← 阿庇安

内战记

§21066-21068

庞培决定交战与决战前夕的征兆

坐拥充足补给与兵力优势的庞培原欲采取拖延战术,却在同僚与盟友的骄横逼迫与嘲弄下被迫妥协应战;恺撒闻讯大喜并积极备战,双方在决战前夜各自占卜吉凶并经历了截然不同的征兆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21066

ἀγορὰ δὲ Πομπηίῳ μὲν ἦν πανταχόθεν· οὕτω γὰρ αὐτῷ προδιῴκηντο καὶ ὁδοὶ καὶ λιμένες καὶ φρούρια, ὡς ἔκ τε γῆς αἰεὶ φέρεσθαι καὶ διὰ θαλάσσης πάντα ἄνεμον αὐτῷ φέρειν· Καῖσαρ δὲ μόνον εἶχεν, ὅ τι μόλις εὕροι καὶ λάβοι κακοπαθῶν. καὶ οὐδʼ ὣς αὐτὸν ἀπέλιπεν οὐδείς, ἀλλὰ σπουδῇ δαιμονίῳ συνενεχθῆναι τοῖς πολεμίοις ὠρέγοντο καὶ ἡγοῦντο πολέμῳ μὲν εἶναι παρὰ πολὺ ἀμείνους νεοστρατεύτων ἔτι ὄντων δέκα ἔτεσιν ἠσκημένοι, εἰς δὲ ταφρείας ἢ περιτειχίσεις ἢ σιτολογίας ἐπιπόνους ἀσθενέστεροι διὰ γῆρας· ὅλως τε κάμνουσιν αὐτοῖς ἐδόκει δρᾶν τι μετʼ ἀργίας ἢ λιμῷ διαφθαρῆναι.1 ὧν ὁ Πομπήιος αἰσθανόμενος ἐπικίνδυνον μὲν ἡγεῖτο γεγυμνασμένοις καὶ ἀπογινώσκουσιν αὑτῶν ἀνδράσι καὶ τύχῃ Καίσαρος λαμπρᾷ περὶ τῶν ὅλων συνενεχθῆναι διʼ ἑνὸς ἔργου, δυνατώτερον δὲ καὶ ἀκινδυνότερον ἐκτρῦσαι ταῖς ἀπορίαις αὐτοὺς οὔτε γῆς εὐπόρου κρατοῦντας οὔτε θαλάσσῃ χρωμένους οὔτε ναῦς ἐς φυγὴν ταχεῖαν ἔχοντας.

庞培四方皆有粮饷补给,盖因道路、港口与要塞早已为他部署周全,物资源源不断地自陆路运来,海上亦有八方顺风送达;而恺撒所得,仅限于历经艰辛勉强寻获夺取之物。即便如此,亦无一人背弃恺撒,士兵们反而以惊人的热忱渴望与敌交锋。他们自认训练达十年之久,在战事上远胜于尚属新募的敌军,但因年迈体衰,已无力承担开掘壕沟、构筑围垒或艰辛征粮的劳役。总之,对于精疲力竭的他们而言,有所作为总胜过在无所作为中因饥荒而殄灭。庞培察知此情,认为若以一次决战定乾坤,同这些身经百战且抱有必死之心的兵士以及恺撒炽盛的气运抗衡实属险途;相反,敌军既不占膏腴之地,又无海路可用,亦无快船逃遁,以物资困乏拖垮他们方更为可行且稳妥。

§21067

ὁ μὲν δὴ κρατίστῳ λογισμῷ τρίβειν τὸν πόλεμον ἐγνώκει, καὶ ἐς λοιμὸν ἐκ λιμοῦ τοὺς πολεμίους περιφέρειν· πολὺ δʼ ἀμφʼ αὐτὸν πλῆθος ἀνδρῶν ἀπό τε τῆς βουλῆς ὁμοτίμων οἱ καὶ τῶν καλουμένων ἱππέων οἱ διαφανέστατοι βασιλέες τε πολλοὶ καὶ δυνάσται, οἱ μὲν ὑπʼ ἀπειρίας, οἱ δʼ ἀμέτρως τοῖς περὶ τὸ Δυρράχιον εὐπραγήμασιν ἐπηρμένοι, εἰσὶ δʼ οἳ καὶ τῷ πλέονες εἶναι τῶν πολεμίων, οἱ δὲ καὶ κάμνοντες ὅλως τῷ πολέμῳ τὴν κρίσιν ταχυτέραν μᾶλλον ἢ πρέπουσαν ἐπειγόμενοι γενέσθαι, πάντες ἐξώτρυνον αὐτὸν ἐς τὴν μάχην,2 ἐπιδεικνύοντες αἰεὶ τὸν Καίσαρα παρατάττοντά τε καὶ προκαλούμενον. ὁ δʼ ἐξ αὐτοῦ μάλιστα τοῦδε αὐτοὺς ἀνεδίδασκεν, ὅτι Καίσαρι μὲν τοῦτʼ ἐξ ἀπορίας ἀναγκαῖον ἦν, σφίσι δὲ καὶ διὰ τοῦτʼ εὔκαιρον ἡσυχάζειν, ὅτι Καῖσαρ ὑπʼ ἀνάγκης ἐπείγοιτο. ἐνοχλούμενος δὲ ὑπό τε τοῦ στρατοῦ παντὸς ἐπηρμένου τοῖς περὶ τὸ Δυρράχιον ἀμέτρως καὶ τῶν ἐπʼ ἀξιώσεως αὐτὸν ἐπιτωθαζόντων ἐς φιλαρχίαν ὡς ἑκόντα βραδύνοντα, ἵνʼ ἀνδρῶν ὁμοτίμων τοσῶνδε ἄρχοι, καὶ ἐπὶ τῷδε αὐτὸν βασιλέα τε βασιλέων καὶ Ἀγαμέμνονα καλούντων, ὅτι κἀκεῖνος βασιλέων διὰ τὸν πόλεμον ἦρχεν, ἐξέστη τῶν οἰκείων λογισμῶν καὶ ἐνέδωκεν αὐτοῖς, θεοῦ βλάπτοντος ἤδη καὶ τἆλλα παρʼ ὅλον τόνδε τὸν πόλεμον. νωθής τε γὰρ καὶ βραδὺς παρὰ τὴν αὑτοῦ φύσιν ἐν ἅπασι γεγονὼς παρεσκευάζετο ἄκων ἐς μάχην ἐπὶ κακῷ τε αὑτοῦ καὶ τῶν αὐτὸν ἀναπειθόντων.

他本凭最为明智的算计,决心拖延战事,使敌军由饥荒陷入疫病。然而聚集在他身边的众多显要——地位相等的元老院同僚、显赫的所谓骑士阶层、众多国王与诸侯,或因缺乏军旅阅历,或因迪拉基乌姆的捷报而狂妄自满,或因自恃兵力多于敌军,或因对战争深感厌倦而急于不合时宜地早求决战,纷纷催促他出战,并不断指着正列阵挑衅的恺撒。庞培正以此教导他们:恺撒如此乃出于穷途末路之被迫,而他们自己之所以理当按兵不动,恰恰是因为恺撒身陷绝境而急于求战。然而全军上下因迪拉基乌姆的战事而极度自满,显贵们又讥讽他恋栈兵权,称他蓄意延误战机只为统御如此众多与他平起平坐之人,并因此称他为“万王之王”与“阿伽门农”(因后者亦在战时统御诸王);在内外交困之下,庞培放弃了自己的智计,向他们妥协——在整场战争中,神明在其他方面也早已蒙蔽了他的神智。他一反本性,在一切事上变得迟缓拖沓,违心地筹备决战,终究招致了自身及那些说服他的人的覆灭。

§21068

Καίσαρι δὲ τῆς νυκτὸς ἐκείνης τρία μὲν ἐπὶ σιτολογίαν ἐξῄει τέλη ʽτὸν γὰρ Πομπήιον ἐπαινῶν τῆς βραδυτῆτος καὶ οὐδαμοῦ νομίζων μεταθήσεσθαι τοῦ βουλεύματος περιέπεμπεν ἐπὶ σῖτον̓, πυθόμενος δὲ τῆς παρασκευῆς ἥσθη τε τῆς ἀνάγκης, ἣν εἴκαζεν ἠναγκάσθαι Πομπήιον3 ὑπὸ τοῦ στρατοῦ, καὶ τὸν ἑαυτοῦ τάχιστα ἀνεκάλει πάντα καὶ ἀντιπαρεσκευάζετο. θυόμενός τε νυκτὸς μέσης τὸν Ἄρη κατεκάλει καὶ τὴν ἑαυτοῦ πρόγονον Ἀφροδίτην ʽἐκ γὰρ Αἰνείου καὶ Ἴλου τοῦ Αἰνείου τὸ τῶν Ἰουλίων γένος παρενεχθέντος τοῦ ὀνόματος4 ἡγεῖτο εἶναἰ, νεών τε αὐτῇ νικηφόρῳ χαριστήριον ἐν Ῥώμῃ ποιήσειν εὔχετο κατορθώσας. ὡς δὲ καὶ σέλας ἐξ οὐρανοῦ διαπτὰν ἀπὸ τοῦ Καίσαρος ἐς τὸ Πομπηίου στρατόπεδον ἐσβέσθη, οἱ μὲν ἀμφὶ τὸν Πομπήιον ἔσεσθαί τι λαμπρὸν αὑτοῖς ἔφασαν ἐκ τῶν πολεμίων, ὁ δὲ Καῖσαρ σβέσειν αὐτὸς ἐμπεσὼν τὰ Πομπηίου. αὐτῷ δὲ τῷ Πομπηίῳ τῆς αὐτῆς νυκτός τινα τῶν ἱερείων ἐκφυγόντα οὐ συνελήφθη, καὶ μελισσῶν ἑσμὸς ἐπὶ τοῖς βωμοῖς ἐκάθισε, ζῴου νωχελοῦς. μικρόν τε πρὸ ἕω πανικὸν ἐνέπεσεν αὐτοῦ τῷ στρατῷ· καὶ τόδε περιδραμὼν αὐτὸς καὶ καταστήσας ἀνεπαύετο σὺν ὕπνῳ βαθεῖ· περιεγειράντων δʼ αὐτὸν τῶν φίλων, ὄναρ ἔφασκεν ἄρτι νεὼν ἐν Ῥώμῃ καθιεροῦν Ἀφροδίτῃ νικηφόρῳ.

当夜,恺撒麾下的三个军团正外出征粮——因他称许庞培的稳重,认为其绝不会改变方略,故而派兵四出搜求粮食;但得知庞培整军备战后,恺撒料定庞培必是被全军所迫,因这一被迫之局而大喜过望,迅即召回全部兵马,整军迎敌。他在午夜献祭,祈求阿瑞斯与自己的始祖阿佛洛狄忒——他认为尤利乌斯家族系出埃涅阿斯及其子伊卢斯,经名称转音演变而来,并许诺战胜后必在罗马为带来胜利的女神建造神殿以作谢礼。其时有一道流光划过天空,自恺撒营垒飞向庞培大营后熄灭;庞培左右宣称此兆预示敌军将为己方带来荣耀,恺撒则称自己必将突入庞培军中将彼之运势扑灭。然而庞培本人在同一夜中,献祭的牲畜部分逃逸未获,又有蜂群聚落于祭坛之上——蜂本为迟滞之物;黎明前夕,庞培军中突发惊恐,他亲自四处奔走平息骚乱后沉沉睡去;待被友人们唤醒时,他称方才梦见自己在罗马为带来胜利的阿佛洛狄忒奉献神殿。

语法注4 条
  1. 21066δρᾶν τι μετʼ ἀργίας ἢ λιμῷ διαφθαρῆναι

    此处包含倒装结构(hyperbaton)。介词短语 μετʼ ἀργίας 虽紧随 δρᾶν τι 之后,但在语义上修饰 ἤ 之后的第二个不定式 λιμῷ διαφθαρῆναι,构成“有所作为”与“在无所作为中坐视饥荒毁灭”之间的对照。

  2. 21067πολὺ δʼ ἀμφʼ αὐτὸν πλῆθος... πάντες ἐξώτρυνον αὐτὸν ἐς τὴν μάχην

    长句中的意义一致(constructio ad sensum)结构。语法上为中性单数的集合主语 πλῆθος 经由一系列部分同位语(οἱ μέν... οἱ δʼ...)展开后,最终由复数主语与谓语动词 πάντες ἐξώτρυνον 收束,体现了依意义而非语法形式构句的特点。

  3. 21068ἥσθη τε τῆς ἀνάγκης, ἣν εἴκαζεν ἠναγκάσθαι Πομπήιον

    动词 ἥσθη 支配表示原因的属格 τῆς ἀνάγκης,而关系代词 ἣν 在关系从句中作为同源宾格(内部宾格),受取决于 εἴκαζεν 的被动不定式 ἠναγκάσθαι 所支配,意为“他所料想的庞培被迫承受的必然之势”。

  4. 21068παρενεχθέντος τοῦ ὀνόματος

    独立属格结构(genitive absolute)。动词 παραφέρω 的被动不定过去分词表示名称在语音或形态上的“略微偏转、演变”,用以解释由伊卢斯(Ἴλος)到尤卢斯(Iulus)及尤利乌斯(Ἰούλιος)的名号沿革。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:21066-21068