← 阿庇安

内战记

§114119-114121

斯巴达克斯的败亡与克拉苏庞培的和解

克拉苏击溃斯巴达克斯并平息了起义,将俘虏的幸存者沿途钉死在十字架上。其后克拉苏与庞培均拥兵不散并当选为执政官,因民众畏惧再度爆发内战而苦苦相求,两人最终和解并遣散了军队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§114119

βιαζομένου δʼ ἐς τὴν Σαυνίτιδα τοῦ Σπαρτάκου διαδραμεῖν, ἔκτεινεν ὁ Κράσσος ἐς ἑξακισχιλίους ἄλλους περὶ ἕω καὶ περὶ δείλην ἐς τοσούσδε ἑτέρους, τριῶν ἐκ τοῦ Ῥωμαίων στρατοῦ μόνων ἀποθανόντων καὶ ἑπτὰ τρωθέντων· τοσήδε ἦν αὐτίκα διὰ τὴν κόλασιν ἐς τὸ τῆς νίκης θάρσος μεταβολή. Σπάρτακος δὲ ἱππέας ποθὲν προσιόντας αὐτῷ περιμένων οὐκέτι μὲν ἐς μάχην ᾔει τῷ στρατῷ παντί, πολλὰ δʼ ἠνώχλει τοῖς περικαθημένοις ἀνὰ μέρος, ἄφνω τε καὶ συνεχῶς αὐτοῖς ἐπιπίπτων, φακέλους τε ξύλων ἐς τὴν τάφρον ἐμβάλλων κατέκαιε καὶ τὸν πόνον αὐτοῖς δύσεργον ἐποίει. αἰχμάλωτόν τε Ῥωμαῖον ἐκρέμασεν ἐν τῷ μεταιχμίῳ, δεικνὺς τοῖς ἰδίοις τὴν ὄψιν ὧν πείσονται, μὴ κρατοῦντες.1 οἱ δʼ ἐν ἄστει Ῥωμαῖοι τῆς πολιορκίας πυνθανόμενοι καὶ ἀδοξοῦντες, εἰ χρόνιος αὑτοῖς ἔσται πόλεμος μονομάχων, προσκατέλεγον ἐπὶ τὴν στρατείαν Πομπήιον ἄρτι ἀφικόμενον ἐξ Ἰβηρίας, πιστεύοντες ἤδη δυσχερὲς εἶναι καὶ μέγα τὸ Σπαρτάκειον ἔργον.

当斯巴达克斯企图强行突围前往萨谟奈地区时,克拉苏在清晨斩杀敌众达六千人,黄昏时分又歼灭同样数量的敌人,而罗马军中仅阵亡三人,受伤七人;因这番惩戒,军心迅速转变为对胜利的底气,竟至于如此地步。而斯巴达克斯正等待从某处赶来会合的骑兵,故不再以全军出战,而是轮番对围困者施加极大扰乱,突如其来且接二连三地袭向他们,将柴捆投入壕沟中焚烧,使他们的工程难以进行。他还在两军阵地之间吊死了一名罗马战俘,向本部部众展示他们一旦不能取胜便将遭受的下场。城中的罗马人得悉包围之事,且深以角斗士战争旷日持久为耻,遂增派刚从伊比利亚返回的庞培出征,认为斯巴达克斯之患已然成为一件棘手而重大的事变。

§114120

διὰ δὲ τὴν χειροτονίαν τήνδε καὶ Κράσσος, ἵνα μὴ τὸ κλέος τοῦ πολέμου γένοιτο Πομπηίου, πάντα τρόπον ἐπειγόμενος ἐπεχείρει τῷ Σπαρτάκῳ, καὶ ὁ Σπάρτακος, τὸν Πομπήιον προλαβεῖν ἀξιῶν, ἐς συνθήκας τὸν Κράσσον προυκαλεῖτο. ὑπερορώμενος δʼ ὑπʼ αὐτοῦ διακινδυνεύειν τε ἔγνω καί, παρόντων οἱ τῶν ἱππέων ἤδη, ὤσατο παντὶ τῷ στρατῷ διὰ τοῦ περιτειχίσματος καὶ ἔφυγεν ἐπὶ Βρεντέσιον, Κράσσου διώκοντος. ὡς δὲ καὶ Λεύκολλον ἔμαθεν ὁ Σπάρτακος ἐς τὸ Βρεντέσιον, ἀπὸ τῆς ἐπὶ Μιθριδάτῃ νίκης ἐπανιόντα, εἶναι, πάντων ἀπογνοὺς ἐς χεῖρας ᾔει τῷ Κράσσῳ μετὰ πολλοῦ καὶ τότε πλήθους· γενομένης δὲ τῆς μάχης μακρᾶς τε καὶ καρτερᾶς ὡς ἐν ἀπογνώσει τοσῶνδε μυριάδων, τιτρώσκεται ἐς τὸν μηρὸν ὁ Σπάρτακος δορατίῳ καὶ συγκάμψας τὸ γόνυ καὶ προβαλὼν τὴν ἀσπίδα πρὸς τοὺς ἐπιόντας ἀπεμάχετο, μέχρι καὶ αὐτὸς καὶ πολὺ πλῆθος ἀμφʼ αὐτὸν κυκλωθέντες ἔπεσον. ὅ τε λοιπὸς αὐτοῦ στρατὸς ἀκόσμως ἤδη κατεκόπτοντο κατὰ πλῆθος, ὡς φόνον γενέσθαι τῶν μὲν οὐδʼ εὐαρίθμητον, Ῥωμαίων δὲ ἐς χιλίους ἄνδρας, καὶ τὸν Σπαρτάκου νέκυν οὐχ εὑρεθῆναι. πολὺ δʼ ἔτι πλῆθος ἦν ἐν τοῖς ὄρεσιν, ἐκ τῆς μάχης διαφυγόν· ἐφʼ οὓς ὁ Κράσσος ἀνέβαινεν. οἱ δὲ διελόντες ἑαυτοὺς ἐς τέσσαρα μέρη ἀπεμάχοντο, μέχρι πάντες ἀπώλοντο πλὴν ἑξακισχιλίων, οἳ ληφθέντες ἐκρεμάσθησαν ἀνὰ ὅλην τὴν ἐς Ῥώμην ἀπὸ Καπύης ὁδόν.

由于这次投票选举,克拉苏唯恐战争的殊荣归于庞培,竭尽所能急于进攻斯巴达克斯;而斯巴达克斯自认应当抢在庞培之前行事,遂向克拉苏提出媾和。在遭到克拉苏轻慢拒绝后,他决心放手一搏,且由于骑兵此刻已经到达,他率全军冲破围墙,在克拉苏的追击下奔向布伦特西翁。当斯巴达克斯获悉击败米特拉达梯归来的卢库鲁斯也已抵达布伦特西翁时,他自度万事皆休,遂率领当时仍为数众多的部众与克拉苏正面交锋。这数万人陷于绝境,战斗异常漫长且激烈;斯巴达克斯大腿被短矛刺伤,他屈膝蹲下,举盾向前抵挡冲上来的敌军,直到他本人以及聚集在他周围的众多部下全遭合围战死。他的其余部队顿时阵形大乱,惨遭大批斩杀,致使叛军一方死亡人数难以计数,而罗马人仅阵亡约千人,斯巴达克斯的尸骸亦未能寻获。尚有大批逃脱战斗的残部留在山中,克拉苏便率兵上山进剿。他们将自己分为四部负隅顽抗,直至全军覆没,仅余六千人被俘,沿从卡普亚通往罗马的整条大道被全数钉死在十字架上。

§114121

καὶ τάδε Κράσσος ἓξ μησὶν ἐργασάμενος ἀμφήριστος ἐκ τοῦδε αὐτίκα μάλα τῇ δόξῃ τῇ Πομπηίου γίνεται. καὶ τὸν στρατὸν οὐ μεθίει, διότι μηδὲ Πομπήιος. ἐς δὲ ὑπατείαν ἄμφω παρήγγελλον, ὁ μὲν ἐστρατηγηκὼς κατὰ τὸν νόμον Σύλλα, ὁ δὲ Πομπήιος οὔτε στρατηγήσας οὔτε ταμιεύσας ἔτος τε ἔχων τέταρτον ἐπὶ τοῖς τριάκοντα· τοῖς δὲ δημάρχοις ὑπέσχητο πολλὰ τῆς ἀρχῆς ἐς τὸ ἀρχαῖον ἐπανάξειν. αἱρεθέντες δὲ ὕπατοι οὐδʼ ὣς μεθίεσαν τὸν στρατόν, ἔχοντες ἀγχοῦ τῆς πόλεως, ἑκάτερος πρόφασιν τήνδε ποιούμενος, Πομπήιος μὲν ἐς τὸν Ἰβηρικὸν θρίαμβον περιμένειν ἐπανιόντα Μέτελλον, ὁ δὲ Κράσσος, ὡς Πομπήιον δέον προδιαλῦσαι.2 καὶ ὁ δῆμος, ἑτέραν ἀρχὴν στάσεως ὁρῶν καὶ φοβούμενος δύο στρατοὺς περικαθημένους, ἐδέοντο τῶν ὑπάτων ἐν ἀγορᾷ προκαθημένων συναλλαγῆναι πρὸς ἀλλήλους. καὶ τὰ μὲν πρῶτα ἑκάτερος ἀπεκρούετο· ὡς δὲ καὶ θεόληπτοί τινες προύλεγον πολλὰ καὶ δεινά, εἰ μὴ συναλλαγεῖεν οἱ ὕπατοι, ὁ δῆμος αὖθις αὐτοὺς μετʼ οἰμωγῆς παρεκάλει πάνυ ταπεινῶς, ἔτι τῶν Σύλλα καὶ Μαρίου κακῶν ἀναφέροντες. καὶ ὁ Κράσσος πρότερος ἐνδοὺς ἀπὸ τοῦ θρόνου κατέβαινε καὶ ἐς τὸν Πομπήιον ἐχώρει, τὴν χεῖρα προτείνων ἐπὶ διαλλαγαῖς· ὁ δʼ ὑπανίστατο καὶ προσέτρεχε. καὶ δεξιωσαμένων ἀλλήλους εὐφημίαι τε ἦσαν ἐς αὐτοὺς ποικίλαι, καὶ οὐ πρὶν ὁ δῆμος ἀπέστη τῆς ἐκκλησίας ἢ προγράψαι3 τοὺς ὑπάτους τὰς ἀφέσεις τῶν στρατοπέδων. οὕτω μὲν δὴ δόξασα καὶ ἥδε μεγάλη στάσις ἔσεσθαι κατελύετο εὐσταθῶς· καὶ ἔτος ἦν τῷδε τῷ μέρει τῶν ἐμφυλίων ἀμφὶ τὰ ἑξήκοντα μάλιστʼ ἀπὸ τῆς ἀναιρέσεως Τιβερίου Γράκχου.

克拉苏在六个月内完成了这些战功,自此顿时在声威上与庞培并驾齐驱。他没有遣散军队,因为庞培亦未解散军队。两人都竞选执政官,前者按苏拉的法律已历任大法官,而庞培既未任大法官亦未任财务官,年仅三十四岁;他还向平民保民官许诺,要将该官职的诸多权力恢复到旧制。当选为执政官后,他们依然未解散驻扎在城郊的军队,各自托词如下:庞培托言等待归来举行伊比利亚凯旋式的梅特卢斯,克拉苏则托言庞培理应先予解散。 民众眼见内乱又生端倪,畏惧驻扎在周边的两支大军,遂恳求在广场上居前端坐的执政官们彼此讲和。起初两人皆予拒绝;但当一些受神启者预言若执政官不和解必有诸多灾祸降临时,民众再度哭泣哀号,以极谦卑之态向他们苦苦哀求,脑海中仍回想着苏拉与马略带来的灾难。克拉苏率先屈服,走下座椅向庞培走去,伸出手表示讲和;庞培亦起身迎上前去。当他们互致右手执手礼时,众人向他们发出阵阵欢呼赞颂;直到执政官们张榜公布遣散军团的命令,民众才离开公民大会。如此这般,这场看似必将引发巨大内乱的风波得以安稳平息;而这部分内战时期,距提比略·格拉古遇害大约有六十年之久。

语法注3 条
  1. 114119τὴν ὄψιν ὧν πείσονται, μὴ κρατοῦντες

    关系代名词 ὧν 吸收了先行词 τούτων(或由 τούτων ἅ 吸引而来)。分词 μὴ κρατοῦντες 具条件功能,意为“倘若他们不能得胜,所将遭受之事之景象”。

  2. 114121ὡς Πομπήιον δέον προδιαλῦσαι

    非人称动词 δεῖ 的绝对宾格 δέον 加上 ὡς,表示主观托词或理由(“以庞培理应先予解散为由”)。宾格加不定式结构 Πομπήιον... προδιαλῦσαι 充当 δέον 的主语从属成分。

  3. 114121καὶ οὐ πρὶν ὁ δῆμος ἀπέστη τῆς ἐκκλησίας ἢ προγράψαι

    否定词 οὐ πρὶν... ἤ 与不定式(προγράψαι)构成的相关结构,表示“直到……才……/在……之前并未……”。在否定词 οὐ 之后,πρίν 与比较标记 ἤ 呼应并引出不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:114119-114121