同盟军仅此而已。而庞培一方则有东方的所有民族大量聚集,或为骑兵,或为步兵:来自希腊的有在本邦诸王统率下结阵的斯巴达人,其余伯罗奔尼撒人及维奥蒂亚人亦与彼等同行。雅典人亦从征入伍,尽管双方主帅此前皆已传令全军不得侵害他们,因其属于立法女神的圣洁之人;然而他们仍被战事的声威所打动,宛如要为罗马的霸权而战一般奔赴疆场。
ἐπὶ δὲ τοῖς Ἕλλησιν ὀλίγου πάντες, ὅσοι περιιόντι τὴν ἐν κύκλῳ θάλασσαν ἐπὶ τὴν ἕω,3 Θρᾷκές τε καὶ Ἑλλησπόντιοι καὶ Βιθυνοὶ καὶ Φρύγες καὶ Ἴωνες, Λυδοί τε καὶ Παμφύλιοι καὶ Πισίδαι καὶ Παφλαγόνες, καὶ Κιλικία καὶ Συρία καὶ Φοινίκη καὶ τὸ Ἑβραίων γένος καὶ Ἄραβες οἱ τούτων ἐχόμενοι Κύπριοί τε καὶ Ῥόδιοι καὶ Κρῆτες σφενδονῆται καὶ ὅσοι ἄλλοι νησιῶται. παρῆσαν δὲ καὶ βασιλέες καὶ δυνάσται στρατὸν ἄγοντες, Δηιόταρος μὲν τετράρχης Γαλατῶν τῶν ἑῴων, Ἀριαράθης δὲ Καππαδοκῶν βασιλεύς. Ἀρμενίους δὲ ἦγε τοὺς ἐντὸς Εὐφράτου στρατηγὸς Ταξίλης καὶ Ἀρμενίους τοὺς ὑπὲρ Εὐφράτην Μεγαβάτης, ὕπαρχος Ἀρταπάτου βασιλέως· ἄλλοι τε μικροὶ δυνάσται συνεπελαμβάνοντο τοῦ πόνου. λέγονται δὲ καὶ ἀπʼ Αἰγύπτου νῆες ἑξήκοντα αὐτῷ παραγενέσθαι παρὰ τῶν Αἰγύπτου βασιλέων, Κλεοπάτρας τε καὶ τοῦ ἀδελφοῦ, παιδὸς ἔτι ὄντος. ἀλλʼ αἵδε μὲν οὐ συνεμάχησαν· οὐδὲ γὰρ τὸ ἄλλο ναυτικόν, ἀλλʼ ἐπὶ ἀργίας ἐν Κερκύρᾳ κατέμενε. καὶ δοκεῖ Πομπήιος τόδε μάλιστα ἀφρόνως ἐργάσασθαι, τῶν μὲν νεῶν καταφρονήσας, αἷς δὴ πολὺ προύχων ἐδύνατο πανταχοῦ τὴν ἐπακτὸν ἀγορὰν τοὺς πολεμίους ἀφαιρεῖσθαι, ἐν δὲ ἀγῶνι πεζῷ συνενεχθεὶς ἀνδράσιν ἐκ πόνου πολλοῦ μεγαλαύχοις τε καὶ θηριώδεσιν ἐς μάχας γενομένοις. ἀλλʼ αὐτὸν αὐτοὺς φυλαξάμενον περὶ Δυρράχιον θεοβλάβεια δοκεῖ παραγαγεῖν, ἐν καιρῷ μάλιστα δὴ πάντων ἥδε τῷ Καίσαρι γενομένη· διὰ γὰρ αὐτὴν ὁ στρατὸς ὁ τοῦ Πομπηίου κουφόνως μάλα ἐπήρθη, καὶ τοῦ στρατηγοῦ σφῶν κατεκράτησαν καὶ ἐς τὸ ἔργον ἀπειροπολέμως ἐτράποντο.
紧随希腊人之后,凡沿内海向东环行所及之邦族几乎尽数在列:色雷斯人、赫勒斯滂人、比提尼亚人、弗里吉亚人、爱奥尼亚人、吕底亚人、潘菲利亚人、皮西迪亚人、帕夫拉戈尼亚人,以及基利家、叙利亚、腓尼基、希伯来民族,与彼等毗邻的阿拉伯人,塞浦路斯人、罗得岛人、克里特投石手及其他所有岛民。诸王与藩侯亦亲率军队来归:东加拉太的四王之一德伊奥塔卢斯,卡帕多西亚国王阿里阿拉特斯;统率幼发拉底河此岸亚美尼亚人者为将领塔克西勒斯,而率领幼发拉底河彼岸亚美尼亚人者为阿尔塔帕特斯王的总督梅加巴特斯;另有其他小邦君侯共同分担战劳。据说埃及诸王——克娄巴特拉及其尚在幼年的弟弟——亦遣来六十艘战船助阵。然而这些战船并未参战,正如其余舰队一样,仅是在科尔库拉无所作为地驻留。庞培在此事上显得极为昏聩:他弃置了本占绝对优势、足以在各处断绝敌军外来补给的战船,却在步战中同那些久经艰险、已变得狂妄并如野兽般悍勇的兵士正面交锋。然而,他在迪拉基乌姆曾谨防这些敌军,如今却显然受了天谴而误入歧途,此种神明的昏聩恰在对恺撒最有利的时机降临;盖因庞培的大军正由此变得极度轻浮狂妄,压制了他们的统帅,毫无战阵经验地盲目投入决战。
- 21069ᾧ δὴ καὶ μάλιστα αὐτοῦ τὴν διάνοιαν προπεσεῖν τινες ἐν τῷ φόβῳ νομίζοντες
与格关系代名词 ᾧ 以庞培的前述言论(“无论何方得胜都将是巨大祸患的开端”)为先行词,表原因或依据(“正因这番话/据此”)。句法上,分词 νομίζοντες 统领 ᾧ ... τὴν διάνοιαν προπεσεῖν 这一“宾格加不定式”结构,作其宾语,进而连入主句谓语动词 ἡγοῦντο。
- 21070ἑπομένῳ μάλιστα Ῥωμαίων τοῖς τὰ πιθανώτατα γράφουσι
与格分词 ἑπομένῳ 与插入语 ὡς ἐμοὶ δοκεῖ(“依我所见”)中的代词 ἐμοί 一致,含有条件意味(“若依循/若随从……则在我看来”)。全句的主干为 στρατιὰ δʼ ἦν ... Καίσαρι μὲν ἐς δισχιλίους ἐπὶ δισμυρίοις(“恺撒麾下的军队约为两万二千人”),中间插入了属格独立结构(πολλῶν ἀμφίλογα εἰπόντων)以及修饰先行词的关系从句。
- 21071περιιόντι τὴν ἐν κύκλῳ θάλασσαν ἐπὶ τὴν ἕω
阳性单数与格现在分词 περιιόντι 在此充当观察者/视角的与格(dativus iudicantis)。这是古希腊地理学叙述的习惯用法,意为“对于向东沿内海(地中海)沿岸环行的人而言(所能遇见的民族)”,其主体并非具体指某人,而是泛指任何旅人或观察者。
